ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον-
τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν
ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι- δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα-
σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς, αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας τυχεῖν;
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.