a.
[ἐς φανερὰν ὁδόν:] ἀμφίβολον πότερον ἀρσενικόν ἐστι τὸ ἕκαστον ἢ οὐδέτερον. ἐὰν μὲν οὐδετέρως δεξώμεθα, οὕτως· σαφὲς δὲ ποιεῖ καὶ τεκμηριοῖ ἕκαστον ἔργον . . . ἐὰν δὲ ἀρσενικῶς, οὕτως· τὸ ἴδιον πρᾶγμα ἔκδηλον καὶ φανερὸν καθίστησι τῶν ἀνθρώπων ἕκαστον.b.
ἄλλως· ἕκαστον γὰρ τῶν ἀνθρώπων τὸ ἴδιον πρᾶγμα φανερὸν ποιεῖ, ὡς Ὅμηρον ἡ ποίησις, ἡ ῥητορικὴ Δημοσθένην.c.
τεκμαίρει χρῆμ᾿ ἕκαστον: ἕκαστον γὰρ τῶν 2 ἀνθρώπων τεκμαίρει καὶ μηνύει τὸ οἱκεῖον πρᾶγμα, ὡς Ὅμηρον ἡ ποίησις, Δημοσθένην ἡ ῥητορική.d.
λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ.e.
ὁ δὲ λόγος γνωμικός. 3Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.