20 ἡ δ᾿ ἔτεκ᾿ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν,
Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ᾿ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως·
Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ
τίκτ᾿ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε.
καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος·
τῆμος ἄρ᾿ ἦλθε κόραξ, φράσσεν δ᾿ ἄρα ἔργ᾿ ἀΐδηλα,
Φοίβῳ ἀκερσεκόμῃ, ὅτ᾿ ἄρ᾿ Ἴσχυς γῆμε Κόρωνιν
Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)·
Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾿ ἀείδειν.
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος.
Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων.
κἄπειτα δ᾿ εἶσι λαμπρὸν ἡλίου φάος,
ἕως ἐγείρω πρευμενεῖς τοὺς νυμφίους
νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις . . . κἀν τῷ βίῳ εὐκορεῖ ἀντὶ τοῦ κόρους κορώνας παρατρέποντες ἔνιοί φασιν (PLG 4 III p. 663) ἐκκόρει κόρει κορώνας. 43
νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει.
τῆμος ἄρ᾿ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτός
Πυθὼ ἐς ἠγαθέην, καί ῥ᾿ ἔφρασεν ἔργ᾿ ἀΐδηλα
Φοίβῳ ἀκερσεκόμῃ, ὅτι Ἴσχυς γῆμε Κόρωνιν
Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.
οὐ πάντες, ἀλλ᾿ οὓς ἔσχεν ὥτερος δαίμων.
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.
μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
πρήσειεν ἄν τις.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δὲ ἐάων.
ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
ἄλλοτε μέν τε κακῷ ἐπιμίσγεται, ἄλλοτε δ᾿ ἐσθλῷ. δοκοῦσι γὰρ οἱ εὐδαίμονες συγκεκραμένον ἔχειν τοῖς ἀγαθοῖς καὶ φαῦλον· οἱ δὲ δυστυχεῖς ἄκρατον τὴν δυστυχίαν. διὸ καὶ περὶ τοῦ Δημοδόκου τοῦ κιθαρῳδοῦ φησιν (θ 63)·
ὃν πέρι Μοῦσ᾿ ἐφίλησε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε·
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾿ ἡδεῖαν ἀοιδήν.
διὸ εἴτις λέγει, διατί θεοφιλὴς ὢν πήρωσιν ἐδυστύχησεν, ἔχομεν λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἄνθρωπον ὄντα τελέως ἐν πᾶσιν εὐτυχεῖν καὶ ἀπαθῆ εἶναι. ὁ μέντοι Πίνδαρος οὕτως ἐδέξατο, δύο πίθους εἶναι φαύλων καὶ ἕνα ἀγαθῶν. διὸ καὶ αὐτός φησιν· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο. οὐκ ἔστι δὲ τοῦτο. δύο γὰρ οἱ πίθοι εἰσὶ, καὶ ὁ μὲν εἷς ἀγαθῶν, ὁ δὲ ἕτερος φαύλων. τὸ γὰρ ἕτερος ἐλέγχει παρακείμενον, ὅπερ ἐπὶ δυϊκοῦ μόνου ἀριθμοῦ λέγεται, τῶν δύο τὸ ἕτερον. ὁ λόγος οὖν πρὸς τὴν Ἱέρωνος νόσον καὶ πρὸς τὸ τῆς βασιλείας ἀξίωμα. μηδαμῶς, φησὶν, ὦ Ἱέρων, ἀλγύνου· ἀδύνατον γάρ ἐστιν ἄνθρωπόν σε ὅντα καὶ εὐδαιμονοῦντα μὴ ἔχειν τι καὶ βλάβης. ἀνασηκοῦσι γὰρ ὥσπερ τὰ ἀγαθὰ τῇ τῶν φαύλων μερίδι.
ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,
Διόνυσε, θνητοῖς τ᾿ οὐδαμῶς ὑπόστατος.
ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τροφὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)·
καί ῥ᾿ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης.
ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰνουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου.
οὔτοι ἀπόβλητ᾿ ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο. 175
κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί.
καὶ πνεύματ᾿ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει.
ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς.
Scholia in Pindarum Pythian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.