οὐ δίκαια πεπόνθασιν ἀγνώμονας γεγενημένους καὶ ἀντὶ φίλων εἰς ἀποστασίαν καὶ ἔχθραν ἀπαλλαγέντας, γένοιτο δὲ παραπλήσια παθεῖν καὶ οἶς παραπλησίως ἐκείνοις ἄδικος ἀγνωμοσύνη δικαίας στοργῆς προτετί- μηται. εἴη μὲν γὰρ ἂν τοῦτο μάλιστα προσῆκον τῷ
βίῳ καὶ πᾶσαν μὲν πονηρίαν, πρὸ πάσης δὲ τὴν ἀγνω- μοσύνην ἐξαιρεθῆναι, ὃ δὴ κακὸν ἔσχατον ἔμοιγε ὡς καὶ ἀσεβείας ἐγγύτατα βαῖνον. καὶ γὰρ ὥσπερ ἀσεβῶν ἕνεκεν ἡ παρὰ τῶν κρειττόνων οὐ κάτεισιν εἰς ἀνθρώ- πους εὐεργεσίαι οὕτω δὴ καὶ τῷ μίσει τῶν ἀχαρίστων
φιλανθρωπίᾳ πρὸς ἕτερον οὐδεὶς ἀνθρώπων κεχρῆσθαι βούλεται. καὶ τό γε τῶν τοιούτων μέρος, κωλύεται 1 ἀνθρώπους ἀλλήλοις, ὡς ἡ φύσις διετάξατο, κοινωνεῖν, καὶ δεῖ γε θηρίων τρόπον ἀλλαξαμένους πρὸς ἀγριό- τητᾷ μετακλῖναι.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.