ἔλεγον, Ἀθηναῖοι, εἰ δοκεῖτε πείθοντες ἡμᾶς ἢ βιάζοντες παραστήσασθαι. τότε πρὸς τούτοις καὶ οἱ ἐν γειτόνων ὁρῶντες Ὀλύνθιοι κατακούειν Ἀθηναίων ἀφίστανται· καὶ τὸ κακὸν δὴ τοῦτο, ὥσπερ ἄλλο τι νόσημα, προβαῖνον ἅπτεται καὶ Χαλκιδέων, καὶ αὐτοὶ
συναφίστανται. τότε δὴ καὶ Ἀλέξανδρος φίλος ὢν ἐκ προγόνων τῷ δήμῳ πολέμιος γίνεται, καὶ πάντα ἡμῖν ἐνόσει τὰ ἐν Θρᾴκῃ πράγματα ἐκ Ποτιδαίας τὴν πρώτην ἀρξάμενα.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.