χθέντα καλῶς μαρτυρεῖ. ἐπλεῖτε γὰρ ἐπ’ ἐκείνους αἰτίαν ἔχοντες οὐδεμίαν τοιαύτην καὶ ἐναυμαχεῖτε καὶ ναῦς αὐτῶν τὰς μὲν ἐλαμβάνετε κενάς, τὰς δὲ αὐτοῖς ἀνδράσι κατεδύετε καὶ αὐτήν γε τὴν νῆσον, εἰ γ’ ἐδύνασθε, οὐκ ἂν ἀπέστητε καταδῦσαι. εἶτα δεινὸν ἡγεῖσθε, εἴπερ, ὧς
ὑμεῖς, καὶ ἡμεῖς ἑτέρωθεν ἐχρησάμεθα τοῖς ἐχθροῖς; καὶ Κορινθίους μὲν οὐδὲν ἄδικόν φασι Κορίνθιοι, ἄν τις ἐναντιῶται, ἀφανίζειν εὐθύς, ἀλλ’, εἴ τις ὑπὲρ τούτου γρύξει, πολλὴν εἶναι τὴν παραίτησιν ὅτι πολέμιος ἦν, ὅτι παρασπονδῶν, ὅτι βλάπτων· Ἀθηναῖοι
1 2 3 δὲ ἂν ἐπὶ τοὺς πολεμίους ἴωσιν, ἀσεβείας αὐτοὺς Κο- ρίνθιοι γράφονται.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.