τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. συστείλας τὴν τελευταίαν.
Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων
ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. | 18 οἱ δὲ στάσεως παραπεσούσης πολιτικῆς· ὀ γοῦν Μενεκλῆς FHG IV p. 449) πιθανωτέραν δοκεῖν φησι τῆς στάσεως τὴν αἰτίαν. μυθικωτέραν δὲ τὴν περὶ τῆς φωνῆς. φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἠγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς τὴν πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι· ἀποδημήσας· δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται πρὸς τὴν ἀποικίαν ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται. τὸν δὲ θεὸν χρῆσαι·
Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς.
ἔρχεο, λεῖφ᾿ ἁλίαν χώραν· ἤπειρος ἀμείνων
ἠῷος. πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων.
στέρξον γῆν ὁσίως, ἣν μισεῖ πολλὴν ἀθεμίστως.
οἷά τ᾿ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει.
Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων
ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. τὸ δὲ σημεῖον, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλλίστην, ὕστερον δὲ Θήραν. 27
Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι.
ἐνταῦθα δὲ πῶς τὴν Κυρήνην τοῦ μαντείου πλησίον εἶναί φησιν; ἀπέχει γὰρ ἱκανοῖς σταδίοις· ἀλλὰ ῥητέον, ὅτι πᾶσα ἡ χώρα ἀνιέρωται τῷ θεῷ. 46
ἢ οἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη,
ἣ τέκεν Εὔφημον Γαιηόχῳ Ἐννοσιγαίῳ
μιχθεῖσ᾿ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης.
δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.
ἐπεὶ Μινύαο θυγατρῶν
οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾿ αἵματος εὐχετόωντο.
ἔνθ᾿ ἦτοι πρῶτον Τυρὼ ἴδον εὐπατέρειαν,
ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι·
φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο (λ 235)· εἶτα τὸ ἑξῆς·
τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν
Αἴσονά τ᾿ ἠδὲ Φέρητα (λ 258).
ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾿ ἔνερθε
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. εἰσὶ δὲ καὶ Αἰτωλοὶ πάντες μονοκρήπιδες διὰ τὸ πολεμικώτατοι εἶναι. ἦν δὲ τὸ μάντευμα τοιοῦτον· [τὸν μονοκρήπιδα πάντως ἐν φυλακῇ σχεθέμεν μεγάλᾳ καὶ τὰ ἑξῆς.] 186
ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτή. 191
| 198 Σπερχεῖ᾿, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς.
καὶ παρ᾿ Αἰσχύλῳ (Choeph. 6)·
πλόκαμον Ἰνάχῳ θρεπτήριον,
τὸν δεύτερον δὲ τόνδε πενθητήριον,
Ὀρέστης φησὶ τῷ Ἀγαμέμνονι. τὰς γὰρ πρώτας κόμας τοῖς ποταμοῖς οἱ ἀρχαῖοι ἀπεκείροντο, σύμβολον τοῦ ἐξ ὕδατος εἶναι πάντων τὴν αὔξησιν.
οἳ δὲ Φερὰς ἐνέμοντο, ἰδὲ κρήνην Ὑπέρειαν.
εἶναι δέ φασι καὶ ἐν Λακωνικῇ Ὑπέρειαν κρήνην.
τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν,
Αἴσονά τ᾿ ἠδὲ Φέρητ᾿ Ἀμυθάονά θ᾿ ἱππιοχάρμην.
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. οἱ δὲ, ὅτι ἐπί τινος πέτρας κοιμηθεὶς ἀπεσπερμάτισε, καὶ τὸν θορὸν δεξαμένη ἡ γῆ ἀνέδωκεν ἵππον πρῶτον, ὃν ἐπεκάλεσαν Σκύφιον.
Αἰολίδαι δ᾿ ἐγένοντο θεμιστοπόλοι βασιλῆες,
Κρηθεὺς ἠδ᾿ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης,
Σαλμωνεύς τ᾿ ἄδικος καὶ ὑπέρθυμος Περιήρης.
ἀνθρώπους ἀπέπαυσεν ἐπὶ χθονὶ, μῆλα δὲ κήδει.
οὐδ᾿ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῧσαι. 307
δὴ τότ᾿ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς
μεσσόθεν ἄξεν ἐρετμόν. οἱ δὲ. ὅτι ἐφ᾿ οὗ ἃν ἐκαθέσθη μέρους, ἐκεῖ ἡ ναῦς ἔκλινεν. 324
ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί (Hes. theog. 94). ὥσπερ οὖν ἐκ Διὸς λέγουσιν εἶναι τοὺς βασιλεῖς, οὐχ ὅτι γόνος εἰσὶ τοῦ Διὸς, ἀλλ᾿ ὅτι τὸ βασιλεύειν ἐκ Διὸς ἔχουσιν, οὕτως ἐξ Ἀπόλλωνος φορμικτὴν αὐτὸν εἶπεν· ἡγεμὼν γὰρ ὁ θεὸς τῆς κιθαρῳδίας. | 334 ὁ μέντοι Χαῖρις οὐκ ἀπιθάνως τούτους φησὶν ὠνομάσθαι τοὺς ἐκ θεῶν γεγονότας, οἷον Διοσκούρους καὶ Ἡρακλέα· οὕτω δὴ καὶ Ὀρφέα, διὰ τὸ Ἀπόλλωνος εἶναι υἱὸν γόνῳ. παρατίθεται δὲ καὶ χρησμόν τινα, ὅν φησι Μέναιχμον ἀναγράφειν ἐν τῷ Πυθικῷ (scr. rer. Alex. p. 146). ἔχει δὲ οὕτως·
Πιέρες αἰνοπαθεῖς, στυγνὴν ἀποτίσετε λώβην
Ὀρφέ᾿ ἀποκτείναντες Ἀπόλλωνος φίλον υἱόν. καὶ Ἀσκληπιάδης (FHG III p. 303) ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλνος καὶ Καλλιόπης 'Υμέναιον, Ἰάλεμον, Ὀρφέα. 335
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.
μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεσταὶ δὲ θάλασσαι
καὶ λιμένες.
ἀστράπτων ἐπιδέξι᾿, ἐναίσιμα (B 353).
ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.
οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, καὶ τὰ ἑξῆς· οἱ δὲ νεώτεροι πόντον ὑφίστανται δύο νησίδια σκοπελοειδῆ ἀλλήλοις συρρηγνύμενα. καὶ ἴσως Ὅμηρος οὐδὲ αὐτὰς τὰς πέτρας ἐπικυλίεσθαί φησιν, ἀλλὰ τὰ κύματα ἐγειρόμενα μεταξὺ ταῖς πέτραις προσρήσσειν τὰς ναῦς. φησὶ γοῦν (μ 71)·
καί νύ κε τὴν ἔνθ᾿ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ὅτι τὴν ναῦν προσέρρηξεν ἂν τῇ πέτρᾳ τὸ κῦμα, καὶ οὐκ αὐτὴ ἡ πέτρα συνεκρότησε τῇ ἑτέρᾳ· οἱ δὲ νεώτεροι συντρέχειν φασίν. ὁ δὲ Πίνδαρος προστερατεύεταί τι λέγων ὅτι δίδυμαι ἦσαν ζωαί. 391
Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. 381 a B
ἐπὶ δὲ ῥίζαν βάλε πικρήν
χερσὶ διατρίψας.
χαλκοσκελεῖς γὰρ . . . . . . .
. . ἐν ἐκπνέουσι πνευμάτων ἄπο·
φλέγει δὲ μυκτὴρ, ὥσ . . . . (Soph. fr. 312) καὶ Ἀπολλώνιος (3, 409)·
δύω πεδίον τὸ Ἀρήϊον ἀμφινέμονται
ταῦρ οι χαλκόποδες, στόματι φλόγα φυσιόωντες. 419
εἴ σε μὴ μισῶ, γενοίμην ἓν Κρατίνου κώδιον.
Διὸς παῖς ὁ χρυσός,
κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει,
βροτεᾶν † φρένα κράτιστον φρενῶν (Pind. fr. 222).
αἰόλλει, μάλα δ᾿ ὦκα λιλαίεται ὀπτηθῆναι. 435
ἔνθα δ᾿ ἄρ᾿ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.
Καλλίστη τοπάροιθε, τὸ δ᾿ ὕστερον οὔνομα Θήρη.
ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ᾿ ἄγγελος αἴσιμα εἰδῇ.
τοῦτο δὲ πρὸς ἑαυτὸν ὁ Πίνδαρος ἀνάγει, ὅτι ὀφείλεις μοι πεισθῆναι πρεσβεύοντι ὡς ἀγαθῷ ἀγγέλῳ.
μηδὲ κακῶν ἕταρον, μήδ᾿ ἐσθλῶν νεικητῆρα.
Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ᾿ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (B 220)·
ἔχθιστος δ᾿ Ἀχιλῆϊ μάλιστ᾿ ἦν ἠδ᾿ Ὀδυσῆϊ. 522
οἱ δ᾿ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι
Δωριέες.
Scholia in Pindarum Pythian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.