τρεπτέον. τοῦτο μὲν γὰρ δίκαιον καὶ προσῆκον ἅτε καὶ τοῖς νόμοις ὡς μάλιστα δοκοῦν καὶ πᾶσιν ὰνθρώ- ποις λυσιτελῶς ἔχον ἀνακοπτομένης οὐ μικρῷ τινι μέρει κακίας ἐντεῦθεν, ἐκεῖνο δὲ πράττειν πρὸς τῷ 1 ἀλόγιστον εἶναι καὶ συμφέρει οὐδέποτε οὐδενί. ὥστε τοὺς ἀδικοῦντας, τοὺς ἀλογοῦντας τῶν νόμων, τοὺς ὁπωσοῦν ἁμαρτάνοντας αἰτιατέον ἐστὶ καὶ ἐπὶ βῆμα ἀκτέον, ἑτέρους δὲ ἀντ’ αὐτῶν οὐδαμῶς. εἰ γὰρ μή,
δύο τὰ χείριστα ἐντεῦθεν συμβήσεται· οἵτε γὰρ ἀδι- κοῦντες ἀεὶ τὸ δοῦναι δίκην ἐκφεύξονται οἴ τ’ αὖ ἐπιεικεῖς καὶ χρηστοὶ τὰ τῶν ἀνοσίων πείσονται, ὥστε μήτε πονηρίαν ἐπιλείψειν τὸν βίον καὶ ἀρετὴν τὰ μέ- γιστα ζημιοῦσθαι, ὅπερ δὴ καὶ παντὸς μᾶλλον φυλάτ-
τεσθαι προσήκει, ἵνα μὴ θᾶττον ἄνω κάτω τἀνθρώπεια γένηται.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.