EΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
1δὲ τὸ Μηλιᾶ.
ἐν ταὐτῷ ἀλλʼ ὅτε μὲν κατὰ τὸ ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ εἰς τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπολαύειν.
αὐτῇ τινος.
ξηραινόμενα καὶ ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος.
γλώσσης πάντα κατορθοῦντας.
ναυκλήρου δόλιά σοι διαλεγομένου καὶ ἀσυμφανῆ.
καὶ ἡ γνώμη τῶν βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι
οὖν σοι πείθεσθαι.
μοι πρὸς τὴν παροῦσαν χρείαν.
ποιῶν.
πάντων ἀπορεῖν.
οὕτως, οἷς μὴ σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν.
ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει.
τῆς Λήμνου ἔνθα διέτριβεν Χρύση τις νύμφη ἢ ἐρασθεἴσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν.
ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν.
αὐτὴν πορθηθῆναι.
ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν ,,περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλʼ ὡς ἄν τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ ἄλγος.
ἐγγὺς καὶ ἐπὶ τόπου.
ὑπὸ τῶν βασάνων βοᾷ ἢ δύσορμον τὸν λιμένα ὁρῶν· προβοᾷ γὰρ ἡμῖν μὴ πελάζειν εἰς αὐτόν· Ὅμηρος
μόνον χαράσσει.
γὰρ τῶν γλυφίδων ἔρχεται.
εὐγενής.
τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου τοῦ ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται.
ἐξέβαλεν Διομήδης.
Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ πρωτοτύπου Λαέρτου.
ἐλέγετο γὰρ ὅτι καὶ μετὰ θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν.
βλάπτει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα.
μεταβαλλόμενα.
μεταποιῶν.
τὴν συμφορὰν τὴν ὑπὸ τῶν Ἀτρειδῶν γεγονυῖαν.
εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν.
ναύκληρος, πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν.
συντεύξεσθαι, κατὰ τύχην δέ.
τέχνην μετερχομένους.
Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ αὐτῶν ἀποβληθέντος;
ὑβριζόμενος.
καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ ἠξίου τε ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι· 33 ἀνελθὼν δὲ οὐκέτι ὑπέστρεψεν ἕως μετὰ ἀνάγκης κατῆλθεν· ἐκ πατρὸς οὖν πανοῦργος Ὀδυσσεύς.
ἐν τῇ συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν.
καὶ ἐχθίονι.
36 κακογείτονα: οὐ μόνον ὅπου καλὸν οὐκ εἶχε γείτονα ἀλλʼ οὐδὲ κακὸν παρʼ οὐ ἀμοιβαῖον λόγον στενάζων 37 ἀκούσεται· τὸ δὲ ἑξῆς οὕτω δεῖ λαβεῖν, οὐδέ τινα ἐγχώρων ἔχων παρʼ δὴ τὸν κακογείτονα αἱματηρὸν στόνον ἀποκλαύσειεν· τὸ κακογείτονα γὰρ οὐ πρὸς τούς ἐνοικοῦντας ἀλλʼ εἴπερ τις ἐτύγχανεν αὐτῷ
συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦ ἐκείνῳ.
φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι.
Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν.
ἀνωτέρω
ἕρπει πόρον ἄλλοτʼ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ φίλης τιθήνης ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες ἀλφησταὶ τουτἦν 38 έστιν οὐ Δημητριακὸν καρπὸν οὐδέ τι τῆς συνήθους ἀνθρώπων διαίτης ἀλλὰ διὰ τῶν πτηνῶν ὀιστῶν τὴν διὰ τῶν ὀρνέων τροφήν.
τρεφόμεθα.
ὑπὸ ἀνέμων κινεῖσθαι.
κακῶν.
Τραχῖνα γὰρ οἱ Μηλιεῖς.
οὐ λέγει δὲ διὰ τὸ πάθος.
πάθει τούτῳ ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου.
ἔνθα καὶ κρατῆρες πυρός εἰσιν.
τί ἆρα ποιήσειεν.
ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου.
καταλήψεσθαι.
τοιαύτην δὲ αἴγλην, ἥτις νῦν τέταται, ἀντέχοις εἰς τὰ ὄμματα, λέγει δὲ τὸν ὕπνον τὸν λεγόμενον καὶ παιῶνα αὐτῷ παραχρῆμα ὡς ἔστιν αὐτῷ αἴγλη καὶ φῶς.
ἄρνυται ἀποφέρεται.
ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος.
πρὸς τὸ ταχὺ ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ νοσῶν ταχέως ἀνίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν.
κινεῖν οὐδὲ βλέπειν.
τοῦτο δὲ καθʼ ἑαυτόν φησιν, ὁ ὕπνος σύμφορος ἡμῖν ἐστι καὶ τοῖς πράγμασιν ἀγαθός.
ἐστιν ὁ μὴ πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν.
τυγχάνω.
ἐάσων καὶ δώσων τὰ βέλη.
Ὅμηρος
καὶ κρατῆρές εἰσι πυρός.
ζυγεὶς δὲ ὑποταγείς· ὁ δὲ νοῦς, καίτοι σὺ μὲν ἀναγκασθεὶς στρατεύῃ· προσποιούμενον γὰρ αὐτὸν μαίνεσθαι Παλαμήδης ἤλεγξεν.
ἐκεῖνοι δὲ σέ.
ὑπολαμβάνω ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος
χαῖρε τὴν Λῆμνον πατῶν ἥδου τῇ διατριβῇ τῆς Λήμνου.
μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος ἢ ἀντὶ τὸ ἄλσος μετάφράζομεν.
ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με.
ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. γράφε δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ ἀεὶ πεινῆν.
ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, διὸ μηδένα ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ διαφυγεῖν.
σοι φρονῆσαι τὸ λυσιτελὲς ἑλέσθαι ἀπὸ πλείονος δαίμονος τὸ κάκιον εἵλου, τὸ μὴ ἐλθεῖν· πλείονος δὲ δαίμονος λέγει τοῦ λυσιτελεστέρου καὶ συμφόρου.
τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν 60 κολυμβώντων· κρυπτὰ δὲ ἔπη φησὶ τὰ τοῦ Ὀδυσσέως. εἰς τὸ αὐτό: ἀλλά μοι τὰ ἀφανῆ καὶ κρυπτὰ ἔπη δολίας φρενὸς ὑπέδυ με· τὸ δὲ ἑξῆς, ἀλλά μοι ὑπέδυ ἄσκοπα κρυπτά τε ἔπη δολερᾶς φρενός.
τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι.
τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν.
φασι, μὴ ᾀπώσῃ τὴν φιλίαν ἡμῶν.
ἀνατέλλονθ᾿ ἐσόμενα.
φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός
ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.
θηρῶν ὁ τόπος κατασχεθήσεται.
ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.
ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὁ ἀνακράζει πάλιν πάλιν μοι.
κατεσθίειν.
τῆς ἐν προθέσεως.
μισουμένην μοι.
οὐδʼ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ ἔλθω.
χάριν καὶ σωτηρίαν ποιῶ τῶν Ἀτρειδῶν.
Ἀσκληπιαδῶν.
καὶ καταγινώδκω δου.
ὅτι νόμιος ὁ θεὸς καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ δέ, φησί, πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο.
ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδʼ ἐλπί- σαντες τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.