ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
οὖν κέχρηται τῷ τέκνα σπερεῖ πατήρ· νέοι ὄντες νῦν ἀπὸ τοῦ ἀρχαίου Κάδμου· οἰκτρὸν δὲ τὸ νέα.
ἀντὶ κεκοσμημένοι· εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν· στέμμα δέ ἐστι τὸ προσειλημένον ἔριον τῷ θαλλῷ.
παιᾶνας ᾄδουσιν οἱ δὲ ἐπταικότες ἐπὶ τοῖς οἰκείοις κακοῖς ἀποιμώζουσιν.
φέρει τὸν θεατὴν τῶν περὶ τοῦ Οἰδποδος· οὐκ εὐθὺς δὲ τὰς αἰτίας τῆς δόξης ἐπάγει ἀλλὰ ταμιεύεται κατὰ βραχὺ ἐν καιρῷ ἐνθήσων· καλῶς δὲ οὐ διʼ ἀγγέλων ἀπήγγελται ἴνα διαλεγομένου αὐτοῦ ἐκ Δελφῶν εἰσαγάγῃ τὸν Κρέοντα.
γέροντος.
τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ ἱερεῖς ὁμοίως.
ἐν ταῖς Θήβαις ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν γκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν Θήβαις εἶναι ἀλλʼ ἐν κώμῃ.
τῷ Ἰσμηνῷ Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς ὡς φησι ᾶιλόχορος.
Ὅμηρὸς
τὸ θεῖον κοινωνίαις καὶ φιλίαις τὸ στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.
ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.
πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.
συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.
πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε
ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες
ἐν εὐδίᾳ γεγόναμεν.
ἄνδρες γὰρ πόλεως πύργος ἀρήιοι καὶ Δημοσθένης, ἄνδρες γὰρ πόλις καὶ οὐ τείχη· ὅμοιον δὲ τὸ τῶν νεῶν ταῖς πόλεσιν ὅθεν καὶ τὸ τροπικῶς τοῖς ὀνόμασιν ἀπὸ τῶν εἰωθότων χρῆσθαι ἐπὶ τῶν πόλεων οἴακας νῦν ἀντὶ τοὺς ἄρχοντας λέγοντας
καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας.
βοηθείας δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον.
ἐπιβολὰς ἐν τῇ σκέψει πλανώμενος ἦλθον ἕως οὔ ἀρίστην εὖρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν· ἀρσενικῷ δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ.
δὲ δείτνυσιν ἡμῖν τὸ σχῆμα τοῦ ὑποκριτοῦ ὁποῖον εἰσῆλθε.
ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ φησί.
καθεστώτων φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους.
μόνον τὸ ὑπʼ αὐτοῦ ῥηθέν.
νῦν οὔτε θαρσήσας οὕτε ἔμφοβός εἰμι τῶν ὑπὸ σοῦ ἀκούσας.
καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως αὔξοιτο τὰ τῆς τραγῳδίας ὕστερον αἰτίου αὐτοῦ τῶν κακῶν ἀναφαινομένου.
πλέον ἀγωνίζομαι ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς.
τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου.
ζητεῖ τὰ καθʼ ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας ἵνα καὶ ἀφορμὴ ἧς εἰσόδου γενήσεται.
ᾠκονόμηται ἵνα τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα.
τὰ κατὰ τὸν φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτέστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ παρακείμενα ἡμῖν.
ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής, ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται.
πεπλαγίασται δὲ πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν φόνον ὁ Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται.
φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ πατρὸς καὶ παρʼ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ Ὅμηρὸς
δὲ τὴν περίφοβον· καὶ Ἀλκαῖος
συναπτέον, ἀγωνιῶν τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα.
χρόνον ἀνύσεις;
καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν.
τῇ Ἑκάτῃ, ἡ δὲ θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν.
λοιμῷ τὴν εὐχὴν γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα δὲ διὰ τὴν μαντείαν.
αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως.
φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον.
οὐκ ἀνέχουσιν τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν τῷ νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετʼ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία
τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν.
τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν· καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους.
ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων.
19 (τάττει δὲ τοῦτο ἐπὶ τοῦ λοιμοῦ), τὸν δίκην ἀναιροῦντα πολέμου· ἀπὸ κοινοῦ δὲ τὸ πέμψον.
μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν,
ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω, πέμψον ἀλκὴν ὥστε παλινόρμητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ πόλει.
συμπληγάδες πέτραι εἰσίν.
φθάσασα αὐτὸ ἀπολέσαι τοῦτο μεθ᾿ ἡμέραν ἀνήρπασται.
τῶν κακῶν ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου οὐδὲ μὴν καθʼ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών. ἃ δʼ αἰτεῖς ὧν δʼ αἰτεῖς.
πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος· ἐλπίδα δὲ αὐτοῖς ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα προθυμότερον συλλάβωνται αὐτῷ.
γὰρ εἶναι ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν φερόντων.
οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προτρέπεται τοὺς μηνύοντας.
φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρότερα· ἃ ᾿κ τῶνδε δὲ οἷον ἀπʼ αὐτῶν ἀναγκασθεὶς τῶν πραγμάτων.
τὸν φονέα.
πολυπραγμονούμενον ὑμᾶς ἔδει κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν ἀναζητεῖν.
μήτε τοὺς δράσαντας ἐπίστασθαι.
ὅπερ ὑπόψυχρον.
τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι, τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαντεύεσθαι κατὰ τοῦ Οἰδίποδος τὰ ψευδῆ.
ψιθυριζόμενα.
καὶ ἐξετάζων· ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι τῆς σπουδῆς.
τῷ φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ Οἰδίποδος· διαλελυμένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν.
πλῆρες, ὃ δὲ βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι.
Τειρεσίου ἀρχὴν ὅτι ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν τὰ τῆς διαθέσεως ἄριστα.
ἐκφανῶ τὰ ἐμὰ ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ ἀποκρύπτεται.
οὐ λέξεις, ὦ κακῶν κάκιστε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ᾿ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις· ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γ᾿ ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμπαθὴς
καὶ ἀδάκρυτος· τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος, ἀμείλιχος.
εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατʼ ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο, τὰ τοῦ ἀναγνωρισμοῦ ἐν οἷς καταγέγονε μάλιστα ὁ ποιητής.
Κάλχαντα.
30
τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης δυνέσεως.
τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ βασιλεύσειν.
τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπεστέρῳ ἐπὶ τοῦ Κρέοντος.
δὲ ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα.
τοῦ βίου ἀνατροπήν.
δέχεται εἰς ἔπαινον.
τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ ἀνακαλύπτηται ἡ ὑπόθεσις (διὸ αἰνιγματωδῶς πάντα φησὶ) τοῦ τε τῷ προσώπῳ πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετʼ ὀλίγον φανησόμενα.
νῦν δὲ οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀναλογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ ἀνατρέχει ἐπὶ τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος 34 ὅντινα ἐμφανίζει τὸ μαντεῖον; ἢ οὕτω, τίς ἐστιν οὗτος ὃν κατώπτευσεν ἡ Δελφὶς πέτρα οἷον ὁ μὴ λαθὼν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος;
ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμένων· οἰκεῖα δὲ ταῦτα τὰ ὀνόματα, ἄντρα καὶ πέτραι.
καὶ ὅτι τούτου χάριν ὁ Ζεὺς ἐκεῖσε τὸ μαντεῖον ἱδρύσατο.
ἐστι· γένοιτο μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη ἐκ μαντικῆς ἐστιν ἀλλʼ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν.
ἡδέως διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα. κρίσει.
τὸν Κρέοντα ὅτι ἴσως κατʼ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς. ὑπὸ τοῦ μάντεως.
ταῦτα ἐλέγετο ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται.
μετʼ εὐνοίας σοῦ ἀκούω διὰ τὴν δυσμένειαν.
ὡς ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ ἂν γένοιτο κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι. κεῖνα τὰ κακὰ ἀντὶ τῶν καλῶν.
θάνατον.
ἐν χρόνῳ γνώσῃ τάδʼ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ· ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ τὴν ἄμυναν εἶναι.
λόγῳ (ἀπελογήσατο γάρ), νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου αἰδέσθητι.
ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχόμενον μύσει οὕτω, δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς
τῶν λόγων.
ἐξ οὗ μάλιστα ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς συνῄδει τὸ πᾶν.
δείκνυσιν ὡς οὐ διʼ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα κινδυνεῦσαι.
τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῇ παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν.
δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ πρῴην εἶχον περὶ ἐμέ.
τὴν αἰτίαν, ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνωρισμοῦ.
ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ πραΰνεις με ὑπὲρ τοῦ Κρέοντος;
διάνοιαν εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν.
Αἰσχύλος περὶ Ποτνίας οὕτως
Κρίσσαν τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα.
ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν.
γυναῖκα θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος.
ὡς ἂν διʼ ἄστρων τεκμαιρομένων τὸν πλοῦν.
ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν εἰ αὐτός ἐστιν.
τίνα ἕξεις γνώμην;
οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος.
ταῦτα δέ φησι τὴν Ἰοκάστην αἰτιώμενος ὅτι ἀσεβῶς ἔφη ἐψεῦσθαι τὸν Ἀπόλλωνα· φέροντι οὖν τὴν εὔσεπτον ἁγνείαν τῶν λόγων καὶ τῶν ἔργων τῶν περὶ τῶν θεῶν περὶ ὧν νόμοι πρόκεινται, ἔργων καὶ λόγων· τὴν περὶ τούτων λέγοντες ἀκρίβειαν καὶ τῶν
μαντειῶν ὅτι οὐδὲν αὐτοῖς ὑγιές ἐστιν.
λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα· ἀσυνδέτως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττομένη
εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρωμένους αὐτῇ κατεκρήμνισεν· ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς ἀνάγκην γενέσθαι ὑφʼ ἑτέρων κρατηθῆναι.
ὕβρεως δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ ποσίν.
πόλει ἐξ οὗ κρατεῖ τῶν ἀντιπάλων.
ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι.
τὰς τῆς ψυχῆς κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττων;
καὶ τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν.
ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ γὰρ ἐπὶ Λαΐῳ θεσπισθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ ψευδῆ νομίζεται.
Καλλίμαχος
τιμώμενον.
αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ ἐκτεθέντα τὸν Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ.
ἀρχῆς ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν ἐπὶ τὰ οἰκεῖα.
θανάτου.
δου,
ι μακραίων ἀπέθανεν καὶ οὐ δεῖ ἐπʼ αὐτῷ ἀπολοόρεσθαι.
ντιγόνῃ
Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί, παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ.
ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν.
νήσεις μίαν συγκατάθεσιν ποιοῦσι· μάλιστ᾿ ἂν ταῦτα ποι ἡ Ἰοκάστη.
Ἀττικόν.
λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς τὴν αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ Οἰδίποδος.
ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα θηρία.
καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ ἀνατίθησιν.
66 καὶ οὗτοι ἂν εἶεν οἱ τρεῖς χρόνοι· ἐμμήνους δὲ τοὺς ἐν μησὶν ὁριζομένους, οὐκ ἐνιαυτοῖς.
ἐπὶ τὸ ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβληθέντος ἑτέρου τινὸς ἐπὶ τὸ ἀναγκαιότερον τρέπεται.
προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ.
πύργος δὲ ἀντὶ τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν.
πύλας τουτέστι κλείσασα· Ὅμηρος
τὴν ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη.
καὶ ἀγνωσίᾳ.
δείξῃ τοῖς πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν ἐπαρασάμενος.
καὶ ἁλλομένων.
τοῦ ἀδάμαντος.
τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με.
ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με.
ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν.
Κρέων ἐπανερέσθαι φησὶ δεῖν ὅτι καὶ Λαΐου παῖς καὶ βασιλεὺς τυγχάνει.
κεκυρωμένον.
τὼ χεῖρε.
ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν.
προσδοκᾶν ἕως ἄν.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.