τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦδιὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι' αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι' ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι' αἰτίου.
τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἕτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ εἰ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον <τῷ> τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ
πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι
εἵπετο. πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι' οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.
ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ηδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον εἶναι αὐτοῆ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μήποτ' 2 ἄρα ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἑξῆς τίθησι πῶς δυνατὸν 3 τὸ αὐτὸ κατὰ διαφόρους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς
καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι.]
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.