Ἀρσινόης, ὦ ξεῖνε, γάμον καταβάλλομ᾿ ἀείδειν.
μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν, φησίν, ἐστὶν ἀπὸ Διὸς αὐτὸν ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν· ὃ καὶ Ἐγένετο εὐθέως· μετὰ γὰρ τὴν Νεμεακὴν νίκην ἐστεφανοῦτο τὰ Ὀλύμπια. 8 | 9 τὸ δὲ τὰ πόλλ᾿ ἀοιδοί ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. Τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀεὶ ἀπὸ Διὸς ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τῶν Μουσῶν.
καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον
ἠνεκὲς ἀείδω δεδεγμένος.
οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ᾿ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διῃρημένης, ὁπότε ῥαψῳδοῖεν αὐτὴν, εἱρμῷ τινι καὶ ῥαφῇ παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν ἄγοντας. οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ, ὅτι κατὰ μέρος πρότερον τῆς ποιήσεως διαδεδομένης τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε, τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου προσαγορευθῆναι τότε μὲν ἀρνῳδούς, αὖθις δὲ ἐκατέρας τῆς ποιήσεως εἰσενεχθείσης τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ | 14 τὴν σύμπασαν ποίησιν ἐπιόντας, ῥαψῳδοὺς προσαγορευθῆναι. ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος (FHG III 26). Φιλόχορος (FHG I 417) δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν | 15 τὴν ᾠδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων (fr. 265)·
ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ
μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδὴν,
Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ.
ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (FHG IV 464). Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψῳδοὺς στιχῳδοῦς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων.
ἑπτάποροι δὴ ταί γε κατ᾿ ἀνθρώπους ὑδέονται
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
πλησιάζουσι δὲ τῷ Ὠρίωνι αἱ Πλειάδες. 29
λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς
Ὠρίων.
| 33 εἰσὶ δὲ αἱ Πλειάδες ἐπὶ τῇ οὐρᾷ τοῦ Ταύρου. καὶ ὁτὲ μὲν Πληϊάδας καλεῖ πληθυντικῶς, ὁτὲ δὲ Πληϊόνην ὡς μίαν (fr. 74)· τρεχέτω μετὰ Πληϊόναν, ἅμα δ᾿ αὐτῷ κύων. δοκεῖ γὰρ κατ᾿ αὐτὸν τὸν Πίνδαρον ἐρασθῆναι αὐτῆς ὁ Ὠρίων, | 34 καὶ διώκειν αὐτὴν ἐπὶ πολλοὺς χρόνους· ὑπομνήματα δὲ τούτων ὁ Ζεὺς κατηστέρισε. παρὸ δή φησιν· ὁ Ὠρίων ἐπιὼν ταῖς Πληϊάσι. ζητεῖται δὲ διὰ τί ὀρείας εἶπε τὰς Πλειάδας· καὶ τινὲς μὲν ἔφασαν, ὅτι Νύμφαι ἦσαν, ὧν οἱ ἀστέρες οὗτοι (Hesiod. fr. 275)·
Τηϋγέτη τ᾿ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις,
Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινώ,
Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας.
Σιμωνίδης δὲ μίαν τῶν Πλειάδων Μαῖαν ὀρείαν προσηγόρευσεν εἰπών (fr. 18)· Μαιάδος οὐρείας ἑλικοβλεφάρου· κατὰ λόγον· αὕτη γὰρ (Hesiod. fr. 276)
Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ᾿ Ἑρμῆν.
τινὲς δὲ ἐπὶ τὴν τῶν ὁμωνύμων ὕλην ἀποχωροῦντες Ἄτλαντός φασι λεγομένας θυγατέρας, ἐπειδὴ ἐκεῖ τι κληΐζεται, κατὰ τὴν τοῦ πατρὸς ὁμωνυμίαν ὡς ἐξ ὄρους γεγεννημένας ὀρείας προσηγορεῦσθαι. οἱ δὲ οὕτως· καθὸ Πελειάδας αὐτὰς εἶπε, καὶ ὀρείας· αἱ γὰρ περιστεραὶ ὄρειαί εἰσιν· εἴωθε δὲ ὁ Πίνδαρος ταῖς ὁμωνυμίαις ἐπαναπαύεσθαι ἔθει ἰδίῳ ἔνιοι δὲ διὰ τὸ ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου κεῖσθαι, κατὰ ὕφεσιν τοῦ υ [λέγεσθαι], ὡς καὶ τὸ (Pind. fr. 308) Κλειὸς ἕκατι, ἀντὶ τοῦ Κλειοῦς. εἶπε δ᾿ ἂν οὐραίας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Ψ 519)·
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
οὐραῖαι.
εἰ μὴ καθὸ ἀπόγειον ἄνεμον λέγομεν, οὕτως οὐρείας τὰς οὐραίας ἀκουστέον. τάχα δὲ ἀπὸ τοῦ συνόντος Ὠρίωνος τὰς ὠρείας ἐν συστολῇ γενέσθαι ὀρείας. βέλτιον οὖν ἀποδιδόναι. τῇ ὁμωνυμίᾳ προσαναπαυόμενον τὸν Πίνδραρον οὕτως εἰρηκέναι, ἢ ἀπὸ τῆς Κυλλήνης, ἐν ᾗ ἐτράφησαν. ὁ δὲ Κράτης γράφει θερειᾶν Πελειάδων, ὅτι θερείας ἐπιτέλλουσι· τούτῳ δὲ ἀντιπράσσει ἥ τε ἀντίστροφος καὶ τὸ μὴ μόνον θέρους αὐτὰς ἐπιτέλλειν, ἀλλὰ καὶ χειμῶνος. δύναιτο δ᾿ ἂν καὶ ὀρείας λέγειν τὰς ὀρουστικὰς, τουτέστιν ὁρμητικὰς, διὰ τὸ φεύγειν τὸν Ὠρίωνα ἢ διὰ τὸν φόβον τῶν Ἡρακλέους βελῶν. 35
ἐπεὶ οὐδ᾿ ἐμὲ νήϊδά γ᾿ οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. εἰ μὴ ἄρα τις τῇ πείρᾳ μεμαθηκέναι ὑποστήσεται τὸν Ἕκτορα, ὡς ἐπιτηδείως ἡ Σαλαμὶς ἔχει πρὸς τὴν τῶν ἡρώων γένεσιν.
Scholia in Pindarum Nemean Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.