ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
ἀρχῆς λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλʼ ἀντὶ τοῦ ἣ ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους ἀφίγμεθα ἢ τίνων ἀνδρῶν
πόλιν ἢ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως
δυστυχήματα ὁ πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν ἀντὶ τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα.
βέβηλον τὸν ἰδιώτην φησίν.
ἐληλύθαμεν ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν.
φασι· καὶ Ἀντίμαχος
ὅ ἐστιν ὡς τυφλῷ σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων.
χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν.
δὲ ἀντὶ τοῦ ὁδοιπόρων διὸ τὸ χ.
ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.
δὲ τρεῖς αὐτάς φησιν.
Ἴστρος δὲ ἐν τῇ δ' μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέκτῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν
μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.
αὐτὰς Εὐμενίδας.
τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.
ἐν τῷ τέλει τῆς θεοῦ· δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ἧ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος·
καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.
καί τις τῶν χρησμοποιῶν φησι
μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ.
10
φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ίερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ Κέου τινος ἀσήμου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ιγ' τῶν Θηβαῖκῶν γράφων οὕτως, Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων
ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων ἐκώλυον οἱ· Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κέον ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν
οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν ἐκέλευον 11 τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος ἀγνοήσαντες
τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες τὸν ἔθεον ἐπηράώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.
φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. πτερὸν οἰωνός.
εἰ μὴ ἐβούλεσθε.
οὕτως, Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες 12 καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλιῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ οὐρανίᾳ· Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ· βʹ τῶν Ἀτθίδων Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι
καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια
φησὶ καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι παρʼ ὅ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι.
κἀπὶ σεμνὸν ἑζόμην: ὁ ἄνω εἶπεν τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργασμένον.
τελευτήν· τὸ δὲ ἑξῆς, βίου πέρασιν.
προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ.
τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν.
διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν δὲ μάλιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς.
ἀφιέντες, εὐφημοῦντες, φησί, καὶ καθʼ ἑαυτοὺς συλλογιζόμενοι εὕρημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται.
οὐχ ἑωρακότες ἀλλʼ ἀγνοοῦντες αὐτόν, ἄρα πηρὸς ἦσθα καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ.
ἀλλʼ ἴνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων.
μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος κρατήρ.
τὰ κωλύοντά σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει.
ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με.
τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν.
τέταται.
σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ τοῦ κλίνας ἕσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη.
μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν, οἱ δὲ διὰ βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα.
μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν αὐτὸν τοῖς θεωμένοις· ἀλλʼ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα.
ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες 23 ὑπὸ σοῦ ἐν μέρει ἀπατῶμέν σε· πέφρασται δὲ δυνατῶς.
ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ
εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος 24 ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου
τούτων ὀβελισθὲν εὕρομεν.
ποιοῦσιν.
26
βοηθεῖ, ἢ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι.
φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν.
διὰ τὸ τὸν τάφον αὐτοῦ παρ᾿ Ἀθηναίοις τυγχάνειν· ἧν γάρ τι λόγιον ἐν ᾗ ἂν ταφῇ χώρᾳ ἐκείνην μηδὲν κακὸν πείσεθαι ὑπὸ Θηβαίων.
ἐνθυμήματα περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ 28 δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων δκοπεῖν.
χρήσιμος.
ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος
πρόνοιαν.
ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας· Νυμφόωρος δὲ ἐν τῷ ιγ΄ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν ἐναντίοις τὰ δὲ ὁμοίοις χρῶνται τοῖς Ἕλλησι· τὸ γὰρ ἐξίστασθαι τοῖς πρεσβυτέροις 32 τοὺς νεωτέρους ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι τῶν δʼ ἄλλων οὐδέν· ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν
οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ συστραφέντες ἐπʼ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ δὲ τῶν γυναικῶν ἐκείνοις
προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες ἁσμένως ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν
φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἄμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λύδοῖς ὕστερον συμπεσεῖν
φαδιν.
τῷ Κρέοντι παραχωρῆσαι τὴν σὴν βασιλείαν.
οὖν ἐστι καὶ τὸ ἐξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἀργὸς οἴσων ἤ ἐπὶ μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν τραχύτερον.
προκόπτοωτα.
κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ.
ἀντιγράφων γράφεται εὐσοίας χάριν ὁ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι
τοῦ ἀποθανεῖν δέ φησιν.
αὐτοῦ ἐγκρατεῖς γένωνται ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ θηβαίων εἴτε κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἴτε καθʼ ἕτερον· ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τραγικοὶ
χαρίζονται ταῖς πατρίσιν ἔνια.
τυχεῖν ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο.
ἀρίκου· ἐὰν δὲ γράφηται κατέστειψας οἷου κατεβάτευσας ὃ καὶ πιθανώτερον· δι᾿ αὐτὸ γὰρ τοῦτο κελεύουσιν αὐτῷ καθαίρεσθαι ὅτι εἰς ἄβατον ἐπέβη τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν.
κρατήρων πλήσας αὐτοὺς ἀπὸ τοῦ ἀντληθέντος ὕδατος.
λαβέσθαι· ἀμφιστόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στόματος ταύτας εἶναι ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν.
πηγῶν.
βούλεται δὲ λέγειν τὸ μελίκρατον.
ἐπὶ γῆς τί χρή με ὕστερον δρᾶσαι;
ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, δὴ γένος ἐστὶ περὶ τὰς σεμνὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον
ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν ιζ΄ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος
τῷ μὴ ὁρᾶν.
ἂν εἰδείην.
δὲ μαθεῖν ἀπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι παθητκά· Καλλίμαχος
οὕτως εἴρηκεν
οὐ γὰρ ὁδεῖν.
παρ᾿ ἐμοῦ ὅμοῦ ὅταν ἀποθάνω ἀποθάνω ζῶντά με γηροβοσκήσεις.
παρʼ Ὁμήρῳ
οὖν ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη.
μέγα ἂν δώρημα λέγοις τῆς ἐνταῦθα διατριβῆς.
ἐκ θυμοῦ πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἀπαύσαντο τῶν ἀπειλῶν.
καὶ ᾠδικὸν μέλος.
Αἰσχύλος
τῶν φυτῶν.
στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησὶ
55 αὐταἰς· μήποτε δὲ τὸν νάρκισσον μεγάλαιν θεαῖν ἀρχαῖον στεφάνωμα ἔφη ὁ Σοφοκλῆς τῷ συλληπτικῷ χρηςάμενος τρόπῳ ἀντὶ τοῦ εἰπεῖν θεᾶς ἀρχἴον στεφάνωμα, τῆς Κόρης· τί δή ποτε; ὅτι πρὶν ἤ τὸν
Πλούτωνα αὐτὴν ἀρπάσαι τούτῳ ἐτέρπετο· συλλέγουσαν οὖν φασιν αὐτὴν τὸν νάρκισσον ἁρπασθῆναι ὥστε τὸ ἀρχαῖον τούτου ἕνεκα προσκεῖσθαι οἷον ὃ ἡν αὐτῇ θυμῆρες στεφάνωμα πρὶν ἢ συλληφθῆναι· αὖθις γοῦν φασι τὰς θεὰς ἀνθίνοις μὴ εκχρῆσθαι ἀλλὰ καὶ
ταῖς Θεσμοφοριαζούσαις τὴν τῶν ἀνθίνων στεφάνων ἀπειρῆσθαι χρῆσιν, ὁ δ᾿ Ἴστρος τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν δικαςίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας
μυρρίνης ἔχειν στέφανον δι᾿ ἃ καὶ τὴν Δήμητα Προσθέσθαι ταύτην φηςί.
ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δʼ ἂν ἐν τῇ Ἀκαδημείᾳ.
φησίν, ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα.
νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά.
οἱ Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν 57 ἡγουμένου τοῦ Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαιμονίων βασιλέως ἀπέσχοντο τῶν λεγομένων μορίων Ἀθηνᾶν δείσαντες ὡς Ἀυδροτίων φησίν.
τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί θασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς εἰ ἐκκόψειε φίλος ἢ πολέμιος δι᾿ ὃ Λακεδαιμόνιοι τὴν λοιπὴν γὴν δῃοῦντες τῆς μὲν Τετραπόλεως ἀπέσχοντο διὰ τοὺς Ἡρακλείδας τῶν δὲ μορίων διὰ
τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδοσθαί φησιν.
τῶν μορίων ἐλαιῶν· καὶ ἔστιν ὁ λεγόμενος μόριος Ζεὺς περὶ Ἀκαδήμειαν ὥς φησιν Ἀπολλόδωρος, περὶ Ἀκαδήμειάν ἐστιν ὅ τε τοῦ Καταιβάτου Διὸς βωμὸς 58 ὃν καὶ μόριον καλοῦσι τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων.
πρᾶγμα τῇ ποιητικῇ καταχρώμενος ἀδείᾳ.
ἀφελέσθαι.
καλῶ ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν.
οὐκέτι θέλον φεύγειν.
σκοπός.
δυστυχεῖς ἥπερ ἐγώ.
ἴσος οἷος.
με ῥήματα.
τὴν Ἀντιγόνην.
γονῆς ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν μέρει δὲ παθητικά ἐστιν.
μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος.
σχήματος ἕκαστος.
τὰς κόρας.
δὲ λέγουσιν.
αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια.
λέγων οὕτω
καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ.
λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ.
κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει· τὸ ὡμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι· τοῦτο δὲ καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει, λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους·
71 ὅσῳ γὰρ γηράσκουσι τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσιν· καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μιμνήσκεται.
πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλʼ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ
καὶ περιπαθής.
τὸ αὐτὸ ἀντὶ τοῦ εἴθ’ ἄφελεν· ἀντὶ ἀγνοεῖς τοῦτο, Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ φιλόθεον τῇ Ἀττικῇ.
τινος χειρὸς ἥν πλησίον που ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ αὐτῷ τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ
Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν.
Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ
Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται ἐν Οἰνόῃ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ 76 εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία κατὰ τὰ προειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν
Μαραθῶνι Δηλίῳ.
ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴων περὶ ὧν Ἀἰσχύλος φησὶ
θεραπείας.
ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως, κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι δὲ πρῶτον μὲν τοὺς αὐτόχθονας εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν εἰς τὸν κατʼ Ἐρεχθέως πόλεμον· τινές δέ
φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατʼ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ· Ἄνδρων μὲν οὖν γράφει οὐ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν ἀλλʼ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ
δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα.
ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν· καὶ μετʼ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν ὀδὸν προσαγορευόμενον ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ
μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω· ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν;
ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν.
στέργω σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι.
εἶτα μηκύνω τὸν λόγον.
τοῦ Οἰδίπου οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλʼ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θησέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος.
λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει· τὸ δὲ λέξεται ἀντὶ τοῦ· λέξει, ὁ Πολυνείκης δῆλον ὅτι.
τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ παρʼ Ἡσιόδῳ
τὰ τέρποντα γίνεται καὶ πᾶσιν ἄδηλα.
ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἐξῆς δὲ ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου βῆναι κεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα:. τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος ὅτε ἂν ὁ Ἅίδης
ἐπέλθῃ.
πολύ τῶν ἄλλων δεύτερόν ἐστιν, ἐκείνου, τοῦ μὴ φῦναι καθόλου.
ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν.
στρατεῦσαι ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ Ἀρίσταρχος ὁ Τεγεάτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος ὁ Μιλήσιος.
ὑδάτων.
χρῆται ἀπὸ τοῦ χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους· παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον τούτου δὲ κατηγόρημα.
οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην διʼ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο
κατʼ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλικὴν Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως
γελοιότερον διὰ τούτων
πάνυ πιθανῶς.
τἀνδρός;
ἐν τῇ παρακλήσει ἄμα τοὺς λόγους λέγουσα τούτους εἴχετο αὐτοῦ ἡ ἀδελφή.
ἐκτὸς εἰ μὴ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύσομεν ὧν ἀπολαύομεν.
κακὰ ἐληλυθέναι.
ἀεὶ χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρʼ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν τρέπων τὰ ἤδη αὐξηθέντα οἷον πάντα ἔχει ὑφʼ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν τῷ χρόνῳ πολλαὶ μεταβολαὶ
καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν αὔξων παρʼ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων.
συμφορᾷ · νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία.
δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ;
γύαλον ἀντὶ τοῦ πέτραν.
υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις διʼ ἧς τῶν Θηβαίων κρατήσουδιν.
ἀδίκως ἐπέρχονται.
καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτʼ ἐπὶ βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι.
ἔν τινι τρόπῳ εἴρηκε παρʼ ὅσον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν.
δὲ εἰ κατʼ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος.
τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν.
Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν θεάσασθαι.
ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί 105 εἰσιν οἴ διʼ αὐτῆς τὴν ἁρπαγήν φασι τῆς Κόρης γενέσθαι.
κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται· λέγει δὲ διʼ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου τε, φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς Ἅίδου καταβάσεως·
ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν δὲ τὸ ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν Οἰδίποδος γενέσθαι.
κρατῆρος ὅ ἐστι τοῦ μυχοῦ στάς.
τὸν πυθμένα ἐχούσης ὑπόκενον, σαπέντα.
ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ κριὸν χλόῃ Δήμητρι 106 ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θήλεια τῇ θεῷ ταύτῃ θύεται, οὕτω δὲ τιμᾶται ἐκ τῆς κατὰ τῶν κήπων χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ.
ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν θαυμαζόντων ἐνδεικνύμενον.
μὲν πατρὸς αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι.
καὶ πάλιν
καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὅλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις.
καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δοκοῦντος εἶναι. 111 ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν.
οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς.
αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως· ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα.
ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος τοῦ πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν 113 μὴ παρόντα ποθοῦμεν ὡς ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα περιέστελλον καὶ ἐθεράπευον.
ποθοῦμεν.
ἀπέθανεν.
πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπισταμένην τὰ κατʼ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα πράττουσιν αἱ γυναῖκες
ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ ἐπιφοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις.
κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.