οὔθ’ ὁποῖα ὁ νόμος στρατιωτῶν βούλεται. οὐ γὰρ δή- που συλλαβόντες ἐκινήσαμεν ἐπ’ αὐτοὺς ὅπλα οὐδ’ ὡς ἐχθροῖς ἐχρησάμεθα οὐδ’ ἐζημιώσαμεν οὐδένα εἰς τὴν ζωήν, ἅπαντας δὲ σῶς κελεύσαντες τῆς πόλεως ἀπιέναι 1 2 3 4 τοὔδαφος κατελίπομεν ἑαυτοῖς τήν τ’ ὀργὴν ἐξηνέγκα- μεν οὐδ’ ἐφ’ ἴνα Ποτιδαιατῶν, ἀλλ’ ἐπὶ τὴν ἀναίσθη- τον φύσιν, καὶ τοὺς ὑπευθύνους ἐάσαντες ζῆν δίκην παρὰ τῶν ἀναιτίων εἰσεπραττόμεθα. καὶ τοῦτ’ ἴσως ἡμῶν τὸ ἀσέβημα, ὅτι τοῦ γένους φεισάμενοι ὑφή-
κάμεν τοῦ δικαίου καὶ τὴν ἀξίαν οὐκ ἐλαμβάνομεν.
Ἀθηναῖοι περιειστήκει Ποτίδαιαν, καὶ ἐπο- λιορκεῖτο, ἐπέβη δὲ λιμὸς καὶ Ποτιδ.αιᾶται ἀλλήλων ἐγεύσαντο· καὶ ἐκ τούτου ἀσεβεῖς Ἀθηναῖοι. ὑμεῖς δ’, ὦ Κορίνθιοι, πῶς οὐκ ἀσε- βεῖς διὰ τοῦτο; ὅτι πρόφασιν εἰσηνέγκατε οὐδεμίαν
οὐδὲ μετέσχεν ὑμῶν οὐδεὶς τοῦ μιάσματος; οὐδ’ ἡμεῖς εἰσηνέγκαμεν οὐδὲ μετέσχομεν, ὥσθ’ ὂν ἂν τρόπον ὑμᾶς αὐτοὺς ἀπολύητε αἰτίας, τὸν αὐτὸν δήπουθεν καὶ ἡμᾶς. ἀμφότεροι γὰρ οὗπερ ἐγκα- λεῖτε μακρὰν ἐπίσης ἐσμέν. οὐκοῦν καὶ πόρρω αἰτίας
ὁμοίως. τί λοιπὸν ἀλόγως ἐπὶ τὴν κατηγορίαν ἐκφέ- ρεσθε εἰδότες καὶ ταῦτα σαφῶς ὡς ὅ τι ἂν ὑμεῖς, εἴ τις ἐγκαλεῖ, περὶ τῶνδε ἐρεῖτε, τοῦτ’ αὐτὸ καὶ ἡμῖν ἐκ τοῦ ἴσου λόγου παρέσται εἰπεῖν;
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.