Γαῖα μέν τοι πρώτιστον ἐγείνατο ἶσον ἑαυτῇ
Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ.
Οὐρανοῦ δὲ καὶ Γῆς εἰσιν οἱ περὶ Κρόνον καὶ οἱ ἄλλοι Τιτᾶνες, ἐκ δὲ τῶν Τιτάνων οἱ ὕστεροι θεοί· Ἥφαιστος δὲ Πανδώραν ποιεῖ (op. 60)·
Ἥφαιστον δ᾿ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
γαῖαν ὕδει φύρειν, ἐν δ᾿ ἀνθρώπου θέμεν αὐδὴν
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐΐσκειν.
ἀπὸ δὲ τῆς Πανδώρας εἰς ἡμᾶς τὸ γένος διῖκται. οὕτως ἕν ἐστι θεῶν καὶ ἀνθρώπων τὸ γένος. ἀφορᾷ δὲ καὶ πρὸς τὸ εὐφυὲς τοῦ Ἀλκιμίδου τὸ προοίμιον.
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο·
ἢ ἐπεὶ μυχοί εἰσι τῶν χωρῶν αἱ πόλεις αἱ κρύψεις παρέχουσαι ἀντὶ τῶν πεδινῶν τόπων, τὰς πόλεις, ἐν αἷς ἐνίκησαν, μυχοὺς Ἑλλάδος κέκληκεν. ἐν μυχοῖς οὖν Ἑλλάδος, ἐν ταῖς Ἑλλαδικαῖς πόλεσιν, ἐν ἑκάστῳ μυχῷ τῆς Ἑλλάδος.
ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.
ἢ δορὸς διχόστομον πλᾶκτρον·
δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον
Ἀχιλληΐου δόρατος.
μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρὰς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)·
ἀμφὶ δὲ πόρκης
χρύσεος ἀστράπτει, καὶ ἐπ᾿ αὐτῷ δίκροος δίη.
πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.