αἰτίαν ἡμεῖς, εἰ τοῦτο διενοούμεθα καὶ σκοπὸς ἦν περιστάντας τὴν πόλιν καὶ συλλαβόντας αὐτοὺς λιμῷ καὶ σιδήρῳ καὶ πάσαις ἀνάγκαις ὠθεῖν πρὸς τοιαύτας τροφάς· ὅπου δ’ ἄνετοι ἐκεῖνοι ἐντὸς περιβόλου στρε- φόμενοι ἐκ τῶν πύργων ἄνωθεν ἀντεπισείοντες τῷ
στρατοπέδῳ τὰ ὅπλα, ἡνίκα οὐ πολέμιος ἦν κατεπείγων. οὐ ξίφος ἐπανατεινόμενον, οὐ σιδήρου πληγή, οὐ πῦρ καῖον, οὐ βρόχος, οὐκ ἄλλη τις βάσανος, ἡμῶν αὐτοὺς πρὸς ἡμᾶς καὶ ἔτι μετακαλουμένων, ἱκετευόντων, βο- ώντων· σύνετε, ἄνδρες Ποτιδαιᾶται, γίνεσθε
ὑμῶν αὐτῶν, φείσασθε γυναικῶν τῶν ὐμετέ- ρων, φείσασθε παίδων· τί ὑμεῖς αὐτόχειρες ἑαυτῶν ἐπιθυμεῖτε γενέσθαι; ἔστιν ἐφ’ ὑμῖν μεταβουλευσαμένοις σωθῆναι, ἔστι καὶ σκλη- ρυνθεῖσι καθάπαξ ἀπολωλέναι, εἰ ταῦθ’ ἡμῶν
προτεινόντων ἔχοντες ἐκεῖνοι καιρὸν τοῦ πράττειν τὰ δέοντα ὅμως ἐσκληρύνοντο, ἕως ἑαυτοὺς ἀπώλεσαν, 1 2 3 5 * τίς οὕτως ἀναιδὴς ὧς ἡμῖν ὑπὲρ αὐτῶν μέμφεσθαι; οὕτως οὐ τῆς ἡμῶν διανοίας, τῆς δ’ ἐκείνων ἀπονοίας τουτ’ ἔργον ὑπῆρχε.
θόντες ἐς ζητεῖτε, εἴ τι τοιοῦτον εἰς ἀνθρώπους Ἀθη- ναῖοι πεπράχασι, κἂν εὕρητέ που, συνεζεύχθω ἀμφό- τερα καὶ ἐξ ἔθους ἡμᾶς λέγετε ἀσεβεῖν. ἡττήθησαν καὶ Θηβαῖοι μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ τῆς πόλεως ἐν πολλοῖς, ἡττήθησαν καὶ Φωκεῖς καὶ Θετταλοὶ σὺν
αὐτοῖς, ἐπειράθησαν καὶ Μακεδόνες τῆς ἡμετέρας ἰσχύος καὶ πρὸς τούτοις Θρᾷκες καὶ ἀπ’ ἀμφοῖν τῶν ἐθνῶν ἔτι πολλοὶ παρ’ ἡμῖν ἐν δεσμοῖς. ἀλλ’ οὐδεὶς οἵους οὗτοί φασιν ἡμῶν ἐπειράθη.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.