δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.
καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)·
ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς.
ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι
καὶ κεφαλῆς. καὶ πάλιν (Ξ 174)·
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν.
τοὺς δ᾿ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα. καὶ οἱ Ἕλληνες δὲ κατὰ τὴν πόρθησιν παρδαλέαν τῷ Ἀντήνορος οἴκῳ παρῃώρησαν σημεῖον ποιούμενοι τοῖς οἰκείοις στρατιώταις τοῦ μηδένα ὡς πολέμιον οἶκον πορθῆσαι. διαφυγόντες δὲ τὸν πόλεμον συναπῆραν μὲν τῷ Μενελάῳ, κατὰ δὲ τὴν πλάνην τοῦ Μενελάου εἰς Λιβύην ἐλθόντες οἱ Ἀντηνορίδαι, καταπονηθέντες τῷ χειμῶνι καὶ τῇ πολυχρονίῳ πλάνῃ ᾤκησαν αὐτόθι.
Scholia in Pindarum Pythian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.