κἂν ἄλλοι τινὲς μυρίοι πρὸς ταύτην ἐξέκλιναν τὴν μανίαν, ἀλλ’ Ἀθηναίοις γε οὐ πρὸς φύσεως μέχρι τοσούτου τὴν ὀργὴν παρεκτείνειν, οὔκουν οὐδ’ εἰ 1 πᾶσαν ἐφάνη τις πρὸς αὐτοὺς ἐνδειξάμενος βλάβην. ὃ δ’ οὖν αὐτοῖς πάτριον καὶ τὸν ἅπαντα χρόνον οἰκεῖον, εὐεργετοῦσι μὲν προθυμεῖσθαι τὸ δίκαιον ὑπερβαίνειν, κολάζουσι δέ, ὁπηνίκα τούτου καιρός, μὴ ἀκριβολογεῖ- σθαι, ἀλλὰ καὶ τοῦ μετρίου ὑφίεσθαι διὰ χρηστότητα.
ὥστ’, εἰ καὶ Ποτιδαιάτας ἐπολιορκοῦμεν, μετρίαν σκο- ποῦντες εἰσπράξασθαι δίκην τοῦτ’ ἐποιοῦμεν, ἀλλ’ οὐχ ὅπως εἰς ἀνάγκην τοῦ νεκρῶν ἅπτεσθαι συνελάσωμεν καὶ πείσωμεν ἀντὶ πολεμίων, τί λέγω πολεμίων; ἀντὶ θηρίων ἀλλήλοις γενέσθαι.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.