ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
1δὲ δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον,
καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ
δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο ὅτι τέλος ἐστὶν ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ 2 τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ
ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ
τιμῆς ἀπέπεμψεν Κροῖσον.
Οἰνέως ὡρισμένον, τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν.
γάρ), ἐκεῖνος δʼ εἴποι ὅς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος
περιπέσω τῷ Ἀχελῴῳ γαμηθεῖσα.
δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν.
ἔχω, αὔξω. διὰ τὸ καὶ νῦν περὶ Ἡρακλέους ἀγωνιᾶν.
ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι.
κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον.
διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος ὡς εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα καὶ μετὰ τοὺς ιε΄ μῆνας ἀναγνοῦσαν ποιῆσαι αὐτὴν τὰ ἐντεταλμένα.
ἔχουσαν λαβεῖν πημονῆς ἄτερ.
7
τοῦ δοκεῖν καλῶς διαπράττεσθαι.
εἶναι Οἰχαλίαν, οὐδὲν δὲ ἄτοπον συνωνυμεῖν.
ἀκούσῃ τις κέρδος ἀποφέρεται τουτέστι καὶ εἰ βραδέως ἤκουσας καὶ ὠφελήσεις αὐτὸν παραγενόμενος κέρδος σοι ἔσται.
οὖν ἐν θαλάττῃ ἐστίν; ἢ ἀντὶ τοῦ νήσους· αὐλὼν γὰρ 10 τὸ στενόμακρον πέλαγος, ἀπὸ δὲ τοῦ πελάγους τὸ περιεχόμενον ὑπʼ αὐτοῦ δηλοῖ ὅ ἐστι τὰς νήσους.
πυνθάνομαι, φησί, τὴν ἀμφινεικῆ Δηιάνειραν μηδέποτε τοὺς ὀφθαλμοὺς ἀδακρύτους ἔχειν ἀλλʼ ἀεὶ τῷ πόθῳ τῶν δακρύων νικωμένην ὀδύρεσθαι· ἀθλίαν δʼ ὄρνιν τὴν ἀλκυόνα φησὶν ἣ τίκτει ἐν ταῖς ὑφάλοις πέτραις εἶτα τῶν ὠῶν ἀφανιζομένων δακρύει.
κοιμίζειν ἀλλʼ ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν.
κακῶν τὸ μὲν τι παρὸν λυπεῖ τὸ δʼ αὐξόμενον ἀπόκειται.
καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι.
τὸ δʼ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης ,,οἷς τοῦ βίου ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο“· βίου δὲ πέλαγος τὸν χειμαζόμενον βίον.
12 τὸ μὴ ἀναπλακεῖν οἷον κωλύει αὐτὸν μὴ ἐπιτυχεῖν τοῦ Ἅιδου.
προσηκόντως ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν.
Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ.
πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγματα ὥσπερ τὰς τῆς ἄρκτου στροφάς.
διὰ τὸ μείζονα κύκλον ὁδεύειν· Ἄρατος
χρῆναι φρονεῖν καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα.
μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε· οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς.
ἐν τοῖς τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δʼ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις ἀμερίμνως βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς
ὕψος εὐθυμίας αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, ταράττει τὴν νέαν ἡλικίαν ἀλλʼ ὡς τεῖχος ἀρραγὲς οὐ 15 φθείρεται ὑπό τινος οὕτως οὐδὲ ἡ νεότης ἐστηριγμένη ὑπὸ ἀμεριμνίας τῶν ἐν τῷ βίῳ κακῶν·
ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν τέκνων μερίδος.
πέλειαι διʼ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους ὀνομάζουσιν· Ἡράδοτος δὲ ἐν β΄ φησὶ ,,Πελειάδες δέ μοι δοκέουσι κεκλῆσθαι πρὸς
Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δοκοῦσιν ἀνθρωπίνῃ φωνῇ φθέγξασθαι „ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἧσαν“. Εὐριπίδης τρεῖς γεγονέναι φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφικέσθαι
Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν δὲ περὶ τὴν Δωδώνην ὡς καὶ Πίνδαρος Παιᾶσιν.
17
λόγων ἡδονὴν διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζεται ὅτι μέλλει χρηστὰ ἀπαγγέλλειν.
θεριζομένῳ ἵν᾿ εἴπῃ πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι.
καταφρονήσει σοῦ ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ. δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐχερὲς παραγενέσθαι.
πλησίον Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται.
δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας ἐκάλουν.
εὐχαῖς ἀντὶ ὁ πᾶς οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω.
εὐχὴν ποιησάτω.
πᾶσαι τὸν σωτῆρα καὶ παιᾶνα Ἀπόλλωνα.
οὐκ ἔστι στάσιμον ἀλλʼ ὑπὸ τῆς ἡδονῆς ὀρχοῦνται.
τῷ ταῦτα λέγειν ὀρχοῦνται ὑπὸ χαρᾶς.
πρᾶξιν τουτέστιν ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσφωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν προσφωνημάτων τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν.
τὰ θυμιάματα ἀπὸ ἀνθῶν ἢ καρπῶν.
ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ τινος κελεύσαντος;
δʼ ἀνιερώσῃ τοῖς θεοῖς.
γινόμενα κἂν ᾖ χαλεπά.
Εὔρυτον.
φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου δουλείαν.
τῶν αὐτοῦ τέκνων εἰ καὶ ἄφυκτα βέλη ἔχει.
ὧν ἔχων χόλον: ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν ἵππων ἀναζήτησιν.
τοῦ ὄρους ἐδίσκευσεν.
μιαιφονίαν ὅτι τὰς ἄλλας αὐτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν.
αὐτὸν ἀπὸ τοῦ φόνου.
δὲ μὴ παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς.
δὲ νοῦς, εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης ἀναβαλοῦ.
ἡλικίας καὶ φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής.
ἀνακρίνεις; ἀγνοῶ γάρ.
περιειργαζόμην· μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ 29 Λίχας διὰ τὸ ὕποπτον οὐδὲ τὸ γένος αὐτῆς ὡμολόγησεν εἰδέναι.
αὐτὴν λυπεῖν.
πάντων προσήκει σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν.
Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχαλίαν 31 (ἔκειτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας) καὶ ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα· τοῦ δὲ μὴ δόντος Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν καὶ τοὺς υἱοὺς ἔκτεινεν, Εὔρυτος δὲ ἔφυγεν εἰς Εὔβοιαν· Μενεκράτης δὲ οὕτως
λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς καὶ μίγνυσθαι ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξῆλθον εἰς τὴν Εὔβοιαν.
αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων αὐτὴν καὶ ἀγαπῶν.
ἐστὶ καὶ δυσγενὴς ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι;
ἄνθ ρωποι ἀλλʼ οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς συντιθέασιν.
τὴν δεσπότιν.
προσποιῇ ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην; ἣν ὑπʼ ἀγνοίας ὁρᾷς ἣν ἀγνοεῖς.
εἰς μέσον ὁ διελέγχων με.
ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ φιλονεικήσω πρὸς αὐτόν.
ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς οὐ δυνήσῃ ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ πιστευθήσῃ.
ἡ φράσις.
τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος.
ὁρᾷς γὰρ ὅτι φιλανθρώπως ὁμιλεῖ.
εἶπε κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμολογεῖν.
λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων.
πάσης κρατεῖ φύσεως· σθένος δὲ νίκης περιφραστικῶς τὴν νίκην.
ἀλλήλων ἐνεδείξαντο.
Οἰνίαι πόλις Ἀκαρνανίας διʼ ἦς ῥεῖ ὁ Ἀχελῷος· πληθυντικῶς δὲ λέγεται.
ταῦροι τοῖς κέρασι καὶ μετώποις μάχονται.
νύμφη περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύοντος αὐτὴν εἶπεν μέρους.
ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν.
τῷ Ἡρακλεῖ προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ ἐφύβριστον.
ἔχει ἡ πόσις πρὸς τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ δʼ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ
ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι αὐτῇ συνοικῶν.
λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ.
τῷ Ἡρακλεῖ.
κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν Δηιάνειραν ἔρωτι.
διὰ τοῦ κατασκευάδματος τούτου.
κομίσεις ὅπερ ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρʼ ἐμοῦ εἴη ἡ σφραγίς.
δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται.
εἰπεῖν.
Μηλιακὸν κόλπον ἔτι τε καὶ τὴν ἀκτὴν τῆς χρυσοτόξου, Ἀρτέμιδος, ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν ἥξει αὐλὸς καὶ 51 καταλήψεται ὑμῶν τὰς ἀκοὰς ἡδύ τι καὶ μουσικὸν προσπνέων, οὐκ ἐχθρὰν οὐδʼ ἀπευκτὴν φωνὴν ἀλλὰ θείας μούσης ἀντίλυρον ὅ ἐστι φωνῆς γλυκείας.
Ἡράκλεια ἅπερ λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτη κεῖσθαι· ἔνιοι δὲ ἐν Σικελίρᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά.
τόπους τῆς Οἴτης οἰκοῦντες.
ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμήστρᾳ μύσος καὶ ἀπʼ αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι Γραχὶν πύλη τῆς Τραχῖνός ἐστιν.
παρὰ θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπʼ Ἀρτε- 53 μισίῳ ναυμαχία συνέβη τοῖς Ἕλλησιν· ἐν Θερμοπύλαις.
φωνὴν ἀφʼ οὐ δηλοῦται ὅτι ὁμοῦ αὐλὸς καὶ λύρα ἀναφωνήσουσιν.
πόλεως εἰς δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει.
Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί.
καὶ πλείω τοῦ δέοντος.
φοβοῦμαι οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν.
οὐκ ἄν τις ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν.
πρᾶγμα εἰς μῆκος ἁπλώσω τὸν λόγον.
διεφύλαξα οὖν ὅσα μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ ἀντὶ τοῦ δυσαπάλειπτον.
κιβωτόν.
ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα.
λεπτὸν ἀποβάλλει.
βουλήσομαι ἴνα μὴ δόξω πονηρίᾳ ἀνῃρηκέναι τὸν Ἡρακλέα ἀλλʼ ἀκουσίῳ γνώμῃ.
οὐ δεῖ ζῆν ἥτις μὴ θέλει δοκεῖν ἐκ φύσεως εἶναι κακή.
καὶ πραεῖα καὶ συγγνωστὴ ἧς σε δίκαιον τυγχάνειν παρὰ τοῦ Ἡρακλέους· ἄκουσα γὰρ ἥμαρτες.
τῷ σῷ παιδὶ μέλλεις ἐρεῖν παραγινομένῳ.
χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος.
ξύλου· δρῦν γὰρ λέγει πᾶν δένδρον.
ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἢ τι τοιοῦτο· εἴρηται δὲ ἀπὸ τῶν λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὅν· Ὅμηρος
Λοκρῶν δʼ ἡγεμόνευεν Ὀιλῆος ταχὺς Αἴας· Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
δυσφημῶν, συνεχῶς μεμφόμενος, ἐπαρώμενος· ἔνιοι δὲ γράφουσιν ἐμματούμενος ἀντὶ μασώμενος.
δὲ ἢ τῆς παρακειμένης ἀναθυμιάσεως καὶ καπνοῦ ἢ τῆς παρακειμένης καὶ περικεχυμένης αὐτὸν φλογώδους νόσου.
ἐνῄσχυται γὰρ αὐτοῦ θανεῖν μὴ ἐγγελασθῇ ὑπὸ τῶν Οἰχαλίων.
ἐπιπνεύσειεν αὐτῇ ἀπιούσῃ ἴνα μηκέτι αὐτὴν ἴδοιμι· τροπικῶς δὲ τὸ οὖρος ὡς ἐπὶ νεὼς ἀντὶ τοῦ οὐριοδρομείτω.
πάλαι χρησθέν· προσέμιξεν δὲ ἀντὶ τοῦ προσερράγη ὀξέως.
μαντεύεσθαι.
ἀσφαλῶς νῦν ἡμῖν ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ἅσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν κατʼ ὀρθὸν ἀνυόμενα.
τὰ νῦν ἴδοι;
τοῦτο τεχνήσασθαι.
τῇ χολῇ.
τῇ χολῇ τῆς ὕδρας.
τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν αὐτῇ τὸν Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως; ὧν, τῶν νεωστὶ δρωμένων καὶ συμβάντων κακῶν, τὴν ἀμέλλητον βλάβην ὁρῶσα συμβᾶσαν τοῖς οἴκοις Δηιάνειρα τὰ κακὰ μὲν ἐξ ἀρχῆς αὐτὴ οὐ συνεῖδεν
ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ πολύοκνον ὅ ἐστι πολύφοβον, κατʼ ἐπίτασιν δὲ τὸ α.
τὸν νεαρὸν ἀφρόν.
Ἡρακλεῖ οἷον οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη τῷ Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται.
ἀπὸ τῶν πολεμίων γένοιτο.
θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης ἐν ἡ ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἴνα ἐνέγκῃ τὴν ὅλην· διὰ γὰρ ταύτην ἡ συμφορὰ ἐγένετο· τὸ δὲ
ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις λόγχη.
νυμφευθεῖσαν.
Ἰόλης βαλοῦσα τὸν Ηρακλέα.
φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι ἢ κατακούω θρήνου τινός;
ὡς θανοῦσα βέβηκεν; θανοῦσα δὲ ἐπεὶ καὶ ζῶντά ἐστί που πορευθῆναι.
ἑαυτὴν ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν;
βέλος δὲ εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος ἰοβόλον μέγα κακὸν προσετρίψατο τῷ Ἡρακλεῖ.
εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὄμηρος γὰρ τὸ μάταιον μέλεον καλεῖ
αὐτῆς καὶ τὰ αὐτοῦ.
αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἢ τινος τοιούτου ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ συμφοραῖς.
πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν· οὐσίας δὲ κοίτας, συνουδίας.
ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος.
ἐκ δʼ ἐλώπισεν ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ ἱμάτιον.
πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν ἑαυτὴν ἀνελοῦσα.
ἢ προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιάσατο ὡς κακοήθως ἀποστείλασαν αὐτὴν τὸν χιτῶνα.
ἑκάστην ὥραν τὸν θάνατον· πολλάκις γὰρ λύπῃ τινὶ ἢ δυστυχίᾳ περιπεσόντες ἑαυτοὺς ὑπεξάγουσι τοῦ βίου παραχρῆμα καὶ οὐκ ἀναμένουσι τὴν ἐπιοῦσαν ἡμέραν ὡς καὶ Δηιάνειρα.
κατὰ τὸν Ἡρακλέα ἢ τὰ κατὰ τὴν Δηιάνειραν;
αὐταῖς ὄψεσιν ἔξεστι θεωρεῖν ἐν τῷ οἴκῳ τὰ δὲ κατὰ τὸν Ἡρακλέα ἐκδεχόμεθα.
παμμέγεθές τι κακὸν πλησίον που τῆς οἰκίας χωρεῖν δυσιάτους ὀδύνας ἡμῖν ἐφελκόμενον.
καὶ πλῆθος θρηνούντων ἐπακολουθούντων αὐτῷ.
περὶ αὐτοῦ καὶ τί ἄν τις δοξάσειεν; πότερον τέθνηκεν ἤ ὕπνῳ βεβάπτισται;
μελέῳ ἡ φρὴν διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ δύναμαι.
οὓς ἐγὼ πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ σωτηρίας 81 ἐκείνων ἐγγὺς θανάτου ἐγενόμην; τὴν δὲ ἐκ τόπου σχέσιν εἶπεν ἀντὶ τῆς ἐν τόπῳ ὡς
σωτήριον προσαγαγὼν ἀπαλλάξει με τοῦ ζῆν;
ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευθερῶσαι τοῦ μοχθηροῦ βίου.
βαστάξαι τὸν Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατʼ ἐμέ· ἀνήκει δὲ ἀντὶ ὁρμᾷ ὤξυνται μεῖζον, φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί.
διʼ ἐμοῦ.
οὐ δύναμαι.
ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφʼ οὐδείς σε μέμψεται ὡς πατροκτόνον.
περιπεσοῦσαν.
βαλλομένη· ἢ ἐπεὶ ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους.
ὅτι τέθνηκεν.
λάβοις.
καὶ ἐξεγήγερται.
χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον;
φησιν εἶναι, οὗτος δὲ τρίκρανον.
πρᾶγμα ἐκτός ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι.
ἄπιστον γὰρ διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτἐστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· τοῦτο δὲ εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί.
χρηστόν τι διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν.
παῖς ἐμὸς εἶναι.
γὰρ ἡ ψυχὴ
γὰρ τοὺς χρησμὸν δεχομένους παραχρῆμα γράφειν ἵνα 92 μὴ ἐπιλάθωνται· ἔνιοι δὲ χωρὶς τοῦ σ γράφουσιν Ελλοὺς ἀποδεχόμενοι καὶ Ἐλλοπίαν τὴν Δωδώνην νομίζουσιν εἶναι· τὴν γὰρ χώραν οὕτως Ἡσίοδος ὀνομάζει ἐν Ἠοίαις λέγων οὕτως
Εὐβοίᾳ οἰκήσαντας.
δεῖ δέ σε εἴκοντα τῇ ἐμῇ προστάξει πράττειν ὅ βούλομαι· τὸ γὰρ τοῖς γονεῦσι πείθεσθαι νόμος ἐστὶ κάλλιστος καὶ εὐκλεὴς παρὰ πᾶσιν.
πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ.
προσισταμένων.
μοι· ἢ ποιήσω δὲ εἰ βούλει σύ.
θέλεις φίλων· οὐ γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν.
ταῦτα πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην εἰ μὴ μαινοίμην.
τὸ συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί.
ἄγε οὖν, φησίν, σκληρὰ ψυχή, ὡς ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον ἐνδοῦσα τὸ σεαυτῆς στόμα ἐμφραγῆναι ὡανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ μηκέτι ὕδωρ ἀνιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη.
ὅτι ἀπαλλάττεται τῆς νόσου ἀκούσιον δὲ ὅτι λυπεῖ πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ
εἰ μὴ μόνος ὁ Ζεύς.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.