ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος
τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ᾿ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου
ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶανι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσεις 1 ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν 2 αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτιατοῦ εἶναι τὸ αἴτιον δι' ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις
ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.