ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ τροφὸν, διὰ τὸ ἀποζῆν αὐτὸν ἐξ ὧν ἔγραφεν ἐπινίκων. ἄμεινον δὲ, ὅτι προσηνὴς ἦν αὐτῷ ἡ Μοῦσα, ὥσπερ Ὀδυσσεῖ ἡ Ἀθηνᾶ (Ψ 183)· μήτηρ ὣς Ὀδυσσῆϊ παρίσταται ἠδ᾿ ἐπαρήγει. 5
ἣ δ᾿ ὑποκυσαμένη τέκεν Αἰακὸν ἰππιοχάρμην.
αὐτὰρ ἐπεί ῥ ἥβης πολυηράτου ἵκετο μέτρον,
μοῦνος ἐὼν ἤσχαλλε. πατὴρ δ᾿ ἀνδρῶν τε θεῶν τε,
ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου,
τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας.
οἳ δή τοι πρῶτον ζεῦξαν νέας ἀμφιελίσσας.
Θεογένης (FHG IV 511) δὲ ἐν τῷ περὶ Αἰγίνης οὕτω γράφει· ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι, αὐτοὺς παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου τε καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι. μεθ᾿ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ᾿ ἑαυτοῦ παραγενομένους, ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι.
στῆλαί τ᾿ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος.
χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά.
ἐκ δ᾿ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα.
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων.
ἀντιτάττεται δὲ τοῖς Ὁμήρου· ὁ μὲν γὰρ ὑπὸ Χείρωνός φησι τμηθῆναι αὐτὴν καὶ δοθῆναι Πηλεῖ, οὗτος δὲ ὑπὸ Πηλέως φησὶν αὐτὴν τμηθῆναι. δόξει δὲ ὁ Πίνδαρος διὰ τὸν Αἰγινήτην χαρίζεσθαι τῷ Πηλεῖ· οὐ γὰρ μόνος εἷλε τὴν Ἰωλκόν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης (FHG I 73 M, I 78 J.).
ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους,
τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε.
καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)·
τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων
δράκων τε, πῦρ, ὕδωρ. 49
ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν. 50
Τελαμὼν ἀκόρητος ἀϋτῆς
ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε
κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην,
αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης.
ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνικος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρατεῦσαί φησιν (FHG I 49 M., I 134 J.)
Αἴσων, ὃς τέκεθ᾿ υἱὸν Ἰήσονα, ποιμένα λαῶν,
ὃν Χείρων ἔθρεψ᾿ ἐνὶ Πηλίῳ ὑλήεντι.
ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496).
καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους,
πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ᾿ ἕκαστον μέρος τῆς ἡλικίας.
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.