τὰς ποιεῖσθαι ἀνθρώπους, εἴ τίς που καὶ παραφανείη πάθει τοιούτῳ κάτοχος ὤν, πάσῃ δυνάμει ἐκτρίβειν πειρᾶσθαι κἀκ τοῦ μέσου ποιεῖν. ὃ δὴ καὶ ἡμᾶς καλῶς λογισαμένους Ποτιδαιάτας μετελθεῖν οὐκ ἀξίως μὲν τῆς ἐκείνων λώβης, ὅμως τῆς γε τῶν Ἀθηναίων φύ-
σεως οὐ πολὺ ἄποθεν, καὶ ἅμα καλῶς ἂν ἔχοι καὶ ἀποχρώντως ἡμῖν, εἰ τοῖς μικροῖς παιδευθέντες ἀγαθοὶ γενόμενοι περιεῖεν τῷ βίῳ ἢ παντάπασιν ἐκτριβέντες ἐκστῆναι τῶν ὄντων. εἰ δὲ καὶ οὕτως κακίας οὐκ ἀφέξονται, ἀλλ’ ᾧ γε τὴν ἀξίαν τοῦ τολμήματος ἀπο-
τίσουσι δίκην ὧς τάχιστα παραστήσεται.
ἐχθροί; οὐ καθ’ ἡμῶν συνέστησαν; οὐκ ἐν εὐχῆς ἐποι- οῦντο μέρει πᾶν ὁτιοῦν τῶν δεινῶν τυχεῖν ἡμᾶς ὑπο- 1 στάντας; οὐκ ἴδει δὲ καὶ ἀντὶ τούτων σφάττειν αὐτοὺς καὶ κατορύττειν ἢ βυθίζειν ἢ διὰ πυρὸς ἀφανίζειν; εἶτα τί τούτων ἐγένετ’ αὐτοῖς πρὸς ἡμῶν; τούτων μὲν οὐδέν, τοὐναντίον δὲ πᾶν. ἀπέθανεν οὐδείς, οὔκουν
ὑπ’ Ἀθηναίων, ἀλλ’ ὧς σὺν χρόνῳ παρεστησάμεθα τὴν πόλιν, περιεποιησάμεθα καὶ ζῆν ἀνήκαμεν καὶ περινοστεῖν ἐλευθέρους οὐκ ὄντας ἀξίους τοιούτου τυχεῖν οὐδενός.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.