ἣ δ᾿ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεν. ὁ δὲ Ὅμηρος (Π 187 al.; Λ 270 al.) ἑκατέρως. ὅτι δὲ τῆς Ἥβης ἀδελφὴ ἡ Εἰλείθυια, πρόκειται τὰ Ἡσιόδου.
πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις.
ἀνδρῶν δ᾿ αὖ μέγ᾿ ἄριστος ἔην Τελαμώνιος Αἴας,
ὄφρ᾿ Ἀχιλεὺς μήνιεν.
ἐξ Ἐφύρης ἀνιόντα παρ᾿ Ἴλου Μερμερίδαο.
τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει (FHG II 61 M., Ι 158 J.). τετάρτην τὴν ἐν Θεσπρωτοῖς. συνήθως δὲ ὁ Πίνδαρος τῷ τῆς λέξεως κέχρηται σχήματι, συντάξας τῷ ἑνικῷ πληθυντικόν· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἑνικόν· ἵκοντο δὲ οὐκ ἐπήνεγκεν ἑνικὸν, ἀλλὰ πληθυντικὸν ἑνικῷ.
ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
ἐσθλὸν ἐόντ᾿ ὀλέσωσιν ἐπὶ Σκαιῇσι πύλῃσιν (X 359). οὐκ ἔοικε δὲ συγκατατίθεσθαι ὁ Πίνδαρος ταύταις ταῖς αἰτίαις, ἀλλ᾿ ὅτι τιμήσων ἦλθε τὸν θεόν.
ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ 228)·
τὸ δὲ τυχεῖν πάντων τῶν ἀγαθῶν ἕνα καὶ παραμεῖναι αὐτῷ μέχρι τέλους ἀδύνατον.
Μυρμιδόνες δ᾿ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ. βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
χωλῷ παροικεις, κἂν ἑνὶ σκάζειν μάθοις· εἴποιμεν ἂν τὸν ὠφεληθέντα γείτονα ἀπὸ γείτονος ἀξιόχρεων εἶναι χάρμα. παρὸ καὶ Ἡσίοδος (op. 346)·
πῆμα κακὸς γείτων, ὅσσον τ᾿ ἀγαθὸς μέγ᾿ ὄνειαρ·
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.