ἀλλ’ αὐτοὺς ἐκείνους λεγέτω, οἱ καὶ τὴν ἀθέμιτον ἑαυτοῖς παρέθεντο τράπεζαν καὶ τροφῆς ἐπ’ αὐτῆς ἥψαντο παρανόμου. ὅσοι δὲ ἡμῖν τούτων ἕνεκεν μέμ- φονται, τούτους δήπου φαμὲν μηδὲ τοὺς ἐν ταῖς πό- λεσιν ἄρχοντας ἐθέλειν ἀμέμπτως ἔχειν ἐᾶν, οἷς] ὅτι
τινὲς εἰς δεσμωτήριον ὐπ’ αὐτῶν ἐμβαλλόμενοι πρὶν ἢ τοῖς νόμοις καὶ μετριωτέραν ἴσως δοῦναι δίκην φθάνουσιν αὐτοὶ παρανομοῦντες εἰς ἑαυτοὺς καὶ ζωῆς ἀπαλλάττοντες. ἀλλ’ οὐδαμῶς γε τοῦτο κρίνοντος ὀρθὰ λογισμοῦ. οὐ γὰρ μόνον ὅτι τινὲς ἑάλωσαν οὐδ’ ὅτι
κατεσχέκθησαν ἐν δεσμοῖς σκοπεῖν δεῖ, ἀλλ’ εἰ μὴ καὶ σὺν δίκῃ ταῦτα πεπόνθασιν. εἰ δ’ ἀσεβῶς ὑφ’ ἑαυτῶν ἀπηλλάγησαν, οὐδὲν τοῦτο συμβάλλεται ὥστε τὸν κατασχόντα ἔχειν αἰτίαν· οὔκουν οὐδ’ ἡμῖν φέρει κατηγορίαν, εἰ τοὺς ἐχθροὺς νομίμως πολιορκούντων
ἡμῶν ἀσεβεῖς ἐκεῖνοι γεγόνασιν εἰς ἀλλήλους παρανο- μήσαντες.
πάντα παθεῖν ἕτοιμοι ἤ ἡμῶν ἀποστῆναι. φίλους ἡμεῖς αὐτοὺς ἤγομεν διὰ ταῦτα. ἔργῳ τῆς ἡμῶν φιλίας ἐλάμ- 1 βανον πεῖραν. εὖθ’, ὡς ὑπ’ ἀνέμου σκάφος, εἰς τοὐ- ναντέον περιτραπέντες ἠλόγησαν τῆς περὶ αὐτοὺς προ- νοέας ἡμῶν, ἠλόγησαν τῆς σπουδῆς, ἠθέτησαν τὴν φιλίαν, καὶ τὰς μετ’ ἀλλήλων συνθήκας ἀφέντες εἰς
ἐχθρῶν ἀπηλλάγησαν σχῆμα. ἐντεῦθεν παρὰ πόδας αὐτοῖς ὁ πόλεμος καὶ τὰ δεινὰ ἐπὶ θύραις. ἐφ’ οἷς δέον ὄν μεταβουλευσαμένους προσιέναι ἡμῖν, προσιόν- τας δὲ δεηθῆναι καὶ δεηθέντασ εὐμενεστέρων τυχεῖν, ὅμως ἀπονοηθέντες ἀπώλοντο.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.