θέσθαι ἢ μεταδοῦναι τῶν ἑαυτοῦ; πῶς τίς τινος ἀντι- λήψεται καὶ καταπονουμένῳ χεῖρα ὀρέξει; τίνι βοηθή- σει; τινα προσλήψεται εἰδὼς ἀντὶ τοῦ χάριν ὀφείλειν τὸν εὖ πάσχοντα εἰς πολέμιον αὐτίκα ἀλλ’ ἐῶ τοὺς ἄλλους, αὐτοὶ δέ γε ἡμεῖς οἵτινες εἰώθα-
μεν ἀεὶ σώζειν, εἵ τις δεόμενος ἵκετο, πῶς ἔτι τῆς ἐκ 1 2 φύσεως φιλανθρωπίας ἑξόμεθα; τίνας ἐλεήσομεν καὶ σώσομεν κινδυνεύοντας; τίνας καταφεύγοντας εἰσδεξό- μεθα; τίνων καὶ προστησόμεθα, ὥσπερ καταπεφευγότας Ποτιδαιάτας προσεδεξάμεθα καὶ προέστημεν; οὐ γὰρ οἶμαί τινα γενέσθαι τοσοῦτον εὐήθη ὡς μετὰ πεῖραν
ἑνὸς καὶ δυεῖν ἀγνωμόνων ἀνθρώπων αἱρεῖσθαι καὶ τρίτον ἄλλον εὐεργετεῖν.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.