γελοῖον; εἰ γὰρ Κορίνθιοι δι’ ἐκεῖνον τὸν ἔνα ἰερόσυ- λοι πάντες, δεῖ δὲ καθ’ ὑμᾶς μεταβαίνειν τὴν αἰτίαν ἀεί, εἶεν ἂν τοιοῦτοι καὶ Ἀργεῖοι καὶ οἱ πλησιόχωροι Μαντινεῖς καὶ οἱ ἐν Ἀθήναις ἡμεῖς καὶ πάντες ἄνθρω- ποι, καὶ οὐδένες ἀνθρώπων. ὁ γὰρ δεχόμενος τὴν
αἰτίαν ἐπ᾿ ἄλλον ἀεὶ μεταπέμψει, ἡ δὲ φερομένη οὔτε εἴς τινα ἑστήξει καὶ πάντας ἐπελεύσεται, ὧς εἶναι ἀνάγκην ἀποκριθῆναι τὸν λόγον εἰς αἴνιγμα. ἀλλὰ τοῦτο παντάπασιν ἄτοπον. ἄτοπον δήπου καὶ τὸ ἡμᾶς ἀσεβεῖς εἶναι διὰ Ποτιδαιάτας ἠσεβηκότας. εἰ δ’ ἐπὶ
πλέον βιάζετε, ὁδῷ προβαῖνον ἐλεύσεται τὸ ἔγκλημα καὶ ἐπὶ τοὺς Κορινθίους ὑμᾶς, καὶ ἀντεγκαλέσομεν τότ’, εὖ ἴστε, σφοδρότερον οὐδὲν ἀνιέντες.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.