a.
μῶμος δ᾿ ἐξ ἄλλων: φθόνος δὲ καὶ ψόγος 1 ἐξ ἄλλων τινῶν, ἐκ τῶν φθονερῶν, ἐπικρέμαται τούτοις οἷς ἄν ποτε κατὰ τὴν Ὀλυμπίαν περὶ τὸν δωδεκάκυκλον δρόμον ἀγωνισαμένοις καὶ νικήσασιν [καὶ οἷς ἂν] ἡ ἐκ τῆς νίκης χάρις ἔνδοξον τὴν ὄψιν παράσχῃ.b.
ἄλλως· ὁ νοῦς· 2 ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχηκόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόντας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.