τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ᾿ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα
ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἕν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ θεόφραστος δὲ ἐπραγματεύσατο περὶ τὴν σναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ᾿ ἐκεῖνος μὲν
ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης
δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ
πηγαὶ τοῦ χειμῶνος θερμότεραι; παντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν
διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ᾿ ὅν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ
μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.