μὲν οὐδαμῶς, ἀλλ’ ἣν ἐνομίζομεν ἀποχρῆναι. καὶ τὸ πρᾶγμα ὧς ἐννομώτατον ἦν, κωλύει γὰρ τοὺς τοιούτους ἀμύνεσθαι οὔτε νόμος οὐδεὶς οὔτε θεὸς οὔθ’ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια. μάλιστα μὲν οὖν καὶ τὰ ἀπὸ τῶν θεῶν παραδείγματα, οἷς αὐτοὶ καὶ σκηπτοῖς
ἄνωθεν καὶ χαλάζῃ βάλλουσι καὶ ὕδασι πνίγουσι καὶ πᾶσι τρόποις τοὺς ἀνοσίους καὶ ἀγνώμονας τῶν ἀνθρώ- πων κολάζουσι, διδασκαλία πρὸς τὴν τῶν ἐχθρῶν ἐστι τιμωρίαν οἴ τ’ αὖ νόμοι ἐπὶ τούτῳ καθίζοντες δικα- στὰς κολάσεων τε εἴδη καὶ τρόπους ἀναδιδάσκοντες
πολλὴν ποιοῦνται τὴν προτροπήν, ὡς, εἰ τινες κακῶς ἔδρασαν κακῶς καὶ ἀπόλωνται. καὶ ἀνθρώπων δὲ κἂν τοὺς ἀσθενεστάτους εἴποις καὶ μετριωτάτους και- ρὸν ἔχοντας μετιέναι τοὺς ἀδικοῦντας οὐκ ἂν τὴν ἐπιχείρησιν παραιτήσασθαι. οὕτως ἁπανταχόθεν προ-
τετραμμένον ἐστὶν ἀμύνεσθαι τοὺς ἐχθρούς, καὶ κεκώ- λυται οὐδαμῶς.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.