EΙΣ ΗΛΕΚΤΡΑΝ.
γὰρ ἀγνοοῦντι δείκνυσιν ὁ παιδαγωγὸς τῷ δὲ ἀπιστοῦντι ἡ Ἀθηνᾶ· ἅπαντα δὲ ἡμῖν φιλοτέχνως ἐν βραχεῖ δεδήλωκεν ὁ ποιητής, τὸν τόπον τῆς σκηνῆς, τὸν τρόπον ὡς παρέλαβεν αὐτὸν παρὰ τῆς ἀδελφῆς καὶ πρὸς τὸν Στρόφιον ἐξέθετο, τὸν καιρὸν ἐν
πάρεισιν εἰς τὰς Μυκήνας, τὸν συνόντα ὅτι Πυλάδης· φησὶ γὰρ ὑποκατιὼν
ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον.
ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη.
παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων ἣ ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλʼ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἤρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν
διὰ τὸ νόμιον εἶναι καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἀργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων
3 ἐγχαράττεσθαι τὸν λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε.
ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίηνται τὴν ὁδόν.
ἐγένοντο.
φαίνεται.
ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι.
ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή οὖν σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿ ἐπὶ παντὸς τοῦ σώματος.
ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ 6
Φανοτέως.
αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου
γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.
διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἄιδου συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν τῶν Τρωικῶν Αἰθαλίδης ὤν ὁ Ερμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο
8 οὖν ἔοικεν ἀποτείνεσθαι ὁ Σοφοκλῆς· ἔνιοι δὲ οἴονται ἀπιθάνως εἰς Ὀδυσσέα ἀποτείνεσθαι· οὐ γὰρ πέπρακταί τι τοιοῦτον Ὀδυσσεῖ· ἐφυλάξατο δὲ ὀνομάσαι τὸν ἄνδρα· καὶ μὴ τῶν θαυμαστῶν εἶναι δόξῃ εἰ ἐν τραγῳδίᾳ
καὶ μύθῳ παλαιῷ τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ προσκρουστικὸν εἰς τοὺς καθʼ ἑαυτὸν ὁ μᾶλλον ἥρμοζε κωμῳδίᾳ.
μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.
τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.
σκοπεῖν ἀναγκάζει.
Ὀρέστου.
πρὸς ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσόμοιρον δέ φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρʼ ὅσον
παρατείνειν ἀλλήλοις τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλοσόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον
ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον· ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον.
ὅσα μοι σύνοιδας θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠθὰς τῶν θρήνων ᾔσθου πολλὰς δὲ πληγὰς αἱμασσομένων τῶν στέρνων, πληγὰς ἀντήρεις· τραγικώτερον δέ πως ἀπήγγελται ὤστε τὴν διάλυσιν αὐτῶν μὴ πάνυ πολιτικὴν εἶναι·
μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας.
ναῦς· ἀντήρεις οὖν ἀντικτυπούσας τοῖς θρήνοις· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον.
κλαίω αἱ εὐναὶ ἴσασιν ὅσα δὲ διʼ ἡμέρας ὁ ἀὴρ καὶ 12 τὸ φῶς, λέγει δὲ ὅτι οὐ διαλείπω οὔτε νυκτὸς οὕτε ἡμέρας κλαίουσα.
Ὀρέστου καὶ διὰ τί θρηνεῖ.
πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρίπάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ τηλικούτου καὶ τοσαῦτα διαπραξαμένου τὸ εἰπεῖν
Ἄρεως τραύματα καὶ φόνοι· καὶ Ἀρχίλοχος 13 ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι.
ἀδίκως ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα ἀεικῶς δὲ ὅτι πελέκει αὐτὸν μεθʼ ὕβρεως ἐτίσατο.
νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.
ὅς ἐπὶ τὸν Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ
Ὅμηρος
ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;
ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν στενάζουσαν.
ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτε ἐπιλανθάνου τῆς ἔχθρας.
θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ
κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος
ἀνεπίστροφος (ἀπὸ κοινοῦ γὰρ τὸ ἀπερίτροπος) τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλʼ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται.
ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος πέπρακται.
ἐλεεινὸν δὲ τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν.
ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός, οἰκτρὰ δὲ καὶ ἡ περὶ τῆς κοίτης αὐτοῦ οἷον οἰκτρὰ πέπονθας καὶ ὅτε ἤκουσας παρεῖναι Ἀγαμέμνονα προσδοκῶσα ὅτι ἐπιβουλευθήσεται, οἰκτρὰ δὲ ὅτε καὶ ἡ πρᾶξις γέγονε καὶ ἀνῃρέθη.
ἑστίασιν ἐν ᾗ ἀνῃρέθη.
πρᾶγμα λέγει τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει.
βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς ἐχθροῖς.
τῇ Ἠλέκτρᾳ μὴ ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυταιμήστρας καὶ Αἰγίσθου χωρεῖν· οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν.
οὐ διʼ ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς δυνατοῖς. καὶ ἄλλως: 24 ταῦτα δὲ ἃ πράττεις οὐκ ἐριστὰ τοῖς κρατοῦσίν ἐστιν τουτέστι τοῖς περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας ποιεῖσθαι ἀσύμφορον.
ἀκούσομαι τὰ συμφέροντα ἢ παρʼ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους ἔχω ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας.
πατέρα ἄλυτόν μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλʼ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι.
οὖσα τῆς τῶν δακρύων νομῆς· κεῖται δὲ καὶ ἀνήριθμος 25 καὶ ἔστιν ὁ λόγος, οὐκ ἔσομαι ἀνήριθμος θρήνων ἀλλʼ ἐν θρήνοις ἀριθμηθήσομαι.
μέχρι παντὸς ὀδύρεσθαι.
ἀποδεχομένη εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε εἰ ὁ ξυνοικῶν μοι τοιοῦτος εἴη ζηλοίην τὰ ἐκείνου ὥστε καταφρονεῖν τῶν γονέων.
ὀξυτόνων γόων τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλʼ ἐν τῷ τιμᾶν τοὺς πατέρας εἴην διὰ τῶν γόων.
τοῖς φθάσασιν ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι βούλεται.
τῆς μητρὸς καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν.
αὐτῶν, ἔτι δὲ τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι.
πατρός.
ιγ΄ εἶναί φασι Γαμηλιῶνος ἐς Δεινίας ἐν ζ΄ Ἀργολικῶν.
29
δικαιολογεῖται ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογισμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ φθέγγονται.
προαιρέσει χρῶμαι.
ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοιδορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος φρονεῖν.
φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ παρορᾷς.
μὴ λυπεῖν τοῦ μὴ λυπεῖν τὸν πατέρα.
μὲν γὰρ σμικρὰ ἡ δὲ ἀνειμένη.
δείματά τινα τῇ Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπικαλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον κἂν νῦν παρεστάναι.
προσομιλήδαντος.
τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί.
αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις μετὰ σοῦ γενέσθαι.
φησίν, εἰ μὴ τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε 36 ταῦτα ἔπραττεν ἐπὶ τιμῇ τοῦ πατρὸς ὃν αὐτὴ ἀνεῖλεν· εἰκὸς οὖν αὐτὴν τοῦτο ἐπί τινι λυσιτελοῦντι πράττειν ᾧ μὴ ὑπουργήσῃς σύ.
τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὅς ἐμασχαλίσθη ὑπὸ τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεἵ δὲ διαφωνίαν
δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος
ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι καὶ περιάπτειν ἑαυτοῖς τὰ ἄκρα συνείροντες διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι παρʼ
ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς 37 γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα· καὶ Ἀπολλώνιος
ἠκρωτηριάσθη.
τάφον ἐπὶ τὸ εὑρεῖν τὸν βόστρυχον Ὀρέστου.
ἀντὶ ταινίας.
ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν.
φόνῳ ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι.
ἀλλὰ παράνομα διὰ τὴν μοιχείαν.
θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς διόπερ καὶ νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυταιμήστρα οἷς οὐκ ἔπρεπεν.
ὅτι κακῶν ἦν σημαντικός. ἄλλως: θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν.
Ἠλέκτρᾳ.
προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θάλασσαν.
Ἀργείοις· καὶ ἑρμηνεύει αὐτὸ λέγων
ἐστιν, ἀφʼ οὔ ὁ Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ Ἑρμῆς πατὴρ Μυρτίλου ἐμήνισε τοῖς Πελοπίδαις.
αἰτίαν· οὐχ ὡς δίκαια δὲ πραττούσης συνηγορεῖ ὁ ποιητὴς ἀλλʼ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσωπον.
γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ συμφωνεῖ αὐτῷ Ἡσίοδος
μέρει τῆς ἱστορίας κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας.
44 τέκνων δαίσασθαι πλέον ἵμερόν τινα Ἄιδης ἔσχεν ἢ τῶν ἐκείνης;
Αὐλίδι.
διὰ τὴν θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι 46 τὸν Ἀγαμέμνονα, τὸ καὶ μέχρι τοῦ νῦν αὐτῷ συνεῖναι καὶ συνοικεῖν.
κατὰ σαυτῆς νομοθετεῖς.
ενοχος, στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου οὖσα ἀλλʼ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀῥέστην ἐγώ.
λόγου φησὶ
οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε τηλικαύτῃ.
προθέσεως.
καὶ τοῖς λόγοις μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα.
ἔφη γὰρ
δὲ θυμιάματα.
ἀλλʼ εἰς τὴν Ἠλέκτρον.
οὐδὲ ἐξεῖπε πρός τινα οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ 50 δισσῶν τῶν ἀμφιβόλων καὶ δισσοποιῶν· ἔλυσεν δὲ αὐτὸ εἰποῦσα
φίλοισί τε καὶ τέκνοις συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπʼ αὐτῶν εἰς ἐμὲ ἢ ἀπʼ ἐμοῦ.
ἀμφοτέρας ἀπαγγέλλων, δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς ἀγνοῶν.
εἰπεῖν τὰ ἑξῆς.
τὰ τέρματα ἀλλʼ ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως. ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ ἀντὶ τοῦ ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνη, ὡς ἐπὶ τῷ εἴδει οὕτως καὶ
ἐπὶ τῷ ἔργῳ.
53 θεὸς ὁ καὶ πτερόεντʼ αἰετὸν κίχε καὶ θαλασσαῖον
οὐ προτέθεικεν πρὸς τὸ τοῦ πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἴ δὲ Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος
ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν 54 προηγεῖται δασὺ βαρύνεται, χνόη, φθόη, χλόη· τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ.
κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν.
χορὸν ἀλγεῖν ὑποκρίνεται.
καὶ τὰ ἐξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς 58 σωτηρίας καὶ προστεθείσης· τῆς κατὰ τὸν Ὀρέστην συμφορᾶς εἰκότως παρακεκινδυνευμένῳ τῷ λόγῳ ἐχρήσατο ὥστε καὶ περὶ θεῶν τι εἰπεῖν καὶ ὅλως ἀμφιβάλλειν εἰ ὅλως ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφορῶντα
παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ χορὸς
,μετριάζειν αὐτὴν ἀξιοῦσιν.
θεοσεβεστάτων) ἀλλʼ ἅσπερ δυσχεραίνουσα ταῖς ἐπιτιμήσεσιν ὡς ψυχραῖς τοῦτό φησιν.
ἢ ἐπὶ τῶν ἀρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ ἕρκη εἶπεν οἷον περιφράγματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Αμφιάραος ἀλλʼ ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς
καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο.
ἐπὶ τῷ ἤθει αὐτῆς δυσχεραίνουσα.
πατρὸς ὅτι τεύξεται τιμῆς τινος ἡ δέ φησιν ὅτι Ἀμφιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ δʼ οὔτις.
τὸν τοῦ πατρὸς θάνατον.
κατʼ αὐτὸ τοῦτο καθὸ πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν.
οἷος ἦν καὶ Ὀρέκτης γεγονὼς ἐξ Ἀγαμέμνονος· ἢ κοινοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς κεκοινωνηκότων.
ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμητοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη.
ὡς ἐν πυρετῷ· ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ παραγενέσθαι Ὀῥέκτην ἤδη ἀπολωλότα.
τινὸς καὶ ὥραν ἔχοντος νέαν.
ὅτι οὐδενὶ ἄλλῳ ἢ τῷ πάνυ συνημμένῳ κατὰ γένος τὰ τοιαῦτα προσήκει.
ὀφθεὶς καὶ διὰ τῆς ἀγγελίας λυπήσας αὐτήν.
τυχεῖν ἐλπὶς ἔνεστιν.
τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἀλοῦσαι· καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσθεῖναι, ὅτι καλόν μοι ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν
67 ἀρσενικοῖς ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀττικοῖς· τὼ χεῖρε γάρ φασι· καὶ Ὅμηρος
τὸ τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα δεῖ καὶ λέγειν καὶ ἀκούειν.
φησί, τὴν εὐλάβειαν ἀλλʼ ἔστι θρασεῖα καὶ ῥιψοκίνδυνος.
ὡς οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ συλλαμβανομένης.
δεινόν ἐστιν ἀλλʼ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος αἱρετώτερος.
ἡ Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβουλεύειν ἄδικα πράσσειν καὶ ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθεμις εἰς Ἠλέκτρον τρέπει ἐν τῷ ἑξῆς στίχῳ.
ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ ἐπιχειρεῖς ποιεῖν.
ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παραλαβεῖν λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρῶντες
καλῶς κηδομένους τῆς τροφῆς ἀφʼ ὅτων τε ἂν βλαστῶσι καὶ ἀφʼ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων 72 τὰ δύο, ἀφʼ ὧν τʼ αὐτοὶ βλαστῶσι, τὰ τέκνα, ἀφʼ ὧν τε καὶ ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν.
καὶ ἑαυτὸν συγκαταλέγει ἴνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθʼ ὧν τὸν λόγον πεποίηται.
ἀλλὰ τὴν κατὰ γῆς χωρῆσαι δυναμένην.
ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ ἐπιχαίρειν Ὀρέκτῃ.
ὡς ἐν φιλίᾳ διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλλήλας.
73
τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ εἰς τὸν ἀεὶ χρόνον.
τοῦ θανάτου ἐν τῇ αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς.
λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ.
οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε.
ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος
κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναί 77 τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσέα θρηνεῖ παρʼ Ὁμήρῳ ἐν οἷς φησι
ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνάώσεται.
τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἥμην μήτηρ ἥπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ φίλος. ἄλλως. οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον ἢ καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφʼ ᾗ τὸ
φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.
τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρηγορίᾳ.
εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ 78 τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα.
παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ παρὰ προσδοκίαν εὐτυχοῦσα θρασυτέρα 80 ἐστὶν ὁ δὲ ἀσφαλὴς διὰ τὸ νῦν πρῶτον ἐπιχειρεῖν τοιούτῳ κινδύνῳ.
παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο.
πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς εἰ ἔφη διάδηλον κακόν.
ἀντέχου τῆς ἐλευθεροστομίας.
οὕτω γὰρ ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη ἀποστερήσῃς με σαυτοῦ μετὰ λύπης ἀπαλλαγήσομαι.
οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν.
καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἥκουσεν.
ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων.
ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν.
Ὀρέστην πρότερον ἡ λέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν.
τοὺς δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διάλειμμα βραχὺ ὥστε ἐξελθοῦσαν αὐτὴν ἄρχεσθαι τοῦ
διʼ ἃς προείπομεν αἰτίας ἐνθάδε δὲ τῶν λόγων γενομένων πρὸς τὴν Ἠλέκτραν ἐκ τοῦ Ὀρέστου οὐδὲν λείπει εἰς τὸ ἀνελεῖν τὴν Κλυταιμήστραν ἅπερ ἐν τῷ ἐμφανεῖ ὁ ποιητὴς οὐκ εἰσήγαγεν.
εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ ἔστι φυγεῖν.
αὐτὸ τὸ τέρμα κατακρύψας σκότῳ τὸν ὑπʼ αὐτοῦ γινόμενον δόλον.
Ὁρέκτῃ δοκοῦντι ἀπολωλέναι.
Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα γίνεται ἢ διʼ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο.
Αἴγισθον.
κατὰ ταύτην σε τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει.
θέμενοι, τὰ κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ 〈τὰ〉 ὕστερον εὖ εἴη, τὰ κατὰ Αἴγισθον.
δεῖ μὴ ἀνακαλύπτοντας εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον. γράφε νηπίῳ.
λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ· ἢ πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι ἂν τοῦτον ὡς πρὸς νήπιον ἐννέπειν ὀλίγα διὰ τοῦ τὸς ὅπως ἂν ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν λάθρᾳ κατʼ αὐτοῦ γινόμενον.
περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.