καὶ φάτ᾿ ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω τὸν καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἴουλον εἴρηκε, τουτέστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ γενειάσκειν γίνεται ἡ ὥρα.
Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ,
Πηλεὺς δ᾿ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς.
ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι᾿ ὀδόντας ὀλίσθοι.
Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον.
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾿ ἀνάγουσι
πολλά τε καὶ χαρίεντα. διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυθέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια.
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.