τοῦ σφῶν μύσους τοσοῦτον μετεῖναι δοκεῖ, ὁπόσον καὶ τοῖς ἐν Ἐκβατάνοις καὶ Σούσοις καὶ πλεῖστον διῳκι- σμένοις αὐτῶν.
οὖν καὶ μάλα δικαίως. ἐχθροὶ γὰρ ἦσαν καὶ πολέμιοι, καί, ὥσπερ φίλοις οὖσιν ὑπέστημεν τρόπῳ παντὶ βοη- θεῖν, οὕτως εἰς τοὐναντίον ἀποκριθεῖσι πολεμοῦντες οὐδὲν ἐπράττομεν τῶν ἀδίκων. εἰ μὲν γὰρ μηδὲν ἡμᾶς ἀδικήσασι μηδέ τι κακὸν διαθεμένοις ἠράμεθα πρὸς
αὐτοὺς πόλεμον, ἦν ἂν τοῦτο περιφανῶς ἄδικον, πρὸς οὓς ἦν ἡμῖν οὐδὲν διάφορον, στρατεύειν ἐθέλειν καὶ μάχην ἀπροφάσιστον συνιστᾶν, καί γε ὅστις ἡμᾶς τού- του χάριν μετῆλθε τιμωρούμενος, δικαιότατα παρ’ ἡμῖν ὐγε κριταῖς πάντων μᾶλλον ἔδρασεν ἄν· ἐπεὶ δ’ ατοὶ
μηδενὸς καλοῦντος μηδὲ βιάζοντος προσήλθοσαν, ἱκέ- τευσαν, ἐδεήθησαν, ἔτυχον ἡμῶν οἴων ἠβούλοντο, εἶτ’ εἰς ἀποστασίαν εἶδον πᾶσαν τὴν περὶ αὐτοὺς Ἀθη- 2 3 4 ναίων σπουδὴν παρὰ φαῦλον θέμενοι, ποῦ δίκαιον μὴ πόλεμον κινεῖν ἐπ’ αὐτοὺς καὶ δίκην ἀξίαν τῆς ὑπερ- οψίας λαμβάνειν;
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.