ΕΙΣ ΤΗΝ Δ.
νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ.
μένων ἐδάφη.
οὐδὲ γὰρ ἐν οὐρανῷ ἔστι γῆρας, οὐδʼ ὕπτστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα· πάσης δʼ ἐξαιρέτως θυμηδίας ὡσπερεὶ συνε- κτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν εὐφροσύνην ἀκμή.*διὰ
τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν γεγενημένον, ὁ δὲ Γανυμήδης ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης. ἡ δὲ Ἥβη, ὡς λέγεται, Ἥρας ἐστὶ θυγάτηρ.
φιλόφρων δὲ ἀριδείκετος λέγεται.
ὅλων, οἰκονομῶν τὰ συμφέροντα, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφα- σιν, ἃ δὲ δίκαια.
ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων” μὴ νοήσαντές τινες ἀλλοκότους ἐξηγήσεις πεποίηνται. φασὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς, παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γενομένην. τὸ οὖν παραβλήδην ὅτι μετὰ τοῦ παραβάλ-
λειν λέγει, ὅπερ εἰώθασι συγκρίνειν λέγειν, καὶ ὅτι τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· “δοιαὶ μὲν Μενελάῳ ἀρη- γόνες εἰσὶ θεάων, Ηρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομ- μειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει” καὶ
οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ ὄντως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι, δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάνδρῳ. καὶ ἡμὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖθεν χρημα- τίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη φιλομμειδὴς καὶ οὐκ ἀπʼ
Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθηνται, ἡ δὲ αἰεὶ παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέ- εσθαι.” ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός.
2
πρῶτος, καὶ οὕτως ἐτίμησεν. λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς, ἢ πρὸς τὰς τῶν Τρώων ἐπικούρους συγκρίνων θεὰς αὐτήν.
φιλομμειδέα μόνον. πόρρωθεν δὲ ἄρχεται τῶν βουλευμάτων.*Ἀλαλκομενηῒς
τὸ βουληθῆναι ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ.
καὶ λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. τοῦτο δέ φησιν, ἵνα μηδὲ αὐτὴ ἐναντιωθῇ αὐτῷ ἐν τῇ τῶν Ἑλλήνων ἄτῃ.
κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.*Πορφυρίου
τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς δια- νοίας ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ, καί φησιν ἐγὼ ἀέκων δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι 4 θυμῷ, καὶ οὕτως ἂν ἦν ἐναντιολογία. ἐπεὶ δʼ ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντί γε θυμῷ, οὐκέτʼ ἔστι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶς, μὴ συντιθεμένης δὲ τῆς διανοίας. πᾶσα γάρ πρᾶξις διὰ τὸ καθʼ ὁρμὴν γίνεσθαι ἑφ᾿ ἡμῖν οὖσα ἑκούσιος ἂν εἴη, οὐ πᾶσα δὲ πρᾶξις καὶ τὸ εὐάρεστον τῆς διανοίας ἔχει. ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι
ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικὶ, ἄκων δὲ ὅτι τοὺς φιλτά- τους πρὸς ἀπώλειαν ἐκδίδωσιν. καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες ὅταν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες δὲ ὅτι τὸν φόρτον ἀπόλλουσι δἰ ὃν πλέουσιν.
μάλα εἰκότως, ἀσεβῆ γενομένην.
φησὶ πόλεις φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον: ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητὴς, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτι- μηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέ-
παινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν. σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρʼ αὐτῆς ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐνα-
γανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.
5
προσαγομένη τὸν θεὸν λεληθότως.
“ὁπλότερος γενεήν” (Il. 2, 707)· ἐπὶ εὐγενείας, ὡς τὸ “γενεῇ μὲν ὑπέρτερος” (Il. 11, 796)· ἐπὶ ἐκγόνων, ὡς τὸ “ὄφρα μὴ ἄσπερμος γενεή” (Il. 20, 303)· ἐπὶ πατρίδος, ὡς τὸ “γενεὴ δέ οἵ ἐστʼ ἐπὶ λίμνῃ” (ib. 390)· ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ “τῷ δʼ ἤδη δύο μὲν γενεαί” (Il. 1, 250)· ἡ γὰρ τοιαύτη γενεὰ λ΄ ἔχει χρόνους· ἐπὶ
φύσεως, ὡς τὸ “οἵη περ φύλλων γενεή” (Il. 6, 146). λαμβτά- νεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ “ἐννέα γὰρ ζώει γενεάς.”
ἡδὺ δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων βασιλεύοντος.
τοῖς ἄρχουσι τοὺς ποσῶς ὑποκειμένους ἕπεσθαι.
δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ” (Il. 3, 440). τὸ δὲ πειρᾶν ἀντὶ τοῦ πειράτω.*οὐκ
ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀρι- στοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμηρου λύουσι λέγοντες προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τ᾿ αἴ κε θέλῃσιν,” οὐχὶ πείθειν.
μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν εἰς Ποσειδῶνα βλασφημίαν. ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος κύδος καὶ ὑπερκύδας.
σοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος· διὰ τοῦτο καὶ ἡ πάρος μεμαυῖα πέμπεται.
μους δηλοῦσιν. σπινθηρίζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐν ὅσῳ δὲ, φησὶ, ταραττόμενοι σκοποῦσι περὶ τοῦ πολέμου διὰ τὸ τέρας, ἐν τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν γῆν παρεγένετο.
πρὸς τὸ ῥῆμα, ὃ καὶ βέλτιον, οὐ βαρύνεται.
ὑφορῶσιν, διὰ δὲ τὲ τὴν σβέσιν διστάζουσιν.
καὶ ἕτερον νόμον οὗτος πρὸ τοῦ νῦν· βούλεται δὲ παραβῆναι καὶ τοῦ- τον τὸν νόμον ἤτοι τῶν σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβουλεύων, ἔφη ἂν ὁ Πάνδαρος διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους εἰκό- τως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός.
μικρολόγον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ.*Πορφυρίου
τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Il. 3, 454)ʼ τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾶ Il. 5, 202), καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ
εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι τὴν χεῖραʼ οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάν- δαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητὴν “Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν” (Il. 2, 827), ὃ σημαίνει τὴν
τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.
Πανδάρου καὶ Ἀντιμάχου. τινὲς δὲ ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει.
ἔκαυσαν· εἶθʼ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον.
ἀλλʼ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει τὴν τὸ ἦρος γεν- νῶσαν, τουτέστι τὸν ὄρθρον, οὕτω λυκηγενῆ τὸν ἥλιον προσηγόρευσεν, ἐπειδὴ τοῦ κατὰ τὴν ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος. ἢ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ ιβ΄ ζώδια.
ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας οὐδὲ ταύρους ὑπισχνεῖται, ἀλλʼ ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο.
τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα. ἢ ἐντομίαν· οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις. ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον.
δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς δηλωθῇ, ὃ αὐτὸν ὑπτι- άζει.
ἀπὸ μεταφορᾶς τοῦ ζῴου.
τοῦ λόγου διήγησιν.
σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊκτῶν, ὡς τὸ μελαίνετο δὲ χρόα καλόν (Il. 5, 354).
οἴεται εἶναι. Ὀδυσσεὺς δὲ “ταχέας ἐκχεύατʼ ὁϊστούς” (Od. 22, 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ στοχασμοῦ δεόμενος.
ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως, καὶ νεύροις βοείοις. ἀπὸ δὲ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ.*γλυφίδες
λίγξεν ὀνοματοποιία ἐστίν. ἐκ δὲ τῶν παρεπομένων τὴν ἄφεσιν δηλοῖ. τοῦ δὲ ἆλτο συνετμήθη ἡ λέξις πρὸς τὸ τάχος τῆς ἀφέ- σεως.
πον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής· διὸ συνεχέστερον αὐτῷ διαλέγεται, ὡς Πατρόκλῳ καὶ Εὐμαίῳ. εἴδη δὲ τῆς ἀποστροφῆς ταῦτα, τὸ παρὰ λέξιν, ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ· τὸ παρὰ φράσιν, ὅταν ἀπὸ τοῦ διηγήματος εἰς τό μιμητικὸν μετέλθῃ ἢ τοὐναντίον· τὸ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς τὸ νῦν “οὐδὲ σέθεν,
Μενέλαε,” καὶ τὸ ἀπὸ τοῦ τόπου εἰς τόπον. τὸ δὲ οὐ λελάθοντο κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐφήμησιν, ἢ παῤ ὑπόνοιαν, ὡς χωρίον σκληρὸν μὲν, οὐκ ἔχον δὲ ὕλην, δέον εἰπεῖν εὔγειον μέν.
πευκές γενέσθαι.
εἰς τοῦτο τὸ μέρος ἄγει, καθʼ ὃ ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος. ζωστὴρ δέ ἐστιν ἡ θωρα- κῖτις ζώνη, τὸν θώρακα οἱ φοροῦντες ζώννυνται.
ὀμφαλοῦ θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ λαγόνων ἄχρι κνημῶν ζῶμα· περὶ δὲ τὸ ἦτρον ἡ μίτρα ἔσωθεν ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα πρὸς τὸ μὴ θλίβειν τὴν γαστέρα· διὸ τὴν συμβολὴν δίπλοον θώρακά φησιν. ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα πάντα, ἣν
ζωκτῆρα καλεῖ. ἢ οὕτως· τὰ πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγια καλεῖται. ταῦτα δὲ ἐπι- τιθέμενα μόνον ἀλλήλοις, καὶ συσφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος, διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν οὖν ἐν μὲν τῷ χρωτὶ 12 ἡ μίτρα, μεθʼ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν ἄχρι λαγόνων· μεθʼ ὃ ὁ θώραξ, ὡς εἴρηται, περὶ τὰς λαγόνας διπλούμενος· ἄνωθεν δὲ ὁ ζωστήρ.
μίτρη.”
τὴν χροιὰν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος εἵπετο πεζῶν” (274). ἐπεξεργάζεται δὲ τὴν πληγὴν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή.*γίνεται
παρὰ Λάκωσι λευκὸς χρὼς καὶ κόμη ξανθή. διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν τοῦτον οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. φοίνικι δὲ ἄνθει ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι Τροιζήνιοι. μιήνῃ δὲ τὸ μίξει, ἐκ τοῦ μία, ἢ βάψει· μιάμματα γὰρ τὰ βάμματα. Μῃονὶς δὲ ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. παρήϊον
δὲ τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά.
συγκοπῆς.
τοῦ δὲ τὸ καρτερικόν. ἐπʼ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. μέλαν δὲ ὅτι τὸ μὲν ἐξ ἐπιπολῆς κατʼ ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ τελευταῖον καὶ ἐκ βάθους μέλαν.
στίχον, καὶ τὴν σαφήνειαν μὲν οὐ βλάψεις, ἀπολέσεις δὲ τὴν ἐνάρ- γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν συναχθομένων ἑταίρων διάθεσιν· ἠθικὸν γάρ ἐστι τοῦτο καὶ περιπαθές, καὶ τὸ βαρὺ τῆς λύπης ηὔξηται δἰ αὐτοῦ.
ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς.
τὸ μονομάχιόν φησιν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. μετʼ ἀγανα- κτήσεως δὲ εἴρηται· διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστίν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυθεῖται.
τε καὶ ἐπεὶ πολεμεῖ διὰ τοῦτο λαλεῖ.
πεπρωμένον. ἢ ὁ ἐν ὕψει καθήμενος.
πάλιν τούτου ἀνακαλεῖται τὸ ὄνομα.
μενεῖ. τεχνικῶς δὲ διʼ ὧν ἀπολοφύρεται, ὡσεὶ καταλειφθησόμενος ὑπὸ τῶν συμμάχων, εἰ Μενέλεως ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.*τινὲς
νεκρῷ ποιεῖ, ἣν πάντες κούφην ἑαυτοῖς εὐχόμεθα εἶναι. παρατέταται δὲ τὸ πάθος, ἐπὶ ζῶντι καὶ παρόντι λεγομένων τῶν τοιούτων.
λαος· τὸ δὲ ἀγαθόν κατʼ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ δὲ τοῦ Ἀγαμέμνονος, ὡς εἴ τις πατέρα θάψας λέγοι ὅτι ἀγαθὸν πατέρα ἀπώλεσα· οὐ γὰρ τὰ τοῦ γένους τοσοῦτον ὅσον τὰ τῶν τρόπων ἀγαπητά.
οὐδὲ τὴν ἔφοδον αὐτοῦ ἐσιώπησεν.
τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.
φίλους ἀγωνιῶντας περιεστάναι.
ἐπὶ Μενελάου, ἐκτομὴν, ὡς ἐπʼ Εὐρυπύλου (Il. 11, 843), διωσμὸν, ὡς ἐπὶ Διομήδους (Il. 5, 112).
ἦσαν συνεσφιγμένοι ἕως ἀφείθησαν.
διὸ οὐ προσίεται τὰ δάκνοντα φάρμακα. εἰδὼς πάσσε ἤτοι εἰδήμων ὤν. τρεῖς δὲ φαρμάκων ἰδέαι, ἐπίπαστα, ὡς ἐπὶ Μενελάου, χριστὰ, ὡς τὸ “ἰοὺς χρίεσθαι” (Od. 1, 262), πότιμα, ὡς ἐπὶ Ἑλέιης (Od. 4, 220).
μὴ, κἂν φράσαι ἀόπλοις αὐτοῖς ἐμπεσεῖν. διὰ τί δὲ πάλιν Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβέσθαι τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος.
κοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ “ἀλλήλοισιν ἔφυν” (Od. 5, 481). αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν τῆς γενικῆς τῆς μετοχῆς. ἀπὸ γὰρ τοῦ δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν.
ἀρνήσεις ἀντὶ μιᾶς εἰσὶ καταφάσεως.
δὲ αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν ταμιευόμενος μάχην.
τῆς μάχης ἦρξαν.
τοξεύειν. ἀμέλει δὲ καὶ εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ, περὶ ἰοὺς πεπονημένοι. τετάρακται δὲ τῇ Μενελάου λύπῃ.
πληγμέναι λοιπὸν ἵστανται.
δεύτερον λέοντος σῦς. Αἴας δὲ καὶ Ἀγαμέμνων καὶ Ἀχιλλεὺς εἰς λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου.
τερον ἀφίησι τῷ βασιλεῖ. τινὸς δὲ πύματα τὰ ἀριστερὰ τῆς παρα- τάξεως.
προεδρίᾳ, τῇ συμβουλῇ. ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς θεὸς ὣς, Αἴας ἕρκος Ἀχαιῶν, Ἀγαμέμνων ἀγαθὸς βασι- λεὺς, Ὀδυσσεὺς δόλιος.
γάρ τι τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας.
μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.
ἀκούσῃ βροντῆς, ἐξαμβλοϊ.
δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο.
εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλʼ ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀσθενέστερον, πεζοὺς δʼ ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ μὲν κέρατα κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς. πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων ἱππέων τε καὶ πεζῶν τετάχθαι 17 τοὺς κακοὺς, ἤτοι ἱππέας τε καὶ πεζούς. ἄλλοι δὲ οὐδὲν ὅλως τῷ τόπῳ διορίζειν, ἀλλὰ τῷ χρόνῳ λέγειν πρώτους καὶ μέσους καὶ τὸ ὄπισθεν ὑστέρους, ἵνα πρῶτοι μὲν συμβάλλωσιν οἱ ἱππεῖς οἱ ἀνδρεῖοι, μεθʼ σὓς ἐπιφέρονται οἱ χείρους τῶν ἱππέων τε καὶ πεζῶν οἱ ἀνδρειό- τατοι· οἱ δὲ ὅτι οὐχ ὡς ἐπιτιμᾶται ἔταξε. καὶ γὰρ Βοιωτοὺς
οὕτω τάττειν δοκεῖ· ὥστε ἀπὸ τοῦ ἔθους ἡ λύσις, οἱ δὲ ἀπὸ τῆς λέξεως. τὸ γὰρ πρῶτον δῆλον τὸ δεξιὸν κέρας, ὄπισθεν δὲ τὸ ἀρι- στερόν. πρώτονς οὖν εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὡς εἰκὸς, μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ καὶ λόγον ἔξει τὸ “ὄφρα καὶ οὐκ
ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ (300).”
καλεῖ, καὶ πάλιν ἑνούμενοι ὡς τεῖχος δέχοιντο τοὺς πολεμίους ἐπιόν- τας· μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλε. τινὲς δὲ τὸ ἔμ- προσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρως λαμβάνουσι· τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπʼ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων.
βραχὺ δὲ διασταλτέον εἰς τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσεν.
κακοὺς ἐμέσασεν.
δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.
ζῆλον.
ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιορισθέν- τος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι. καὶ συμβαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς χώρους, ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέγραψαν “ἐνθάδʼ Ἐρευθα- λίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆα, γένος ἔξοχον
Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.” ἱστορεῖ Ἀρίαιθος.
τὸ γῆρας.
ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ “νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν” (347). ἢ λείπει ἡ κατά εἰς τὸ ὁρμήσειεν, ὡς τὸ “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 14,
488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι. διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων, ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει, ὁ δʼ ὀνειδίζων δέκα πύργοι Ἀχαιῶν φησίν.
(Il. 3, 202). τοῦτο δέ φησιν ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνε- βάλετο.
μὲν οὖν τῷ μεθιέμεν τελεία, ἐν δὲ τῷ Ἄρηα ὑποστιγμή.
μάχην, ὅμως Ὀδυσσέα ἀνέμενεν.
21 ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξί. δορύξενος, ὡς Γλαῦκος καὶ Διομήδης.
εἰς τὸ ἐγένοντο ὑποστίζουσι, καὶ τῷ λεχεποίην τὴν τελείαν παρ- έχονται, πλεονάζειν λέγοντες τὸν δέ.
αὐτοῦ τὸ δόρυ.
φθέγγεται ὁ Διομήδης.
τιμᾶσθαι γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι νομίζουσι δεῖν. ἄλλως τε οὐχ ὁμοίως ἀμφοτέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον εἰπὼν, τὸν δὲ τοῦ πατρὸς ἥττονα· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.
πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρατηγοῦ. καὶ νῦν μὲν, ἵνα μὴ δοκῇ εἶναι λάλος, ἡσυχάζει· τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν “ἀλκὴν μέν μοι (φησὶ) πρῶτον ὀνείδισας” (Il. 9, 34). καὶ τὸ κρατερός δὲ νῦν ἔμφασιν ἔχει, πλη- ροῦν ὃ παρέλιπεν ὁ βασιλεύς.
22
γονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν βασιλέα Λαοδάμαντα ἀνεῖλον, ἐννέα ὄντες τὸν ἀριθμὸν οὗτοι, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέδων Ἐτεόκλου.
ἄρχοντα περὶ τοὺς ἀρχομένους εἶναι καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ τῆς φθορᾶς καὶ τῆς σωτηρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος.
ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ ὑποκινή- σαντος. καὶ οὕτως κατὰ μέρος αὔξει τὰ τοῦ πολέμου, προανυψοῖ δὲ καὶ νῦν τὸ Διομήδους πρόσωπον.
τὸ δὲ ἑξῆς οὕτως, οἱ δὲ ἄλλοι ἀκὴν ἴσαν σιγῇ. ἄρρητος δὲ ἡ ἐπίνοια σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. ὑποφαίνει γοῦν ἄκρως ὡς εὐπειθεῖς Ἕλληνες, τοὺς πολεμίους οὐ δεδιότες, ἀλλὰ μᾶλλον τοὺς ἡγεμόνας.
βῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς.
(Il. 3, 28)· πῶς γὰρ ἄν τις ἴδοι οἱ δʼ οὔασι πάντες ἄκουον (Il. 12, 442)· οὐ γάρ πως ἄλλῃ αἰσθήσει ἀκούομεν. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθον τε ῥέοντα (Il. 6, 172)· ποῖος γὰρ ἄλλος ποτα- μὸς οὐ ῥεῖ; ἔστι δὲ ἡ μὲν ὀρυκτὴ τάφρος πρὸς τὰς οὐκ ἐξ ὀρύ- γματος συνισταμένας τάφρους, ἤτοι ἀντιδιαιρουμένη, ἐκ χάσματος
δὲ γῆς ἢ ἐξ ὑδάτων παρόδου ἢ ἐξ ἄλλης αἰτίας· ἢ ὀρυκτὴ τάφρος ἡ βαθὺ τὸ ὄρυγμα διαφαίνουσα· ὅταν γὰρ βαθὺ γένηται σκάμμα καὶ ἐπικίνδυνον εἰς διάβασιν, τότε ἀπείληφε τοῦ ὀρύγματος τὴν δύναμιν. τὸ δὲ γάλα λευκὸν, ὅτι σκιὰν οὐκ ἐπιδέχεται. ὑγρὸν δὲ τὸ ἔλαιον, ὅτι τὰ μὲν ἄλλα ὑγρὰ ἐκχυθέντα, εἰ καὶ παραυτίκα τὰ δευθέντα
μαλακύνει, ἀλλʼ οὖν ταχέως ξηραίνεται καὶ ἐκβληθέντα κραῦρα καὶ περίξηρα καταλείπει τὰ δεδευμένα· τὸ ἔλαιον δὲ ἐπὶ πολὺ διαμένει καὶ ἀνυγραίνει τὸ δεξάμενον, μαλακώτερόν τε ποιεῖ πρὸς τὴν ἁρὴν τὸ φύσει ἁπαλόν. τὸ δὲ ἰδεῖν ὀφθαλμοῖσιν ἀντιδιαίρεσιν ἔχει πρὸς τὸν διὰ φαντασίας βλέποντά τι, ὥσπερ καὶ κατὰ τοὺς ὕπνους δοκοῦ-
μεν ὁρᾶν τι καὶ διηγουμένων ἄλλων ἀναπλάσσομεν τὰ διηγήματα· τὸ δὲ θεάσασθαι δἰ ὀφθαλμῶν σημαίνει τὴν ἐναργῆ θέαν καὶ τὴν δἰ αὐτοῦ κατάληψιν διὰ τῆς οἰκείας πρὸς τὸ ὁρώμενον αἰσθήσεως. 24 ὡσαύτως δʼ ἔχει τὸ οὔασιν ἀκοῦσαι, τὸ τὸν παρόντα αὐτὸν ἀκοῦσαι τοῦ λέγοντος καὶ μὴ ἄλλου ἀγγέλλοντος ἀκοῦσαι λόγον, ὡς καὶ ἐν τῇ συνηθείᾳ εἰώθασι λέγειν παρὰ ζώσης φωνῆς ἀκηκοέναι, καὶ μήτε διὰ γραπτῶν λόγων ἀκοῦσαι μήτε τὰ παῤ ἄλλου διηγουμένου. Ξάνθον τε ῥέοντα· ἤτοι ἐπεὶ Ξάνθος ἐστὶ καὶ πόλις τῆς Λυκίας,
διέκρινε τὸν ποταμὸν τῷ ῥεύματι, ἢ τὸν σφόδρα ῥέοντα βούλεται λέγειν, ὡς τὸν δινήεντα· ἢ Ξάνθον ῥέοντα, ὡς εἰ ἔλεγε Ξάνθου ῥοάς· ἢ τὸν καλῶς ῥέοντα, ὡς “ποιητὰς ἐσέχυντο πύλας” (Il. 12, 470) τὰς εὖ πεποιημένας· ἢ ποιηταὶ πύλαι αἱ τέλος ἤδη λαβοῦσαι καὶ ἀποτετελεσμέναι. καὶ ὅλως ἐπὶ πάντων τῶν τοιούτων ζητῶν τις
εὑρήσει εὔλογον τὴν τῆς προσθήκης αἰτίαν.
θορυβεῖν.
συμμάχους, ἀλλʼ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλάσατο.*καὶ
διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεὰ οὕτω τις παντάπασι τερατώδης ὑφʼ Ὁμήρου μεμόρφωται, τὰς πρὸς ἑκάτερον μεταβολὰς τοῦ σώ- ματος ἀπίστως ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ τῆς γῆς ἐρριμμένη, ποτὲ δʼ εἰς ἄπειρον αἰθέρος ἐκτεινομένη μέγεθος, ἀλλʼ ὅπερ ἔθος συμβαί- νειν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος ἐκ ταύτης τῆς ἀλληγορίας ἐδήλωσεν·
ἀρχομένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ πρὸς μέγα δή τι κακὸν διογκοῦται. καὶ ταῦτα μὲν ἴσως μετριώτερα.
φόνος γίνεται.
στρατοὶ τὸν πόλεμον, “σύν ῥ’ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν” (Il. 12, 181). μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά “οἱ μὲν ἂρ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ” (Od. 1, 110). ὅθεν τὸ καταδεχόμενον τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται. ἀλλʼ ὅμω ςαὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν
ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων “εἰς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ” (Il. 4, 453). ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ “ὣς τῶν μισγομένων γένετʼ ἰαχή τε φόβος τε” (Il. 4, 456). συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν ἐς μισγάγκειαν συμ- μίσγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν ὡς τὸ
“τέμενος τάμον” (Il. 6, 194). καὶ “κειμήλια κεῖται” (Il. 6, 47). καὶ “ἅρπαι ἀνηρείψαντο” (Od. 1, 241). καὶ “μένος οἴχεται ὃ πρὶν ἔχεσκες” (Il. 5, 472). καὶ “φής που ἄτερ λαῶν πόλιν ἑξέμεν” (Il. 5, 473). ὁ δὲ προείλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέ-
πουσιν ἑκατέρις, ἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήσας νέφος εἶπε, καὶ κατὰ μεταφορὰν πεζῶν καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παρα- βολῇ ἐπιστώσατο, καὶ τὰς φωνὰς ἤμειψεν ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ. “ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν, τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν” (Il. 4,
273). προαναφωνήσας οὖν νέφος πεζῶν ἐξ αὐτοῦ πλάσσει παρα- βολὴν “ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον 26 κατὰ πόντον ὑπὸ ζεφύροιο ἰωῆς. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετʼ ἰὸν κατὰ πόντον· ἄγει δέ τε λαίλαπα πολλήν. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι” (Il. 4, 280—282). τὸ μὲν νέφος ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον
λαίλαπα εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος κίνυντο, ὅπερ ἐπὶ νέφους τάττει κινήσει πυκινὴν νεφέλην καὶ πυκιναὶ φάλαγγες καὶ κυάνεον νέφος καὶ κυάνεαι φάλαγγες· ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς “ὅσσα δὲ μερμή- ριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον
ἄγουσι, τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος” (Od.
792—794). μτρμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων. ὁ δʼ ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρή- σασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης, “ὡς δὲ χιὼν
κατατήκετ᾿—ἥν τʼ εὖρος κατέτηξε, τηκομένης δʼ ἄρα τῆς—ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης” (Od. 19, 205), καίτοι ἐν ἄλλοις εἰπὼν “τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί.” σύν ῥʼ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δὲ, ἵνα τι δράσωσιν.
κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.
καὶ αὐχήσοι.
καταρρέοντος ὕδατος τραχὺν ἐγείρων τὸν ψόφον· καὶ τὸ κοίλωμα τὸ δεχόμενον αὐτοὺς μισγάγκεια εἴρηται, τραχυνόμενον τῇ ὀνομα- τοποιίᾳ καὶ συναπειλοῦν τῷ ῥεύματι. ἴσως δὲ καὶ δύο τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλʼ ὅτι εἰσὶ καὶ τὰ στρα- τεύματα δύο. καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ
στρατοὶ ἀλλήλοις ἐπιφέρονται.
ψόφος ἀκούεται. ἄμεινον δὲ τηλόθι γράφειν καὶ πρὸς τὸν ποιμένα ἀποδιδόναι· ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν.
θεατὴν αὐτὸν ἔχει. θερμότητος δὲ τοῦτο νεωτερικῆς ἔργον. ἢ Τρῶες κατεφρόνουν Νέστορος, καὶ κατὰ τοῦτο μᾶλλον τὸ μέρος πρώτως ἔκρουσαν.*Πορφυρίου
παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο· νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχη- τής. “ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυστά” (Il. 13, 201)· καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν. “Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ” (Il. 5, 699), τὸν ὁπλίτην σημαίνων καὶ
ἀντίθετον τῷ ἱπποκορυστῇ. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυν- τήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρὸ καὶ ῥόπαλον λέγε- ται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ 28 σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκηπάνιον καὶ σκῆπτρον· καὶ ἐπὶ τοῦ δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ “οὔδει ἐνισκήφθη” (Il. 16, 612). ὥσπερ δὲ ἐπὶ τοῦ δόρατος ᾧ καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι “στῆ δʼ ἄρʼ ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς” (Il. 22, 225), οὕτως. ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ “δὸς δέ μοι εἴ ποθί τοι ῥόπαλον τετμη-
μένον ἐστὶ, σκηρίπτεσθαι” (Od. 17, 195). ἐν δὲ τῷ ἱπποκορυστής δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι, ἀντὶ τοῦ ἱππεῖς, ὡς τὸ “ἐν, δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεὺς ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπι- διώτας” (Il. 16, 167)· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀντιτιθεὶς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων
τοὺς ἵππους ἔφη, ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν ἀντὶ τοῦ οἱ ἱππεῖς. ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι· διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστάς κατʼ ἐπικράτειαν εἰρημένον δηλοῖ ὅτι οὐ μόνον οἱ ἱππεῖς, ἀλλὰ καὶ οἱ πεζοὶ, οὐδʼ οἱ ἄνδρες μόνον, ἀλλὰ καὶ αἱ γυναῖκες
ἐκάθευδον.
οπτος πληγὴ, εἰ καὶ καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι· νῦν δὲ καὶ ἄμφω ἐπισυμβαίνει· καὶ γὰρ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει τὸν ἐγκέφαλον ἄνω καὶ κάτω κειμένη καὶ μόνως περιφυλάττουσα· ἄχρι γὰρ τῆς τοῦ ἐγκεφάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ. σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ
τελευτᾶν “τόν ῥʼ ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων” (Il. 16, 606)· “αὐτὰρ ἔπειτʼ Εὐρύαλον πέτρῳ βάλε μέσσην κακκεφαλὴν, ἀμφὶ δέ οἱ θάνατος χύτο” (ib. 415)· τοῦ κυρίου γὰρ τρωθέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ
ὀμφαλοῦ ταὐτὸ “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινός” (Il.
58)· “ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν, γνὺξ δʼ ἔριπʼ οἰμώξας” (Il. 20, 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν πλειόνως δέχονται.
τῶν ζωῶν ἅπτεσθαι.
εἰσὶ, καὶ οὐ κατὰ τοὺς Σαλαμινίους καὶ Λοκρούς. λύεται δὲ ἐκ τῆς λέξεως· ὁ γὰρ ἑταῖρος οὐ πάντως πολίτης, ἀλλὰ καὶ φίλος καὶ συμπράττων. οὕτω καὶ Πάτροκλος Ἀχιλλέως οὐ πολίτης, ἀλλʼ ἑταῖρος.
σίων πλησίον Σαλαμινίων; ἑταῖρον οὖν νῦν οὐ τὸν πολίτην, ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; οἱ δὲ, ὅτι συγκέχυται ἡ μάχη. ἢ ὅτι ὁ Αἴας πάσας ἐπῄεί τὰς τάξεις βοηθῶν. καὶ που γὰρ καὶ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (Il. 11, 472). καὶ Μενεσθεῖ βοηθεῖ ἐν τῇ
τειχομαχίᾳ (Il. 12, 370)· καὶ Μενέλαος αὐτὸν ἐπὶ Πατρόκλου προσκαλεῖται (Il. 17, 120).
Ἐλεφήνωρ· οὗτος γὰρ περιεσκόπει μὴ γυμνόν τι εἴη τοῦ σώματος. κεκάδοντο δὲ διὰ τὴν τοῦ δόρατος ὁρμὴν, οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν διαχωρισθέντες.
γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηνται ὑπὸ Ἀχιλλέως. τὸ δὲ παῤ ἵππων ἀντὶ τοῦ ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱπποστασίων Πριάμου· οἱ δὲ ἀντὶ τοῦ ἐφʼ ἵππων.
μάτων τίνειν· ἢ ὅτι δἰ ἀμφοτέρων τὴν τῶν Ἑλλήνων δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε μόνος Αἴας, οὗτος ἅμα Διὶ τοὺς πάντας Ἕλληνας διώκει.
προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς.
παραβολὴν εἴληφε ταύτην.
ἀλλὰ τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, πταῖσμα ὂν ἑκούσιον· τὸ δὲ μὴ δύνασθαι φυσικόν.
32
καὶ ἄμφω τὼ τένοντε συνηλόησεν ὁ λίθος.
τῶν περιττῶν· ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα.
μήποτε γυμνωθῇ τῆς ἀσπίδος.
τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. βάλλω ἐκ τοῦ πόρρω, ἐξ οὗ καὶ βολή· τιτρώσκω ἐκ τοῦ σύνεγγυς, ὃ ἡ τρῶσις.
ἵν᾿ ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.