ἐπεθέμεθα αὐτοὶ καὶ ἐβλάπτομεν μόνῃ τῇ τοῦ ἀδικεῖν ἀκολουθοῦντες ἐφέσει· ἐπεὶ δ’ ἐκεῖνοι βλάπτειν ἤρξαντο πρῶτοι, πῶς δὲ βλάπτειν; ἐκ τοῦ τὰ συγκείμενα ἀθε- τῆσαι καὶ σπονδῶν ἀλογῆσαι καὶ ἀτιμάσαι μὲν ἡμῶν τὴν περὶ αὐτοὺς πρόνοιαν, ἀτιμάσαι δὲ καὶ τὴν σπου-
δήν, ματαιῶσαι δὲ καὶ τοὺς πόνους καὶ τὰς ἐλπίδας καὶ εἰς ἄκραν περιφρόνησιν τῶν ἡμετέρων γενέσθαι, οὐκ ἂν ἔχοι λόγον ἡ μέμψις, ἂν ἡμεῖς ἐπεξήλθομεν. ὁρᾶτε γὰρ καὶ τὸν κοινὸν πᾶσιν ἀνθρώποις νόμον, ὧς οὐκ ἐπ’ ἄλλους ἢ τοὺς τοιούτους προτρέπει τὰ ὅπλα
κινεῖν, καὶ τὸν βλάπτοντα δὲ ἀντιβλάπτειν καὶ ἀντι- μισεῖν τὸν μισοῦντα καὶ τὸν ξύοντα ἀντιξύειν οὐχ ὑπάρχειν ἑτέρου ἢ τούτου τοῦ δόγματος.
νόμον τοιοῦτον καθ’ ἡμῶν καινοτομεῖν βούλεσθε, Ποτιδαιάταις δὲ καὶ τὰ μέγιστα παρανομοῦσι μηδ’ εἶναι συνόλως αἰτίαν. καὶ μὴν Λακεδαιμονίοις μικρά ποτε βλάψασι τὴν Ἀττικὴν ἐκ τοῦ πλείονος ἀνταπἐδο- μεν πᾶσαν ἐν κύκλῳ τὴν Πελοπόννησον περιπλεύσαν-
τες ἀεὶ καὶ λυμηνάμενοι. καὶ Κορινθίους, ἐπειδήποτε 1 2 3 ἐθάρσησαν καὶ αὐτοὶ καθ’ ἡμῶν ἐπιέναι, οὐ παρείδο- μεν τὸ πλέον ἢ τὸ ἴσον ἔχοντας ἀπιέναι. καὶ δὲ ἀπὸ πάσης τῆς Ἑλλάδος φυγάδα ἐπέμπομεν καὶ ἀντιπλεύσαντες εἰς τὴν ἐκείνου Ἀσίαν οὐκ ἔστι λέγειν ὧς οὐχὶ καλῶς τῶν τολμηθέντων εἰς Ἕλληνας τὴν
ἀμοιβὴν ἐποιούμεθα. καὶ τούτοις μέν, τοῖς ἄκροις λέγω τῶν Ἑλλήνων καὶ βασιλεῖ τῷ μεγάλῳ, μετὰ τοιούτου προσηνέχθημεν τοῦ φρονήματος, Ποτιδαιάταις δὲ δώ- σομεν καθ’ ἡμῶν παίζειν καὶ οὐ σωφρονιοῦμεν αὐτοὺς καὶ δι’ αὐτῶν τοὺς ἄλλους, ἀνεξόμεθα δὲ μᾶλλον
ἡσυχῆ καὶ συγχωρήσομεν ἀτιμωρήτοις περινοστεῖν καὶ τοσοῦτον καυχᾶσθαι κρηπῖδα καταβαλομένοις τῆς εἰς Ἀθηναίους τῶν ἄλλων ὀλιγωρίας; θάνατος ἂν ἦν αἱρετώτερος ἅπασιν ἡμῖν ἢ τοσοῦτον κληρωσαμένοις ὄνειδος ζῆν.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.