λοῦντο; οὐκ Ἐρετριεῖς ἀναρπάστους ἐξείλοντο; οὐ μετὰ τοῦ αὐτοῦ διανοήματος εἰς Μαραθῶνα κατήρκασιν, ἴν ὡς Ἐρέτριαν καὶ τὴν Ἀττικὴν πᾶσαν διάθωνται; ἀλλὰ τούτων λαμπρῶς καὶ τότε κρατήσαντες καὶ ὕστερον ὅτε Ξέρξης ἐπῄει πᾶσαν τὴν Ἀσίαν κινῶν ἐφ’ ἡμᾶς,
καὶ μετὰ ταῦτ’ ἐν Κύπρῳ καὶ Παμφυλίᾳ καὶ ἀλλαχοῦ, οὐκ ἔστιν εἰπεῖν ὧς ἐνί γε ἢ πλείοσιν αὐτῶν τοιαύτην ἐπηγάγομεν ἀνάγκην. οὐ βαρβάρῳ δεῖπνον παρεθέμεθα βάρβαρον οὐδὲ παραστησάμενοι τοὺς δημίους παίοντες, μαστιγοῦντες, σφάττοντες ἐκελεύομεν ἅπτεσθαι. οὐ
τοσοῦτον τὴν ἀνθρωπείαν ἠγνοήκαμεν φύσιν ἡμεῖς 1 2 3 καὶ τῆς ἀρετῆς τῶν πάλαι Ἀθηναίων ἀπολελείμμεθα, ὧν οὐδενὸς οὕτως ἴδιον ὧς εὐσέβεια καὶ φιλανθρωπία. ὧν δήπου καὶ ἡμεῖς γεγόναμεν κληρονόμοι, μεθ’ ὧν ἐν τῷ διηνεκεῖ χρόνῳ καὶ πᾶσιν ὡμιλοῦμεν ἀνθρώποις.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.