EΙΣ ΑΙΑΝΤΑ.
πρὸς τίνα ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει Ὀδυσσεύς, ἐν δὲ τῷ πεῖράν τινα ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως ὡς περὶ ἐχθρὸν ἥκει· δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ.
τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ
ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι
τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι.
κυνῶν· Ὅμηρος
ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα.
μέρούς δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα.
τὸν κίνδυνον ἵνα γνῶ τἀληθὲς πάντων τὴν αἰτίαν τοῦ γεγον ότος εἰς αὐτὸν ἀναγόντων.
λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ τὸ κύριον. Ὅμηρος
ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστιν
ἐπὶ τῆς λεοντείας δορᾶς
τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.
γὰρ ἦν βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ.
ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν.
τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς 8 ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσψορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας.
διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι· ἐκ μεταψορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν.
Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη τὸ πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον κροελθόντα τὸν Αἴαντα λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ.
Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο.
ἐξείπῃ τοἵς ἄλλοις Ἐλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδύσέα.
θεάσασθαι τὸν ἐχθρόν.
Ὀδυσσεῖ.
ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι᾿ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ.
καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα.
δ ὲ ἐκπφάλλετο ὅτι ποίμνια ἀνεῖλεν καὶ έλογίζετο ἄνδρας ἀνῃρηκέναι.
τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον.
ἐπὶ τῶν δεσμοφυλάκων 13
τῇ θεῷ τοῦτο δὲ ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς (ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι.
ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι· καὶ τοῦτο δὲ μηροῦ παίδευμα, ὅτι ἐφʼ οἷς αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς
καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων.
δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος διʼ ἑνὸς αὐταρκῶς τοῦτο δεδήλωκεν
ἀλαζονεύεσθαι.
μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς
αὐτὸς εἴη ὁ πράξας ἀλλʼ ἀπιπτοῦντες ὡς ὑπὸ ἐχθροῦ πεπλάσθαι οἰόμενοι· ὁ δὲ νοῦς, σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν, τὸ δὲ ὅλον ο ἷον ἐν σοί ἐσμεν· τὰ δὲ πράγματα νῦν τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐ τῷ
διηγήσασθαι τὰ ἀνδραγα θήματα.
αἰ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν.
ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς
ἡ πέλεια.
ὄντες ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.
ὁ Αἴας· ἢ σὲ τὸν ἐπὶ ἵπποις μαινό μένον καὶ ἱππικόν· ἀλλʼ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ίππήλατοί εἰσιν αἱ νῆσοι· τὸ ἱππομανῆ τοίνυν πρὸς τὸν λει μῶνα ἐκληπτέον. ἄλλως ἱππομανῆ ἢ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μεταφορᾶς·
18 ἡ γὰρ τῶν ἵππων μανία χαλεπτωτέρα ἐστίν ἢ ἐπὶ ἵπποις μαινόμενον· τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγα λογνώμονα. ἢ ἐπὶ τοῦ λειμῶνος οἷον τὸν εὐανθῆ,
ἐφʹ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐνυβρί ζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος.
εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους ἀκούσας μόνον ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει· κα λῶς δὲ καὶ τὸ ψιθύρους λόγους ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγον τος ἀλλὰ πρὸς ἕνʼ ἕκαστον ἐ ξαπτατῶντος λάθρᾳ.
ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν λεγάλων διὰ τὸν φθόνον· Πίνδαρος
τοῖς μικροῖς ἄνευ τῶν μεγάλων· τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ.
συμφερτὴ δ᾿ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.
21
εἰς τὸν κενὸν ψόφον.
δὲ ἢ ὅτι ἐν Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις ἥν καὶ ταυρωπὸν ὀνομάζουσιν. τὸ ἑξῆς, ἡ ῥά σε Ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων
ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φασμάτων. ἄλλως: τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γενέσθαι οὐκ ἐξ ἰδίας δὲ προνοίας.
ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην· κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος.
κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρὸς ἐπιλελησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης.
λαβὼν ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γενομένης λήθης, ἐτίσατο δὲ ἐννυχίοις μηχαναῖς ἐπὶ σοῦ ταύτης τῆς νυκτός· πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθʼ ἓν ἵστανται.
λέγει.
ταῦτα ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως.
ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος ορίνθου βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὔ φησιν Ὅμηρος
ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματον ἔγραψεν τὸ ὄνομα αὐτοῦ· Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ
καὶ αὐτὰ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν· κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ
Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ διʼ ὃ Σισύφου 24 ὁ Οδυσσεύς· τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς· καὶ ἐν Συνδείπνῳ
ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα.
σχολῇ ὅ ἐστι πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποιοῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν.
τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς.
τοῖς τόποις ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν.
οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπότας ὡς Βρισηὶς πρὸς Ἀχιλλέα.
τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς.
τηλόθεν ὅ ἐστι τῆς μακρὰν Φρυγίας Σαλαμῖνος ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον ἢ οἱ τηλόθεν ὄντες ὅ ἐστι ξένοι κατὰ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κηδόμενοι εἰ καὶ μὴ προσήκομεν.
καὶ αἰτιώνυμον ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος.
ὄχλησιν γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας 28 βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ πρόσθεν κατὰ τὴν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ .νύξ;
νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας;
πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρήσασθαι αὐτά· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον.
ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω.
ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων.
παραπλήκτῳ τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός.
τὰ ἔξω ἡ Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω.
Ὀδυσσέα τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας.
τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὁξυτὸν 31 φώνῳ μάστιγι· ἱπποδέτην δὲ ῥυτῆρα χαλινὸν μέγαν, μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ.
τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν.
ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην
ἀπαλλαγῆναι ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι.
φυγεῖν.
συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυθίαν· περισσὴ δὲ ἡ παρὰ πρόθεσις.
πέπαυται ὁ Αἴας τοῦ κακοῦ ἐπάγει ἡ Τέκμησσα ὅτι κακόν ἐστιν τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται· καὶ Εὐριπίδης
πρὸς δὲ τὸ ὑπʼ ἐκείνων εἰρημένον ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν εἰ πέπαυται ἀντιτίθησιν οὕτω, πότερα ἂν ἕλοιο εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον ὁ μὲν Αἴας
ἐν τῇ μανίᾳ ὤν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐτὸν νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πεπραγ- μένοις λυπεῖ δὲ πάλιν καὶ τοὺς φίλους· νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς
διὰ τοῦ ἐπιφερομένου
καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυπουμένου. συλλυπησόμεθα.
αὐτὸς συναλγεῖ.
ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται ὥστε λαθεῖν τὰς παραφυλακάς.
ἐννοίας ἐπιβουλεύοντος ἐπιθέσθαι περὶ πρῶτον ὕπνον· λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι.
οὔτε του: ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ οὔτε του ὅταν οὕτως συντάσσηται κοινῶς λέγεται.
πρὸς ἐμέ· ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε.
ποιητὴς ὡς ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταὐτολογοῦντα.
ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν.
ἀλλʼ ὅτι διήμαρτεν τῆς τιμωρίας τῶν ἐχθρῶν.
ἤγαγεν τὰ πράγματα μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνὺς οἷον καὶ τὸ παῤ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος
γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρίπια καλοῦνται καὶ αἱ ἐρίπναι ἐνταῦθα καὶ τὰ ἐρίπια· τινὲς δὲ ἐρεισθεὶς γράφουσιν οἷον ἐπερεισάμενος.
ὁ οὖν Αἴας πρὸ τούτου εἰ συνέβη τι αὐτῷ δεινὸν ὡς ταῦρος ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν.
τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς.
ἀπολιπεῖν τὴν σκηνὴν ἀναβοᾷ ἔνδοθεν ὁ Αἴας ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής.
ἀνέλῃ αὐτὸν μαινόμενος.
λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν· ἐπιζητεῖ δὲ Τεῦκρον ἵνα παράθηται αὐτῷ τὸν παῖδα ὃν ἀφίησι τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον· τὸ δὲ ἀπεῖναι Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς
ἐγένετο κρείττων.
ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς.
μεταξὺ τῶν ποιμνίων καθήμενος.
πανταχόθεν περιτρέχον ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει ὅτι κατʼ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα.
ναῦς.
τὸ πρόσωπον· ἔοικεν οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας· τὸ γὰρ ἀφροντίστως οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου ἐν χειμῶνι γέγονας· ἢ οὕτω πρὸς τὴν Τέκμησσαν ὁ λόγος, νομίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας Αἴαντος·
οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη.
ἀποθανεῖν ἢ σφάξον με σὺν τοῖς θρέμμασιν· οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων, ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος.
ἐπιπλήσσει (εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζεσθαι) οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν.
καὶ τοῦτο ἴδιον τῶν καμνόντων ὥστε μὴ ἀκολούθως φθέγγεσθαι.
πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, ἄλλοτε ἄλλα νοῶν.
θάνατον Αἴαντι· ἀκουστέον οὖν οὕτως, οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον ἀλλʼ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν· εἰκὸς οὖν καὶ ἡμῖν, φησί, βοηθήσειν τὸ θεῖον· ἢ οὕτω, θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν· πῶς οὖν σοῦ ἔχει καταγελάσαι
Ὀδυσσεὺς αἴτιός σοι γεγονὼς τῆς ἀτυχίας ὅπου γε παρὰ θεῶν δίδοται;
κακούμενος· δῆλον γὰρ ὅτι ἀμύνομαι εἰ καὶ θεοὶ συλλαμβάνουσιν αὐτῷ.
κἀμοὶ οὖν εὔχου ἀποθανεῖν.
ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν· ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου· ἢ οὕτως, εἰς ὄνησιν ἀνθρώπων, ὠφέλεια οὐκ εἰσί μοι οὔτε οἱ ἄνθρωποι οὔτε οἱ θεοί· τί οὖν ζῶ;
τὸ ὅλον ἀγνοεῖ.
Πῖός φησιν.
τοὺς ἐν Σαλαμῖνι δέ φησιν ἀλλὰ τοὺς ἐν Τροίᾳ. ποταμοί.
πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάατον.
αὐτοῦ.
ἐμέμνητο τοῦ διανοήματος ἐν συμφορᾷ δὲ ὤν.
παραλαμβάνει· οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι.
κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάττονα.
διεξῆλθεν καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία.
Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπʼ ἐκείνων ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ.
ἀποθάνω ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος· καλῶς δὲ οὐκ ἐπήνεγκεν τὴν ἀληθῆ δόξαν ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ.
ἄτολμος, ταπεινός, δειλόψυχος.
παῦσαι τὸ πᾶν ἀναθεὶς ἡμῖν.
ἐμφαῖνον· καὶ ὅταν τὰ ἑαυτῆς καταβάλῃ τεχνικῶς ἐπιχειρεῖ μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα· δεῖ οὖν τοιούτους λόγους λέγειν ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται.
ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς ἂν εἴποιμεν ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν, ποτὲ δὲ ὡς ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φησί.
εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι.
ὄνομα ἐξεῦρεν
λέγουσα ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις.
τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών.
διηγήσεσιν ἀνυστικώτερον· θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς οὐδαμοῦ τοῖς τοιούτοις ὀνόμασι χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ παιδός.
ἐσχηκυῖαν.
ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται.
αἴσθεται γὰρ τῆς τύχης ἐν νῦν ἐστιν· αἰδημόνως δὲ αὐτὸν ὑπομιμνήσκει τὰ τῆς εὐνῆς· διὰ τούτου γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν· ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν
ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον.
πιδτεύουδα.
φόνον τῶν ποιμνίων.
τῶν κακῶν ἐπεὶ ἔσται γελοιότατον δόγμα ὡς τιμῶντος τὴν ἀφροσύνην.
κακὸν δὲ ὅμως ἀνώδυνον· καὶ Εὐριπίδης νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ· 62 τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβολον τῆς φρονήσεως· τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ τῶν λυπηρῶν συνετοῦ ἐστιν.
ἑαυτοῦ γνώμην ὁ Αἴας ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει οἷον εἰ γένοιτό τις περὶ ἐμὲ συμφορὰ μὴ δείδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ ἐμοῦ· ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προ- αγόμενος.
γνόντες δὲ τοῦτο οἱ Ἔλληνες φρουροὺς ἔταξαν προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον· καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν.
τὸ ἐπὶ γονεῦσι καὶ παισὶ διαθήκας ποιῆσαι· θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκμήσσης τὰς ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντικρυς τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ, τοῦ μὲν μὴ ὑβρισθῆναι τὸν παῖδα ὑπὸ τῶν Ἑλλήνων τὴν ἀπὸ τοῦ
Τεύκρου φυλακὴν προβαλλόμενος τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπʼ ἐκείνων τὴν τοῦ παιδὸς ἀρετὴν ὅν φησι καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον, πρὸς δὲ τὰ περὶ τῶν γονέων ὅτι ἀντʼ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης.
τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν· ἐπίσταται γὰρ καὶ αὐτὰ περιμάχητα ἐσόμενα· οἶδεν καὶ Ὅμηρος ὅπλα δυγκαιόμενα 64 ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν.
ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου.
γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττει ὁ ἀνήρ.
οὕτως, ὡς οὐκέτι τοῖς θεοῖς ὀφείλω λέγειν ἐγὼ ἐπαρκεῖν ἀντὶ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν πρὸς ὃ καὶ ἡ Τέκμησσα ἐπάγει
γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμενοι ταῦτα.
ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ μακαρίζειν εἰώθασι τὰς πατρίδας.
ἀριθμῷ ταττόμενος ἀλλὰ περιερριμμένος· εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ ἢ εὐνόμᾳ λειμῶνι τῷ καλὰς νομὰς ἔχοντι· τὸ δὲ ἑξῆς, παλαιὸς ἀφʼ οὔ χρόνος αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων ἀνήριθμος, κακὴν ἐλπίδα ἔχων Ἰδαίᾳ δὲ
οἷον ἐν τῷ τῆς Ἴδης χωρίῳ τῆς χλοερᾶς καὶ λειμῶνας ἐχούσης καὶ ποίμνας διάγων.
Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος· ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν· ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν.
μονότροπος, μεμονωμένος τῷ λογισμῷ ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῷ λογισμῷ ἢ οἷον διεσθίων αὐτοῦ τὴν φρένα παρὰ τὴν βόσιν ἢ ὁ βαίνων ἐν ἐρημίᾳ διὰ τὸ συγκεκλεικέναι ἑαυτόν· καὶ ὅμοιόν ἐστι τῷ
ἡλικίᾳ ἀντὶ τοῦ πολυετής· ὁ δὲ νοῦς, ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος· τὸ δὲ λευκῷ γήρᾳ, κατὰ κοινοῦ τὸ ἔντροφος, ἡ μήτηρ αὐτοῦ.
οὐκ αἴλινον οὐδʼ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς.
ἐξιέναι τοῦ βίου· οἷον ἡ μήτηρ ἡγήσεται κρείσσονα τὸν θάνατον τῆς τοῦ Αἴαντος μανίας.
ἥθεσιν ἐμμένει.
πέπονθεν τῶν Αἰακιδῶν· παραμυθία γάρ ἐστι τὸ μετέχειν τινὰ τῶν τοῦ γένους τῶν αὐτῶν κακῶν.
κατακηληθεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτὸν καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρῦψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν· παρίστησι δὲ ὁ λόγος ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολουθοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν
τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν ὡς ἐν Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη 71 καὶ τοῦ ἀνδρὸς ὅτι αὐτῷ οὐκ ἀντιστήσεται οὐδὲ λυσιτελεῖ αὐτῇ ἀντιπράττειν τῇ ἐπιθυμίᾳ τοῦ ἀνδρὸς πράττει μετὰ ταῦτα ἅπερ αὐτὴν ἀνέπεισεν ἡ ζηλοτυπία· ἤτοι δὲ σχῆμά ἐστιν ἅπαντα ὁ χρόνος φύει ἄδηλα εἶτα ἐξαλλαγῇ καὶ ταῦτα φανέντα κρύπτεται ἢ τὸ
κρύπτεται ἐπὶ τοῦ χρόνου ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν προτέρων νοημάτων.
λέγειν τότε ὡσανεὶ προτοῦ.
μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως.
δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος ἵνα εὐπορήσῃ ἑαυτὸν διαχειρίσασθαι.
τοῦ πάθους.
ἐγένετο, καθέζεται ὅτι καὶ ἕστηκεν. τὰ δεινὰ τὰ θεῖα καὶ δέος ἐμποιοῦντα.
πόντον ἄημα πρᾶον ἐκοίμισεν αὐτόν.
νομίζει λέγειν τῆς νόσου ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου.
διὸ καὶ τὴν ὄρχησιν ποιοῦνται ἔνθεν καὶ βραχύ ἐστι τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον. ἄλλως: τέρπεται 75 ὁ χορὸς ἐπὶ τῷ παύεσθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν, ὑφʼ ἡδονῆς ἔφριξα καὶ βούλομαι χορεῦσαι· εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποι\ίας ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος.
ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν.
γενομένην ἀλλʼ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξεν τὸν Πᾶνα.
πόλις Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς.
ἡ δὲ Κρητικὴ ἡ καὶ πυρρίχη· Νύσια οὖν αἱ Βερεκυντιακαί (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), Κνώσια δὲ Κρητικαί.
Ἀπόλλων διὰ τοῦ καρίου πελάγους τουτέστιν ἀπὸ τῆς Δήλου καὶ συνείη μοι εὔφρων, εὔγνωστος, φανερὸς ὤν καὶ δῆλος ὅτι φιλεῖ με.
πέπαυται τοῦ θυμοῦ.
τῷ μάντει· καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· Αἴαντος γὰρ καταλιπόντος προῆλθεν ὁ ἄγγελος εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν, τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν περιλείπεται πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ
προδωποποιίας.
ἀρχῆς παραγέγραπται καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες· ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς τοῦ λόγου τῶν γερόντων οἷον ἐκ τῆς ὁμιλίας.
καὶ συμβιβάσει.
καὶ ἐν Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμφθέντος βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών.
ἔγνωκεν ἀπόντα τὸν Αἴαντα· ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ.
πρὸς τὸ κέρδιστον τῆς γνώμης ὅπως τὴν ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου.
ἀπορρήτῳ κατʼ εὔνοιαν τοῦ Αἴαντος.
καὶ πέρα τοῦ μέτρου, τὰ χωρὶς δικαίου.
τὸν θεατὴν μὴ ἄχθεσθαι τῇ συμφορᾷ τοῦ Αἴαντος· προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀργίζονται.
ταύτην τὴν ἡμέραν σῳθείη· μέχρι γὰρ τῆς σήμερον παρατείνειν τὴν ὀργὴν τῆς θεοῦ.
κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένη καὶ γνῶναι μὲν τὰ ἐσόμενα διὰ τῆς μαντικῆς ἐστιν οὐ μὴν καὶ φυλάξασθαι δυνατόν.
προόδους ποιεῖ ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴαζ ἐκέλευσεν αὐτὴν κατʼ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπὼν
ἐξιέναι μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαντος μανίᾳ· ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτὴν διὸ πρὸς τὸν χορὸν ἐδέησε πρῶτον εἰπεῖν οἴ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί
εἰσιν ὡς πολῖται τοῦ Αἴαντος ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν· εἰς ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο ἀλλὰ τὰ δεύτερα διὰ βραχέων
ἐξήνεγκεν. ἄλλως, δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. δύστηνε, πεπολεμημένη καὶ ἀθλία· ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν· καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει.
ὥστε μὴ χαίρειν· τὸ δὲ τινὰ παρέλκεται.
σοι ἐὰν σὺ ἀποθάνῃς.
κατὰ τὴν νῦν ἡμέραν ἢ ὅτι κατὰ τὴν νῦν ἡμέραν τεθνήξεται.
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.
έπιτύχωσι τῷ σώματι.
ἔπραξα εἰς αὐτὸν καταφρονήσας ἠπάτησέ με.
ὅτι καταλιμπάνει αὐτόν· φησὶν οὖν ἐν ἀπόρῳ γενομένη, τί δράσω; οἷον πῶς μόνον σε καταλίπω;
χοροῦ ἐξελθόντος· ἀναγκαία δὲ ἡ ἔξοδος ἴνα εὕρῃ καιρὸν ὁ Αἴας χειρώσασθαι ἑαυτόν.
γέλοιον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει· ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι γὰρ τὰ πεπραγμένα διʼ ἀγγέλων ἀπαγγέλλειν· τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν ἀναίρεσιν Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας· ἴσως οὖν
καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου ὑπʼ ὄψιν ἔθηκεν τὸ δρώμενον ἢ μᾶλλον ἐκπλῆξαι βουλόμενος· εἰκῆ γὰρ κατηγορεῖν ἀνδρὸς πάλαι οὐχ ὅσιον· πήξας δὲ τὸ ξίφος ταῦτά φησι· σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν
ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον.
δῶρον εἶπεν ξένων ἐπήνεγκεν (ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον) εἶτα προσέθηκεν ἐμοὶ μάλιστα μισηθέντος.
ἀπόλλυμαι.
φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων· ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται.
κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο· φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῆ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ
πρὶν δή τις, φησί, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ· ὁ δὲ Σοφοκλῆς ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων ψιλῶς φησι 91
τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.
ἀπώλετο.
ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται, ὁ δὲ πρὸς τὸν ἥλιόν φησι, καὶ ἀπάγγειλον ἐποπτεύσας τοῖς γονεῦσι τὰ πεπραγμένα.
ἐθανάτου τὴν μητέρα μεταπέμπεται ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ
τὸ σύντροφον γένος οἱ ὁμήλικες.
καλεῖ παρʼ οἷς μέλλει τελευτᾶν· καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, ἀδελφὸν ὥστε μετʼ εὐμενείας ἀποθανεῖν· ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει.
ἀνακαλεῖται· δεῖ δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει καὶ δεῖ καρτερόν τινα εἶναι τὸν ὑποκριτὴν ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν ὁποῖα περὶ τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυχαγώγει τῇ ὑποκρίσει ὡς Σφαγέα αὐτὸν
κληθῆναι.
καὶ Τέκμησσα ἐξ ἄλλων ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι· ὁ δὲ νοῦς, ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει ὡς Ὅμηρος
διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου.
αὐτῆς νηὸς πλεύσαντες ἢ τροπικῶς τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν.
Ὀλυμπιὰς ἢ ποταμῶν ἴδρις τουτέστι Νοΐς ἀπαγγείλαι εἴ που λεύσσει τὸν ὠμόθυμον;
τὴν Προποντίδα ὁ δὲ Θρᾳκικὸς ὥς φησι Φιλέας.
τοῦτο γὰρ ἂν εἴη οὔριον.
σώματι, φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ.
ὅπερ δηλοῖ ὁ χορός.
κατηγορεῖ σημαίνει, λέγει.
αὐτὸν δὲ καὶ ἀτράπελον.
98
ἀκμὴν τοῦ καιροῦ· καλῶς δὲ ζητεῖ Τεῦκρον ἴν ἡ κηδεία γένηται ὑπὸ τοῦ συγγενοῦς.
καὶ συγχωρεῖν τοῖς ἀλγοῦσι· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν.
μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς Αἴαντα ἀλλʼ οὐχ ὅσον πρὸς τὴν Τέκμησσαν.
τῷ λόγῳ Τεκμήσσης.
ὑπὸ τοῦ χοροῦ
πράξαντες τὰ περὶ τὸν Αἴαντα ὅ ἐστιν οἱ αἴτιοι τούτων.
ἔξωθεν δὲ ἡ κατά· τὸ δὲ ἡμᾶς λείπει ἵνʼ ᾖ κατὰ τὸν θυμὸν ἐφυβρίζει ἡμᾶς.
ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν· οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοὶ τῆς ἀπωλείας αἴτιοι γενό-μενοι.
ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι.
τῆς φήμης ἀλλʼ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι· τὸ δὲ ὡs θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὡς περὶ θεοῦ, τοῦτο δὲ πρὸς τὴν φήμην μόνον ἐπεὶ γίνεται βλάσφημον διὰ τῶν ἑξῆς.
τοὺς ἐχθρούς.
υἱῷ ἐσφαγμένῳ ἀλλʼ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας.
θάπτειν αὐτόν· καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικὶ τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ τὸ τὰ δέοντα ποιεῖν περὶ τὸ σῶμα.
γὰρ περιβάλλεται ὀξέσιν· ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ.
πλοῦν.
δικαιολογίαν.
ὀργῆς δέξεται τοὺς λόγους.
τιμῶσιν ἡδὺ τοῦτο οὐκ ἔστι παραμένον ἀλλὰ γίνεται μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην.
νῦν μέγα φρονοῦμεν.
αὐτὸν ἀνεσκεύασεν.
ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν ὁ Τυνδάρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι 110 αὐτὴν καὶ συστρατεύειν εἴ τις ἁρπαγὴ γένοιτο περὶ τὴν Ἑλένην τῷ γήμαντι.
συνᾴδει γὰρ τῷ
κακοῖς τοῦτο δηλοῖ, οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν πράσσειν ἢ περὶ τὸ ἐνεστὸς κακὸν γίνεσθαι.
τραγικὸν πάθος.
οὐχ ὅτι δὲ ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα ἀλλʼ ὅτι κινῆσαι δυνατά.
τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθʼ ἡλικίαν.
τῶν πόνων οἷον ὁπότε εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο· οὐ δεῖ δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο ὅπλοις.
οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν ἀλλὰ πᾶν, φησί, τερπνὸν ἐξέκοψεν· ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς πάλιν ἐπὶ τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν ὅθεν καὶ μέλιττα ἐκλήθη.
εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια.
καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας.
ἔρχεται μετὰ σπουδῆς.
δὲ τοῦ Αἴαντος τελευτήσαντος.
παριστανόμενος πάλιν μάχοιτο καὶ οὐκ εἴξει τοῖς κεκριμένοις οὐδέποτε κατάστασις ἔσται.
ἰσχύν διαβάλλειν οὐ δύναται εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ.
φησιν αὐτὸν ἀναστῆναι εἰς τὸ μονομάχιον ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς
παίδων ὅτι πανούργως ὁ Κρεσφόντης. βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε κληρουμένων περὶ Μεσσήνης· οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὤ ἐν τοιούτῳ
πάθει.
εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας παρὰ τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε· ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι καὶ μὴ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι.
τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει· εἰσῆκται δὲ Ὀδυσ- σεὺς ὡς σοφὸς καὶ ἀμνησίκακος.
ἐδήλωσεν διὰ τοῦ ἀλκίμῳ νεκρῷ ὅτι γενναίαν αὐτοῦ ἐδήλωσε τὴν τελευτήν· διδάσκει δὲ ὁ λόγος ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν κἂν ἐχθροὶ ὦσιν.
ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν.
τυχεῖν.
εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν.
ἀδικεῖ ὑπὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων προβαλλόμενος.
ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ, ἄφρονες παρὰ τοῖς ἀνθρώποις. ἄλλως: ἔμπληκτοι κοῦφοι, εὐμετάβλητοι· ὀνειδίζει δὲ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ· οἱ τοιοῦτοι οὖν ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται ὡς καὶ Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν.
ἕκαστον φίλαυτον· τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων, ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν ταφῆναι τὸν Αἴαντα. οὐδαμῇ τὸ κεχαρισμένον ἑτέρῳ διαπράττει· καὶ ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν.
αὐτὸν ἔχθραν.
ἡ τελευταία γνώμη ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπʼ αὐτῶν τῶν πραγμάτων γινομένοις, προμηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τι ποτὲ ἀποβήσεσθαι μέλλει· ταῦτα δὲ ἄμα λέγοντες προαέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ
λειψάνῳ.
Scholia in Sophoclem (scholia vetera). Scholia in Sophoclem. ed. Petrus N. Papageorgius. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.