ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
ἀδελφὸς κοινῶς λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας· τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς Ὑδροφόροις τέταχεν
οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ; ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ποῖον ἀρκοῦντος θατέρου.
τοῦτο τραγικοῖς.
μετεπεμπόμην.
ὁ μάντις.
κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ Κρέων τὸν δὲ οὔ;
γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· ἔτι γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ.
πρᾶγμα ἀντὶ τοῦ οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλʼ ὡς μέγα· ἢ οὕτως, οὐχ ἐς οὐδὲν ἀλλὰ μέγα.
εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ᾿φάπτουσα ἀντὶ τοῦ λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν.
τὸν ἑξῆς στίχον νενοθεῦσθαι.
τὰ ἡμέτερα βουλεύματα εἴργειν.
τε καὶ γυνή.
τούτων χείρονα.
δέξομαί σου τὴν ἐπικουρίαν.
τουτέστιν εὐκλεέστατος.
ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα ἐργασαμένη.
καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ ταῦτα τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προτρεπόμενα.
νενόμισται τὸ θάπτειν νεκροὺς οἷς μᾶλλον δεῖ πείθεσθαι ἢ τοῖς τοῦ Κρέοντος κηρύγμασιν.
καὶ ἐφυβρίζει ἐν οἷς δοκεῖ αὐτῇ προσχαρίζεσθαι.
τιμωρίαν αἰνίξηται.
καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα.
ὁ δὲ νοῦς καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ κινήσασα χαλινῷ φυγάδα.
φυγήν.
ὑποθέσεως.
στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις.
διδόναι πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς
ὄντα.
Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει.
καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ 15 ἠνέσχετο ἀλλʼ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει.
δρομέων.
φησί, πτῶμα ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ τοῦ τύπου ἀλλ᾿ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φορὰν ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλωθεὶς σημαίνει τὸ διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων
ἐν μελαμφύλλῳ δάφνᾳ χλωρᾷ τʼ ἐλαίᾳ τανταλίζει. ἄλλως: ἄνωθεν τυπεὶς ὑπὸ τοῦ κεραυνοῦ, κάτωθεν δὲ ὑπὸ τῆς γῆς· ὑπὸ τὸν κεραυνὸν γενόμενος, ὅτι τῷ Ταντάλῳ ἡ Σίπυλος ἐπικατεστράφη.
ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ πόλεμος.
κεραυνὸς καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ δεξιόχειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος.
τὴν νίκην καὶ ἡ νίκη αὐτὴν ἀντεφίλησεν· πρὸς χαίρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ τῶν κακῶν χαρεῖσα.
ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλελίχθων ἄρχοι τῆς χορείας.
παρατήρει δὲ ὅτι πάντῃ ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι μὲν αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα 19 δὲ δηλοῦσθαι· καὶ τὸ τοῦ βασιλέως ὄνομα εὐθὺς παρατήρει Κρέων ὁ Μενοικέως καὶ τὸ νεοχμὸς δὲ οὐκ ἔστιν ἀργόν.
ἀρχὴν καὶ τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλʼ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο κατορθώσας.
ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι
ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοῖκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν 20 χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ.
κατὰ συγγένειαν.
καὶ παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα.
χθονὸς πόλεως.
κηρύγματος λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ τῆς τοιαύτης τιμωρίας.
τοῖς ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν.
οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων τοῦτο ποιήσειν· θήλειαι γὰρ ἦσαν.
πρὸς σὲ ἢ μή.
λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ σιγῆσαι οὐδὲν ἄλλο λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ τὸ ἑξῆς διανόημα, ἐλπίζω γὰρ ὅτι οὐδὲν ἄλλο πάθοιμι ἢ τὸ μόρσιμον ὥστε οὐδέν μοι χεῖρον ἀποβήσεται ἐκ τοῦ εἰπεῖν.
ἐλήλυθα.
σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων ἀκοῦσαι εὔελπιν αὐτὸν ποιεῖ ἐς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ ἀπειλεῖ κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν καὶ ἀνδράσι βασιλικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον.
καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης Ἀθήνησι κατηράσατο τοῖς περιορῶσιν ἄταφον σῶμα.
ἐγεγόνει.
εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν ὅπως οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος
καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοιμοι ἦμεν πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ πίστεις διδόντες μύδρους βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν.
ἀπαγγεῖλαί σοι· ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλλουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι γάρ τινες λέγονται.
ἠρέμα ψιθυρίζοντες ὕβριζόν με.
ταῦτα, φησίν, ὑπʼ ἐκείνων πράττεται τῶν μὴ βουλομλένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν ἀρχήν.
Κρέοντος ταῦτα λέγεσθαι ἐς καὶ ἐν τοῖς κωμικοῖς.
Ὅμηρος
οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ 29 τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν.
τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν.
εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει.
καὶ Θεόκριτος
ἀλλὰ καὶ τιθασεῦσαι.
ὑπὸ ζυγὸν ἄξεται.
ὧν τὰ ἄστεα νέμονται ὅ ἐστι διοικοῦνται.
καὶ ἐπʼ οὐδὲν ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα.
τὰ ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω.
ἐν τῇ πόλει ὑψηλός.
ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης δόξης δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν.
νεκρὸν ὃν σὺ ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν τε καὶ ὑποτακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· Κρατῖνος
ἰχῶρα ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι διαλελυμένον καὶ δίυγρον.
μὴ φέρῃ πρὸς ἡμᾶς τὴν ὀσμήν.
στρόβιλόν τινες καλοῦσι παρὰ τὸ στροβεῖν.
ἐπιφέρειν.
τι κακὸν τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι. ἄλλως. τῶν λάθρᾳ τι κακὸν βουλομένων δρᾶν ὁ θυμὸς προκλέπτεται καὶ περὶ τὴν κατάστασιν τοῦ σώματος ἔνδηλόν τι γίνεται τὸ κατηγοροῦν τῆς πράξεως αὐτῶν.
τοῦ κάτω ὡς τὸ
τοῖς φιλοῦσιν.
ὀφρύων ὕπερ, ἵνα τὸ ἑξῆς τοῖς πρώτοις συνάπτηται, καὶ μὴν πρὸ πυλῶν ἥδ᾿ Ἰσμήνη φιλάδελφα δάκρυα 40 λειβομένη αἱματόεν ῥέθος αἰσχύνει τέγγουσα εὐῶπα παρειάν, νεφέλη δʼ ὀφρύων ὕπερ.
ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατηφέστερον πεποιηκυῖαν.
δράσασα ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι.
σοὶ ἀλγοῦσα γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι.
οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ κἀμοῦ συνειδυίας τὰ πραττόμενα.
τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ.
ὅτι εἰ καὶ μὴ συνειργάσατο ῥίπτει ἑαυτὴν εἰς κίνδυνον.
νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ γοῦν μένει κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι κοινωνός.
τὸ ἀποθανεῖν ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ δέδοκται μηκέτι διατρίβειν ἐν τοῖς λόγοις.
ἀλλὰ φρουρεῖσθαι· φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολμηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον.
ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ κίνημα ἐκσεισθέντι κύματι ταῖς τοῦ Βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλʼ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος εὐχερῶς
ἀνανεύει.
τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο φῶς, φησί, καὶ σωτηρία ἐν τοῖς οἴκοις τοῦ Οἰδίποδος ἐσχάτης ὑπὲρ ῥίζης ἀντὶ τοῦ ὅπερ ἔβλαστεν ἄνω τῆς ῥίζης θάνατος καταλαμβάνει. νῦν γάρ, φησίν, ὅπερ ἦν λείψανον γενεᾶς τοῦτο μέλλει καλύπτειν ἡ κόνις,
τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα.
αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς ζῴοις παραμένων.
μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν.
ἀνθρώπους τὸ συμβησόμενον· ἢ οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσάγειν βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀνθρώπων κοινὸς τοῦτο ἔχει, μηδένα ζῆν ἄνευ λύπης.
μὴ στοχασμῷ χρώμεθα ἀλλʼ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα παρὰ τοῦ παιδὸς πυνθανόμενος.
τοῦτο δέ φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ.
μὴ τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω.
τῆς ἐμαυτοῦ πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως.
στρατοῦ τροπὴ γίνεται.
ἀντιτείνοντα τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος
δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα.
γυναικός.
ἀπειλὴ πρὸς μωρὸν ἄνθρωπον λεγομένη; σημείωσαι.
θέλουσιν ὑπομεῖναι τὴν σὴν μανίαν.
ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές.
μέμνηται· πάλαι γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην· τὸ δὲ ἐρᾶν πλουσίους ἔχει· καὶ ἡ παροιμία
ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ τῶν ἐν πόντῳ ἐρῶσιν.
ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ τὸν ἔρωτα μόνον.
τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν.
βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν πάρεδρον ἐν ταῖς ἀρχαῖς τῶν μεγάλων θεσμῶν.
οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ βίου· ἢ ἀντὶ ἰδίοις αὐτῆς νόμοις χρησαμένη.
τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη.
καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ.
πανταχῇ τῇ πέτρᾳ.
καὶ τύχης.
ἔσχατον θράσους ἐν τῷ παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων.
τὸ ὑπὸ ταύτης δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι ἀρχόντων καταφρονοῦσιν.
τρόπος.
αὐτὴν ἀπήγαγον πρὸς εἰρκτήν· ὁ δὲ λόγος, ἆρα ἴστε ὡς εἰ χρεῖʼ ᾖ λέγειν ἀοιδὰς καὶ γόους πρὸ τοῦ 62 θανεῖν οὐδέποτέ τις παύσαιτο; δεῖ οὖν ἐκ βίας ἕλκειν αὐτήν.
ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν ἀνῃρηκέναι.
ἄνω οἰκεῖν.
Πολυνείκους μετὰ οἴκτου μνημονεύει.
αὐτῆς.
χαλκῷ οἴκῳ ἐκέκρυπτο.
τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν.
γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν γίνεται.
καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλʼ ἀπλῶς τῇ παραθέσει τῶν ὁμοίων δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν.
κακοῖς.
ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς Μούσας ὕβρισεν.
δὲ τοῖς κυανέοις πελάγεσι τῆς διδύμης θαλάττης γέγονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας· κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περιεχομένοις· διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπʼ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ συνιέναι αὐτὰς
καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν.
Ἀἰσχύλος
Ἄρης ὡς καὶ ὁ ποιητὴς τὼ μὲν ἄῤ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον· τὸ δὲ ἵνα τοῖς ἄνω συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα.
ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν.
συνῆψε τοῖς Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρεχθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαῖν καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγένοντο Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν Κλεοπάτρας θάνατον ἐπέγημεν
δαίαν τὴν Δαρδάνου, κατὰ δέ τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημονεύει ἐν Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα τοὺς τῆς Κλεοπάτρας παῖδας ἐν τάφῳ καθεῖρξεν, ὡς δέ τινές φασιν ὅτι κατεψεύσατο αὐτῶν ἅτε δὴ πειρασάντων
αὐτὴν ἐφʼ οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος ἐν τῇ Βιβλιοθήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεοπάτραν ὁ Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς ἐτύφλωσεν παῖδας.
Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν ἡ Κλεοπάτρα.
70 ἁμίπποις ταῖς ἐξισουμέναις ἵπποις ὡς καὶ Ὅμηρος
μετʼ ἄλλου ἐστίν.
ἐκόμισαν καὶ οὕτως ἐμόλυναν ἅπαντας.
μετέβη.
οἱ ἄνθρωποι.
γὰρ Πολυνείκη οὐ θάψετε.
καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ τὸ
δέ, φησίν, ὧν ἄρχεις ἐπαναστήσονταί σοι.
βλάπτουσι.
τάφον.
τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου.
πῦρ ἐκεῖσε ἀναδίδοται.
ἄντρον ἐν Παρνασσῷ.
καὶ ἐν Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο.
ἀπὸ τῶν ἁλιέων· βόλος γὰρ ἡ τοῦ δικτύου ἄφεσις.
πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω
παρὰ τὸ καίνειν τοῖς ὁδοῦσι.
ἐστιν οἶμα ἐξέπνευσεν.
Κρέοντος τὸν παῖδα βαστάζοντος.
υἱον ἀποθανεῖν.
ἐν φοναῖς εἰς φονάς.
ποσὶ κακὰ ἂν ἐλάχιστα ἡ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν τις ἀναχωρῇ ἢ τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστι· τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν ἐστι.
κράτιστα γράφε βράχιστα.
ῥεχθὲν δέ τε νήπιος ἔγνω.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.