a.
ὄλβος δ᾿ ἅμ᾿ ἕσπετο: ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ᾿ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν.b.
ἄλλως· ὁμοίως τῷ (Ο 305) ·c.
τιμῶντες δ᾿ ἀρετάς: ἤτοι καθόλου γνωμικὸς ὁ λόγος, ἢ ἐπὶ τῶν Ἰαμιδῶν· οἱ δὲ Ἰαμίδαι τὰς ἀρετὰς τιμῶντες ἀεὶ εἰς ἐπίδοξον ὁδὸν βίου πορεύονται.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.