τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρησ᾿ ἐγώ.
ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί.
ἔλλατε νῦν, ἐλέγοισι δ᾿ ἐνιψήσασθε λιπώσας
χεῖρας ἐμοῖς, ἵνα μοι πολὺ μένουσιν ἔτος.
ὃς Οἰδίπουν ἀπώλεσ᾿, Οἰδίπους δ᾿ ἐμέ,
χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.
οὐ γὰρ ὁ Οἰδίπους ἤνεγκε χρυσοῦν ὅρμον εἰς Ἄργος, ἀλλ᾿ ὁ Πολυνείκης, καὶ ἔδωκεν Ἐριφύλῃ· ἔστιν οὖν, Οἰδιποδιονίδης δ᾿ ἐμὲ, ὁ Πολυνείκης· οὕτω καὶ τοῦτο οὕνεκεν Ἀμφιτρυωνίδου· Ἰόλαον γὰρ εἶπεν· οὗτος γὰρ Ἰφικλέους, ὁ δὲ Ἀμφι τρύωνος· διὸ καὶ τὸ ἐν Θήβαις γυμνάσιον ἀπ᾿ αὐτοῦ Ἰολάειον καλεῖται καὶ ὁ ἀγὼν Ἰολάεια. Δίδυμος δέ φησιν οὐκ ἄγεσθαι Ἰολάεια ἐν Θήβαις ἀγῶνα γυμνικόν, αὐτὸ δὲ μόνον τὸ στάδιον καὶ γυμνάσιον εἶναι Ἰολάειον, καθὼς ὁ περὶ ἀγώνων ἀναγραψάμενος οὐκ Ἰολάειά φησιν ἄγεσθαι ἀλλ᾿ Ἡράκλεια. τὸν ἀγῶνα οὖν τῶν Ἡρακλείων φησὶν ἐν τῷ τοῦ Ἰολάου γυμνασίῳ διακεῖσθαι παρὰ τὸ τοῦ Ἀμφιτρύωνος μνῆμα, ἔνθα φασὶ καὶ τὸν Ἰόλαον κεκενοταφῆσθαι· τὸ γὰρ κατ᾿ ἀλήθειαν αὐτοῦ μνῆμα ἐν Σαρδοῖ εἶναι.
καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας.
ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασιλέως θυγατέρα, ἀφ᾿ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες.
τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται.
εἴη δ᾿ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλητής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
αὐτὸν μὲν εὔχεσθαι, κρύψαι δ᾿ ἀδόκητα μάχαιραν
καλὴν, ἣν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις·
ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ
αἶψ' ὑπὸ Κενταύροισιν ὀρεσκῴοισι δαμείη.
ποίει δαίδαλα πόλλ᾿ εἰδυίῃσι πραπίδεσσιν
(Σ 482). 80
ἐκ μέν μ᾿ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
πολλὰ μάλ᾿ οὐκ ἐθέλουσα.
φαίνεται δὲ ἐκ τούτων ἡ Θέτις μὴ βουλομένη γαμηθῆναι θνητῷ· μετεβάλλετο οὖν ὥσπερ ὁ Ὁμηρικὸς Πρωτεύς. οὔτε οὖν τὸ πῦρ, εἰς ὃ μετέβαλλεν, οὔτε οἱ τῶν λεόντων ὄνυχες καὶ ὀδόντες ἤνυόν τι. σχάσας οὖν καὶ ἐπισχὼν τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας ἔγημε τὴν Θέτιν [ὁ Πηλεύς]. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων, οἳ ὅταν λήγωσι τῆς εἰρεσίας, σχάζουσι τὰς κώπας. | 88 Εὐριπίδης (Phoen. 454)· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς. 89
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.