μιᾶς ταύτης ἐπεισενεγκόντας τῷ κοινῷ πονηρίαν. καὶ οὐδὲν δι’ αὐτοὺς τὰ τῶν ἀνθρώπων ὅτι μὴ ἔχθραι καὶ πόλεμοι καὶ ἀπιστία καὶ ὑποψία καὶ δόλος καὶ ψεῦδος καὶ πᾶν εἶδος κακοῦ, καὶ οὐδαμοῦ ἡ ἀλήθεια καὶ τὸ γνησίως προσιέναι ἀλλήλοις· οὐ γὰρ ἔστιν ὅστις μὴ
πλαττόμενος μηδὲ σοφιζόμενος ἀναστρέφεται. διὰ τοῦτο μηδ’ ἐλεεῖν εἶναι δίκαιον τοὺς τοιούτους μηδὲ φείδε- σθαι, ἀγρίως δὲ μᾶλλον πρὸς αὐτοὺς τοὺς πάντας ὁρᾶν καὶ ἐξελαύνειν ἀπάσης ἣν οἰκοῦσιν ἄνθρωποι γῆς, φιλανθρωπίαν, ὅσον τὸ κατ’ αὐτούς, ἐκ τοῦ βίου
καὶ ἐπιείκειαν ἐξορίσαντας, τὸ ἀκοινώνητον δὲ καὶ θηριῶδες ἐπεισαγαγόντας. τὸ γὰρ τοιοῦτον ἀδίκημα παρορώμενον ἀτιμώρητον οὐ πολλοῦ τινος χρόνου δεήσεται τοῦ μὴ τῆς λύμης ἀναπλῆσαι τοὺς πάντας.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.