τῶν δὲ καὶ πραγμάτων ἡμῖν γεγενημένοις αἰτίοις τίνα τις ἐπενεγκὼν τιμωρίαν ἔδοξεν ἂν τὴν δικαίαν ἐπενεγ- κεῖν; ἄλλοι μὲν οὖν ἴσως πάντες φαῖεν ἂν μηδ’ εἶναι τὴν δικαίαν ἐνταῦθα, ὑπερβάλλειν γὰρ πολὺ τὸ ἀδί- κημα, ὡς καὶ αὐτὸν θάνατον μικρὸν εἶναι πρὸς τοῦτο
1 2 νομίζειν· ἡμεῖς δὲ τοσοῦτον ἀπέσχομεν μὴ τῆς συνῆ, θους κἀνταῦθα μνημονεῦσαι φιλανθρωπίας ὥστε καὶ τοῖς στρατήγ’ οἶς, οἷ μετὰ τοὺς πρώτους ἧκον ἄλλην ἐπὶ Ποτίδαιαν ἄγοντες στρατιάν, καὶ οὓς μετὰ τού-
τοὺς ἐπέμπομεν τρίτον ἐπὶ τὴν αὐτὴν κομίζοντας στό- λον, τούτοις πᾶσι παρηγγυῶμεν μὴ κακοῦν μηδὲ βλά- πΤειν μηδέν, φυλακῆς δὲ μόνον ἐπιμελουμένους, ὧς ἂν μὴ λαθών τις εἰσίῃ μηδ’ αὖθις ἐξίη, λόγοις πρὸς ἡμᾶς μετακλίνειν πειρᾶσθαι. ἀλλ’ αὐτούς γ’ ἔθραττε
τῶν ὁρωμένων οὐδέν, οὐ στρατὸς προσκαθήμενος, οὐχ ὅπλα δεικνύμενα, οὐ τριήρεις τριήρεσιν ἐπιπλέουσαι, οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν. οὕτω μὲν ἡμῖν ἡμέρως εἶχε τὰ πρὸς αὐτούς, οὕτω δὴ καὶ αὐτοὶ ἀμε- ταθέτως εἶχον τῆς γνώμης. ὅθεν καὶ περιλαβὸν αὐτοὺς
τὸ στρατόπεδον κύκλῳ εἰς ἀκριβῆ πολιορκίαν καθίστη.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.