ΕΙΣ ΤΗΝ Γ.
κατὰ ἔθνη καὶ φυλὰς διεκοσμήθησαν· ἢ ἀντὶ τοῦ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9, 180)· δύο γὰρ οἱ πρέσβεις. ἔστι δὲ Ἀττικόν.
τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἀμφο- τέρας δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμονος” (Il. 4, 433) καὶ “ἐς Τρώων ὅμαδον κίε” (Il. 7, 307).
1 εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, τὴν δὲ τοῦ λόγου ἀπό- δοσιν εἰς τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς ὅσης αἱ γέρανοι.
τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ- γήν. τὰ δὲ δειλότερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.
καταφρονοῦσαι τοῦ μήκους συνείρουσι πόλεμον.
εἶναι, τοῖς δὲ κλέπταις κατὰ πολὺ καὶ νυκτὸς ὠφελιμωτέραν, ἐπεὶ τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν ἐν ἀσφαλείᾳ φυλάττεται τὰ βοσκήματα, τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὁμίχλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται.
γέγωνε βοήσας” (Od. 5, 400).
γὰρ αἴτιοι προασπίζουσιν, ἐγείρει τε τὸν ἀκροατὴν, προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις αἴτιον. ὁ δὲ μέν τὸν δέ ἐν- ταῦθα οὐκ ἐπάγεται. διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος 2 τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφὴν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευά- ζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.
ἄρθρον. ὅμως οὖν ἐστὶ καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος γὰρ αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ περὶ ἄλλου λέγων ποιεῖ “Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ Πήδασον” (Il. 16, 466). ἐπιφέρεται δὲ τὸ δοῦρε δῆθεν, ἵνα, εἰ ἀπο- τύχῃ τοξεύων, προσπεσὼν μάχοιτο.
καὶ τὸ μὲν προπετὲς ἐν ἐπαγγέλματι, τὸ δὲ δειλὸν ἐν πράξει, τὸ δὲ ἐπονείδιστον ἐν τέλει.
νατα, φοβεῖσθαι δὲ τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλί- σεως καὶ θάρσος ἀλλότριον τῶν ὅπλων αὐτῷ προστέθειχεν, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.
μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος. αἶγα δὲ, διότι κατωφερὴς καὶ κερασφόρος ὁ τράγος· τοξότης δὲ καὶ ὁ Πάρις.*κεραόν
οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος. ὥσπερ οὖν τοῦτον παρο- ξύνει λιμὸς καὶ εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
τῇ θέᾳ πρὸς ἐρεθισμὸν ἐδέξατο.
ἀπὸ γυίων” (Il. 24, 514).
τερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, ἡ πλευρά—τὰ πλευρά. οὕτως οὖν καὶ τὸ παρειά παρῆκται.
τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι.
Ἕλληνας, χαίρειν δὲ ὅτι οὐκ ἔστι βίη ἐν αὐτῷ, πόθεν στοχάζεται ὅτι ἀριστέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωσαν δειλὸν ὄντα καὶ ἄνανδρον, νῦν τε διὰ τί ταῦτα προφέρει; οὐ γὰρ δὴ ὥσπερ Ὅμηρος πρώτην μάχην ταύτην ὑφίσταται ἐν ποιήσει καὶ ταῖς ἀληθείαις πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτορος ὀνει-
δισμὸς, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλως τὸν Ἕκτορα. ῥητέον οὖν ὅτι, ἐπεὶ συνέμιξαν ἀλλήλοις θέλοντες, φησὶν ὅτι “Τρωσὶ μὲν προμάχιζεν Ἀλέξανδρος παρδαλέην ὤμοισιν ἔχων” καὶ τὰ λοιπὰ, “Ἀργείους προκαλίζετο ἀντίβιον μαχέ- σασθαι” (Il. 3, 16—20). ὁ δʼ ἐν τοῖς προμάχοις γινόμενος καὶ
προκαλούμενος πάντας τοὺς ἀριστέας εἰς μάχην ὑποληφθείη ἂν ἀριστεὺς εἶναι πρόμαχος· πάλιν δʼ οὗτος, ἡνίκα τὸν Μενέλαον θεασά- μενος κατεπλάγη καὶ ἀναστρέψας ἐκ τῶν προμάχων εἰς τὸ πλῆθος κατέδυ δείσας Ἀτρέως υἱὸν καταγέλαστος γίνεται καὶ ἄλλως ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖς πᾶσι διεφθαρμένος.
ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰς τοὺς προμάχους ἐθεάσατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶθε τὸν Μενέλαον, εἰς τὸ πλῆθος ὑπονοστοῦντα διὰ δέος καὶ φόβον, πρίν τι παθεῖν καὶ κινδυνεῦσαι ἐξ αὐτῶν τῶν πᾶσιν ὀφθέντων εἰς τὰς λοιδορίας παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτος καὶ ἄλλως ἀλαζὼν καὶ ἠπεροπευτὴς καὶ ὑπόψιος
ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ “λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων” σημαίνει ὅτι μὴ μόνον ἐφθαρμένος ἐστὶν, ἀλλὰ καὶ πᾶσι πρόδηλος. εἰ γὰρ, φησὶ, λώβη (τοῦτο γὰρ σημαίνει τὸ ἔμεναι) καὶ γινώσκῃ ὑπὸ τὰς ὄψεις πάντων ὅτι τοιοῦτος εἶ, ἀλλʼ οὐκ ὢν λέληθας καὶ ὑπολαμβάνουσι μέν σε Ἀχαιοὶ ἀριστέα ἐκ τοῦ Τρωσὶ προμα-
χίζειν καὶ Ἀργείων προκαλίζεσθαι πάντας ἀρίστους. “οὐκ ἔστι δὲ βίη φρεσί” (Il. 3, 45). “κατεπλάγη γὰρ φίλον ἦτορ” (Il. 3, 31). ἀλλʼ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται εἰκότως καὶ τὸ “οὐκ ἂν δὴ μείνειας ἀρηίφιλον Μενέλαον” (Il. 3, 52) εἴρηται. καὶ ἐπειδὴ πάντες αὐτὸν εἶδον ἐν τοῖς προμάχοις καὶ πάλιν κρυπτό-
μενον ἐν τῷ πλήθει πάντων ἔφη τὴν λώβην ἔχειν ὡς πάντων αὐτῷ φοβερῶν ὄντων, ὥσπερ Μενέλαον, διότι ἠδίκησε τὴν γυναῖκα ἁρπάσας, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φησὶ, λαβῶν ἔχεις μόνου, ἀλλὰ “νυὸν ἀνδρῶν αἰχμητάων” (Il. 3, 49). τούτων μὲν νύμφην —πάντες γὰρ αὐτὴν ἐμνηστεύοντο οἱ ἄριστοι—Μενελάου δὲ γεγο- νυῖαν “θαλερὴν παράκοιτιν” (Il. 3, 53). ἐκ τῶν οὖν νῦν ὑπὸ
Ἀλεξάνδρου γεγονότων ὀνειδισμὸς γίνεται, ἀλλʼ οὐκ ἐκ λοιδόρου καὶ εἰς ὕβριν ἐπιφόρου διανοίας τοῦ Ἕκτορος. τὸ δὲ “Ἀργείων προ- καλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι” ἀμφίβολον, πότερον αὐτὸς πάλλων προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτῷ μαχέ- σασθαι ἢ πάλλων τὰ δόρατα προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν
Τρώων Ἀργείοις ἀντίβιον μαχέσασθαι· ἢ γὰρ τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτὸς προεκαλεῖτο μάχεσθαι κραδαίνων τὰ δόρατα ἢ τῶν Τρώων πάντας τοὺς ἀρίστους προυκαλεῖτο Ἀργείοις ἀντίβιον μαχέ- σασθαι.
δυσχεραίνων, ὡς καὶ Κακοΐλιόν πού φησιν ἡ Πηνελόπη (Od. 19, 260 et 597. 23, 19). ἐπὶ δὲ τῷ εἴδει, ἐφʼ ᾧ καὶ μεγαλύνεται, διασύρει αὐτόν. ὄνειδος δέ ἐστιν εἶδος οὐχ ὁμοιούμενον ψυχῆ, ὡς τὲ “Ἕκτορ εἶδος ἄριστε” (Il. 17, 142) καὶ “σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.” γυναιμανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας
τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, ἢ ὁ ἐπʼ αὐταῖς μαινόμενος.
νησόμενον. ἀλλὰ καὶ πολὺ, φησὶ, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλον- ότι.
πείσῃ· βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. Ἀριστοφάνης δὲ ἐπόψιον γράφει καὶ οὐ στίζει, ἵνʼ ᾖ οὕτω, λώβην εἶναι καὶ κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην ἐπὶ τῆς πάντων ὄψεως.
“Τρῶας (Il. 6, 442)· “πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων (ib. 479)· “ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7, 90).
πολεμικοῦ ἤγαγες, σῷ τε πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα εἶτα ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἰ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα.
ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
πολλὰς γοῦν ὁ ποιητὴς ἐπὶ τῶν ὀργιζομένων εἴωθε ποιεῖσθαι ἀρχὰς, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1, 225) καὶ τὰ ἑξῆς. ἄτοπον γὰρ πῆμα τὴν Ἑλένην καλεῖν Ἕκτορα, περὶ οὗ φησὶν “ἀλλʼ οὔπω σευ ἄκουσα κακὸν ἔπος” (Il. 24, 767).
τίνος ἐστέρησας. οὐκ ἄρα Χλίλωνος, ὡς ὑποφαίνεται, δόγμα τὸ γνῶθι σαυτόν, ἀλλʼ Ὀμήρου.
σεαυτὸν συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν σιδήρου, καὶ οὐκ ἀργοῦ, ἀλλὰ δρῶντός τι.
τινες, ὅτι ἐπὶ τοῦ ἀνδρὸς λέγεται τὸ ἀκροτελεύτιον, ὅς ῥά τε τέχνῃ, ὁ ἀνήρ· τὸ γὰρ ἐπιφερόμενον ἐλέγχει τοὺς λόγους ὑπὲρ τοῦ πελέ- κεως ὄντας “ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν,” μᾶλλον ὥστε τὸ τέχνῃ ἐστὶν ὑπὸ τέχνης. συνήθης δὲ ὁ τρόπος τῆς ἑρμηνείας, ὡς ἐν τῷ “γήραϊ δὴ πολέμοιο πεπαυμένοι” (150) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως, καὶ
“ὃς δὴ γήραι κυφὸς ἔην” (Od. 2, 16) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως.
βουλεύειν. χρυσῆν δὲ τὴν Ἀφροδίτην ἀπὸ τῆς στολῆς καλεῖ.
δῶρα, ὁποῖα ἂν ᾖ παρὰ θεῶν, φησὶν, οὐδὲ ἀπόβλητά ἐστι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖσθαι ἐξουσίαν εἰς τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἶναι ἀπόβλητα μήτε ὑφʼ ἑκόντων ληπτέα εἴρηται, ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ κεῖται εἰς τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφʼ ἡμῖν, ὡς μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήσασι μήτε
λαβεῖν προθυμηθεῖσιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία· καὶ ἔστιν ὁ λόγος, ἃ θεοὶ διδόασι δῶρα, κἂν ἐρικυδέα ᾖ κἂν φαῦλα, οὔτε ἀπο- βαλεῖν ἐφʼ ἡμῖν ἐστιν οὔτε λαβεῖν ἐφʼ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸς τὸ ἀποβαλεῖν ἀκοῦσαι καὶ πρὸς τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τις καὶ θέλων ἀποβάλοι οὐδʼ ἑκὼν ἄν τις καὶ θέλων λάβοι ἃ
ἐν τῇ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ὄντων ἐξουσίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείς τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντα τῷ βουληθέντι ῥᾷστα ληφθῆναι.
μόνῳ αἰτεῖ πολεμῆσαι.
διασταλτέον.
προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται, οὕτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ) οὔτε ἀνα- δύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων. πρεπόν- τως δέ πως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ εἰς μάχην προεκαλοῦντο.
ὅτι οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δέ τινας ὅτι οὐδὲν διέφερε καὶ ἑνὸς μονομαχία. ἄλλως τε οὖν προστέτακται αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι.
ἐξ ἴσου ἦν ἡ μονομαχία. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ τῶν ἀλλοτρίων ἐμάχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο· ἡττηθεὶς δὲ τὰ ἑαυτοῦ ἀπέβα- λεν. ὁ δὲ Ἀλέξανδρος νικήσας μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶς 9 δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πᾶς ἄν τις βούλοιτο μονο- μαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πλησίον· νικήσας μὲν λήψεται, ἡττηθεὶς δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδρος ἀνόητος ἦν· περὶ ὧν γὰρ εἶχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλʼ ἴσως ἀμφότερα εἰκότως· ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ ὧν εἶχεν ἐμάχετο, ἀλλʼ οὐ
τῶν ἑαυτοῦ, ἵνα γένηται αὑτοῦ, ὁ δὲ Μενέλαος περὶ τῶν ἑαυτοῦ, ἀλλʼ οὐχ ὧν ἐκράτει, ἀλλʼ ἵνα κρατήσῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομί- σασθαι τὴν Ἑλένην καὶ τὴν κτῆσιν, ἀλλʼ ἔτι καὶ τιμὴν Ἀργείοις ἀποτινέμεν ἥντινʼ ἔοικεν.
πτώσεως αἰτιατικῆς. ἀπὸ κοινοῦ τὸ νοούμενον. ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα τῇ τριχί· καὶ ἥλιος δὲ καὶ γῆ αἰτία τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες γῇ καὶ ἡλίῳ; ὅτι ὁ κίνδυνος περὶ σωτηρίας τῆς ἐν τῇ οἰκείᾳ. Ἕλληνες δὲ Διὶ, ἐπεὶ ξένιος· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκὸν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν
θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπέ τι χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶ- μεν, Δία δὲ νοοῦμεν μόνον.
οὕτως, οἷς πάρεστιν ὁ γέρων εἰς τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκά- στοτε, προβλέπει τὰ ἄριστα.
ἔστι δὲ νέφους ὑγρότης κατʼ ἔμπτωσιν ἡλίου πεποικιλμένη, οἷον τὸ τόξον, ἢ αὐγαὶ ἀφʼ ὑγρῶν νεφῶν ἀνακεκλασμέναι, ἢ ἔμφασις ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν ὡς ἐν κατόπτρῳ φανταζομένην κατὰ κύκλου περιφέρειαν. 10 τῆς δὲ Ἴριδος τὸ χλωρὸν ἀέρος σημαντικὸν, τὸ πυρρὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων.
αὐτάγγελος. θῆλυ δὲ θήλειϊ πείθεται· ἐρωτική τε ἡ Ἶρις, καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου εἶναι λέγου- σιν υἱὸν τὸν Ἔρωτα.
ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ πρώην ξένος ἦν τῶν Ἑλλήνων. τὸ εἶχε ἀντὶ τοῦ ἧτινι συνῴκει.
ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.
ἀντωνυμικόν.
ζόμενοι πολεμεῖν.
κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἠμπίσχετο ποικίλα. ὀθόνη δὲ ὁ ἑανός, ὃν καὶ πέπλον καλεῖ.
ρους ἴδον ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα” Od. 11, 630), ἡ δὲ ἀμφίπολος ἐπὶ νέας τάτετται. ἡ δὲ λύσις ἐκ τῆς λέξεως, ἢ ὅτι ὁμωνυμία ἐστὶ τῆς Αἴθρας, ἢ ὅτι ἡ ἀμφίπολος οὐ πάντως νέα· “γρηΐ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει” (Od. 1, 191).
δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ ὁ Ἑλλάνικος.
μαρτυρία.
ἅπτουσιν.
ἀποστραφῇ.
Ἑλλήνων πάντως πολλάκις ἑωρακὼς αὐτοὺς ἐκ τοῦ τείχους, ὥσπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶς ἂν καὶ ἐξετάσαι καὶ μαθεῖν περὶ ἑκάστου; ῥητέον δὲ ὅτι τοῦ Ἀχιλλέως συντεταγμένου τοῖς Ἕλλησι καὶ τῶν Τρώων ἐν τῇ πόλει καθειργμένων ἔφοδοι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίστων ὁ Πρίαμος καὶ
αὐτοὺς ἐνόπλους θεάσασθαι, ἐπὶ συνθήκας δὲ καὶ διάλυσιν τοῦ πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προ- κλήσεως μονομαχίων οὐ μετʼ ἐκεχειρίας τῶν ἄλλων γινομένων καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοις ἀεὶ ἀναμιγνυμένων ὁ ποιητὴς ἐπινοήσας 13 μονομάχιον μετʼ ἐκεχειρίας τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύσας ἀπὸ τῶν ὅπλων τοὺς πολεμοῦντας. φησὶ γὰρ “ὣς ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο, τεύχεα τʼ ἐξεδύοντο” (Il. 3, 12 14). καὶ ἐπισημηνάμενος ἀναγκαίως τὸ παράδοξον τῆς ἐπινοίας διὰ τοῦ φάναι “ἵνα θέσκελα ἔργα ἴδηαι
Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν” (Il. 13, 130. 131). τί οὖν τὸ θαυμαστόν; ὅτι “οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, — οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται” (Il. 3, 132—134). γυμνῶν οὖν γενομένων νῦν πρῶτον ἥ τε τῆς Ἑλένης θέα ἐπὶ τῷ παραδόξῳ τῆς εἰρήνης καὶ τῆς γυμνητείας τῶν ὅπλων οὐκ ἄλογος,
καὶ ὁ ἐγειρόμενος ὑπὸ ἐκλύσεως τοῦ φόβου πεπαυμένου ἵμερος τοῦ πολέμου οὐκ ἄλογος, ἥ τε ἐξέτασις τοῦ Πριάμου εὔκαιρος καὶ λόγον ἔχουσα τανῦν. ἔτι καὶ νῦν αὐτοὺς γυμνοὺς ἄτερ ὅπλων θεώμενος δύναται ἐξετάσας παρὰ τῆς ὁμοεθνοῦς ἕκαστον· διὸ καί φησι “τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ, αὐτὸς δὲ κτίλος ὥς” (Il. 3, 195).
καὶ πρὸς τοῦτο οὖν ἡ τῆς Ἑλένης εἰς τὸ τεῖχος παρουσία εὐλόγως ᾠκονόμηται. ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τοὺς ἀπὸ τῶν ὅπλων σημαινομένους ἕκαστον δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃς ἐνδύσασθαι τὰ Ἀχιλλέως ὅπλα ἐδεήθη “αἴ κέν πως αὐτόν γε ἐΐσ- κοντες τῷ Ἀχιλλεῖ ἀπόσχωνται πολέμοιο Τρῶες” (Il. 16, 41).
οὕτως οὐκ ἦν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντως γινώσκειν αὐτόν· ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺς πολεμοῦντας δηλοῖ καὶ ὁ Κεβριόνης ὅταν λέγῃ τῷ Ἕκτορι “νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν· οἱ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται, Αἴας δὲ κλονέει Τελαμώνιος, εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει
σάκος” (Il. 11, 523 527)· καὶ πάλιν “Τυδείδῃ μιν ἔγωγε δαίφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 181. 182). εἰ μὲν οὖν καθωπλισμένων αὐτῶν ἡ ἐξέτασις ἐγίνετο, ἄλογός γε ἂν διὰ τοῦ τοσούτου χρόνου γενομένη πρός τε τὴν Ἑλένην διατιθεμένη, δέον πρός τινα τῶν τὸν πόλεμον κατατι-
θέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τότε γεγένηντο, οὕτε ἡ ἐξέτασις 14 ἄλογος οὔτε ἡ πρὸς τῆς Ἑλένης περὶ τούτων γενομένη διδασκαλία. ἀκριβέστερον γὰρ ταύτης οὐδεὶς ἂν ἄλλος τῶν παρόντων τὰς μορφὰς καὶ τὰ εἴδη ἀνεγνώρισεν.
τῶν ἀρίστων. ὅτι ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο, ὡς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδʼ ὅπη ἄρξειεν Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος
καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· τότε γὰρ ὁ Πρίαμος οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μηνίοντος ἐκείνου καὶ τῆς μάχης ἰσορρόπου γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρίς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων
αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ τεθέατο ἐνόπλους πάντας ὡς νῦν.
αὐτῶν προσβαλλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι αὐτοὺς, καὶ τῶν ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου “καί τοι τεύχεα καλὰ δότω, αἴ κέ σε τῷ γʼ ἴσκοντες ἀπόσχωνται” (Il. 11, 798). συνήρτηται δὲ τοῦτο τῷ πρώτῳ, ὄφρα ἴδῃς πρότερόν τε πόσιν, ὥς μοι τόνδʼ ἄνδρα, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ
ὡς ἀντὶ τοῦ εἴθε καὶ τὸ ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις.
γέτην· κυρίως γὰρ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι.
λείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγμα- τευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος, ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος.
ποτʼ ἔην δαὴρ, ἐμὸς ἔην. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.
16
ποταμοῦ δηλοῖ· διιὼν γὰρ φρυγίαν ἔξεισι διὰ Βιθυνίας.
Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρὴ, ἧς Πενθεσίλεια, ἅς φασιν ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τοὺς περιχώρους, καταδρα- μεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ Μύγδονος τοῦ Ἄκ- μωνος καὶ Ὀτρέως τοῦ Δύμαντος. ὠνομάσθησαν δὲ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ
ἐμποδίζεσθαι ἐν τῇ τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ ὄφεσι καὶ σαύραις. ἀντιάνειραι δὲ αἱ ἴσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν.
ἡττᾶσθαι οὐκ ἐπονείδιστον.
στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φαλάγγων, ὅ ἐστι σμ΄ ἀνδρῶν.
ἐξ ἀντικειμένου δέ φησιν ἐπʼ αὐτοῦ “ὅς τʼ ὀίων μέγα πῶ ϋ διέρχεται ἀργεννάων.” ἐν λευκοῖς δὲ ὁ μέλας διαφορώτερος. καὶ τοὺς ἵππους τοὺς πηγοὺς ἀθλοφόρους λέγει, παρʼ ὅσον οἱ περὶ ἱππικῆς γράψαντές φασι πρὸς ἀρετὴν ἵππων ἀρίστους εἶναι τοὺς μέλανας. καὶ τὸ κῦμα 17 δὲ ἀντιφράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ “μέλαν τέ ἑ κῦμα κάλυψεν” (Il. 23, 693). καὶ Ἀντίμαχος δὲ τὸ λευκὸν ὡς ἀντικείμενον τῷ πηγῷ λαμβάνει.
μὴ μέτρον κωλύσειεν.
προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανεν. ὅτε γὰρ ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπε- δέξατο αὐτοὺς, καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν τῆς Τροίας ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
μος γέγονε, πόσῳ μᾶλλον εἰ Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων, ὅπως ῥώμης ἔχοιεν. ἀλλʼ οὐχὶ Νέστωρ· οὐ γὰρ μόνον συνετοὺς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύε- σθαι δεῖ.*πρὸ
Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες τὴν Ἑλένην. τῶν ἄλλων οὖν μεθʼ ὕβρεως αὐτοὺς ἀποδιωξάντων μόνος ὁ Ἀντήνωρ ξενίζει φιλοφρό- νως. καὶ δολοφονεῖσθαι μέλλοντας σώζει· ὅθεν μετὰ τὴν τῆς Τροίας ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν.
τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαὶ, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι τοὺς καρπούς.
τῆς ἀνδρείας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, Αἴας δὲ ἀνδρειότερος.
ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις.*ἀπίθανον
εἰς τὴν Τροίαν, ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην· οὐ γὰρ ἐνῆν τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι, παρόντας εἰς τὴν Τροίαν. λέγει δὲ Ἡρακλείδης ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ δια- τελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔσχεν Ἑλένη λέγειν· εἰ δὲ οὐ πάντες ἦσαν οἱ στρατεύ-
σαντες ἐν Τροίᾳ, ἀλλʼ οἱ μὲν περὶ Λέσβον καὶ τὰς ἄλλας νήσους ἃς οἱ Κᾶρες εἶχον ἐπόρθουν, πόλεις δὲ καὶ τῶν ἐν τῇ ἠπείρῳ, οὐδὲν ᾔδει εἰ ἐστράτευσαν ἢ οὔ. πιθανώτερον δὲ προσθεῖναι ὅτι ἠφανισμένων τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοὺς ἀνθρώπους τὸ συμβεβηκὸς, μήτε εἰ ἐτεθνήκεισαν
μήτε εἰ ἔτι εἰσὶν, οὐκ ἀνηγγέλλετο τῇ Ἑλένῃ περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυσχερῆ οἱ βάρβαροι τοῖς δυνάσταις πάντα εἰσὶν εἰθισμένοι ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔστιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὖν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν Ἑλένην.*δοιὼ
ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺς ἀδελφοὺς ἤδει ὅπου εἰσί. φαίνεται δὲ πάντα καὶ λέγουσα καὶ οἰκονο- μοῦσα, ὅπως ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι πεισθῶσι Τρῶες ὅτι ἀκούσιος καὶ παρὰ γνώμην αὐτῆς ἡ εἰς τὴν Ἴλιον γέγονεν ἄφιξις. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντος “οὔτι μοι αἰτίη ἐσσὶ, θεοί νύ μοι αἴτιοί εἰσιν” (Il.
3, 164), αὐτὴ δʼ αἰδοῖον εἰποῦσα καὶ ἐπίφοβον διὰ τὸ σέβας (Il. 3, 172) καταρᾶται, οὐδὲν μὲν ἐπισημαίνουσα εἴτε ἑκοῦσα εἴτε ἄκουσα ἀφίκετο, ἀλλὰ μόνον “γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην” (Il. 3, 174). καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουσα διατελεῖ. καὶ ὅτι δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος (ὁ Ἀγαμέμνων), εἴ ποτʼ ἔην γε,
ἀντὶ τοῦ ὁπότʼ ἦν (Il. 3, 180), ὡς ἂν ποθούσης αὐτῆς τοῦ ἀνδρὸς τὴν συγγένειαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖς πρεσβύταις βελτίων εἶναι, καὶ τοῦ ἀφικέσθαι οὐκ αἰτία, εἴ γε ἐπεθύμει ἀπελθεῖν, ὥστε καὶ περὶ τῆς ἐξ ἀρχῆς ὁδοῦ ὑπολήψεσθαι αὐτοὺς ᾤετο ὅτι μὴ ἑκουσία ἢ συγγνώσεσθαι, ὡς ὅταν τις μεταμε-
λόμενος φαίνηται καὶ ὁμολογῇ, οὐκ ἐξοργίζονται, ἀλλʼ ἐλεοῦσι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήσθη εἰποῦσα, ἤτοι οὐχ ἥκουσιν αἴσχεα δειδιότες καὶ ὀνείδεα (Il. 3, 242), ἢ κεκρυμμένοι εἰσὶ, διʼ αὐτὴν ὁμοίως αἴσχεα δειδιότες. καὶ ἡ μνήμη οὖν ἀναγκαία εἰς σύστασιν τοῦ προσώπου, ἵνα φαίνηται ὁμολογοῦσα τὰ γεγενη-
μένα μὴ καλῶς ἔχειν, κἂν ἀπόδοσις γένηται ἡττηθέντος Ἀλεξάνδρου, μαρτυροῦντας ἔχῃ τοὺς γέροντας τῷ ἤθει αὐτῆς πρὸς τοὺς ὑπολαμ- βάνοντας, ὡς αἰσχρὰ ὁμολογεῖ καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ᾐρεῖτο ἀντὶ τῆς σωτηρίας. οὕτω γὰρ καὶ εἰσελθόντος Έκτορος εἰς τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα
τε ἑαυτὴν καλεῖ καὶ “δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου” (Il. 6, 344). καὶ ταῦτα λέγει ἅτε πρὸς τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον. ἐπὶ μὲν γὰρ τοῦ Πριάμου “ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε δεῦρο υἱέϊ τῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα” (Il. 3, 173. 174) καὶ τὰ ἑξῆς. ἐπὶ δὲ τοῦ Ἕκτορος μηδὲ γεννηθῆναι καταρᾶται
21 “ἑαυτῇ ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα” (Il. 6, 345). καὶ θρηνοῦσα τὸν Ἕκτορα ἀχθῆναί φησιν εἰς τὴν Τροίαν ὑπὸ Ἀλεξάνδρου “ὡς πρὶν ὤφελλον ὀλέσθαι” (Il. 24, 764), καὶ ἑαυτὴν οὖν κλαίει “τῷ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ” (Il. 24,
773), καὶ τὰ τούτοις ἑξῆς. καὶ ὅτι τοιοῦτον εἶχε βίον καὶ τοιαύτας ἐν Τροίᾳ διατριβὰς διεδόθη καὶ τοῖς Ἕλλησι. διὰ τοῦτο μαχόμενοι ὑπὲρ αὐτῆς παρεκάλουν εἰς τὸν πόλεμον λέγοντες ὡς χρὴ “τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε” (Il. 2, 356. 590).
μενος.
ἐν τοῖς ἑξῆς (269) φησὶν “ὅρκια πιστὰ θεῶν σύναγον.”
ὡς συνετὸν καὶ πρώην ξένον Ἑλλήνων.
σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρὶ, ὡς οὐδὲ τοῦ κάπρου.
τὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπʼ ἄλλων “ὣς φάτο καί ῥʼ ἐπίορκον ὤμοσεν” (Il. 10, 332), ἀλλʼ ὅτι κατάρατοι ἦσαν· αὐτοὶ γὰρ ἑαυτοῖς κατηράσαντο εἰπόντες “Ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθά- νατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ἔδε οἶνος” (298). οὐκ ἐπιώρκησαν μὲν οὖν,
ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους. ἐπάρατοι οὖν ἦσαν. ταῦτά τοι καὶ Ἥραπειρᾶται ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλά- βην· εὐξαμένων γὰρ ἐκείνων “ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ᾿ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, ἡ Ἥρα αὐτὸ τοῦτο παρα- κελεύεται τῇ Αθηνᾷ “ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνὴν, λπειρᾶν
δʼ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι” (Il. 4, 65). τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπιορκῆσαι.
Ἀγαμέμνονα ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ “ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,” καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα· οὐ γὰρ δὴ καὶ τὰ ἐν Ἅιδου ὁρᾷ. καὶ ὅλως ὁ ποιητὴς, ὅπου πάρεστιν, ἐκεῖνά φησιν ὁρᾶν πάντως, ἐν μὲν τῇ ἀνατολῇ ὄντα τὰ ἐν τῇ ἀνατολῇ, ἐν δὲ τῇ μεσημβρίᾳ τὰ ἐν αὐτῇ, καὶ πάλιν ἐπὶ δυσμῶν τὰ κατʼ
αὐτὸν ἐπιβλέπειν. εἰκὸς οὖν ἐστὶ κατʼ ἄλλο κλίμα τῆς κινήσεως ὄντα μὴ ἑωρακέναι τὰ κατὰ τὴν Θρινακίαν πραττόμενα. πάντα μὲν γὰρ ἐφορᾷ, οὐ κατὰ τὸν αὐτὸν δὲ καιρὸν πάντα ἐποπτεύει.*ἀφʼ
καιρῷ· νυκτὸς γὰρ εἰκὸς ἐπιθέσθαι τοῖς βουσὶ τοὺς Ἰθακησίους.
θεὶς τὸ κτείνῃ· δικαίαν γὰρ ἀπολογίαν παρέχει Τρωσὶ, δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθέν· οὐ γὰρ ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκ- τορος προβαλλόμενοι “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,” εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι
μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ἵρκοις ὁριζόμενα.
λήθη; οὐδὲν γὰρ ἔλαβε βέβαιον, οὐδʼ ἐμεσεγγυήσατο τὴν Ἑλένην, περὶ ἧς ὁ ἀγὼν, ἀλλʼ ἐπʼ ἐκείνοις ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοῦ ἔθους· οὐ γὰρ ἦν τὸ ἀρχαῖον τὰ πρὸς ἀλλήλους διὰ πολλῆς φυλακῆς, ἀλλʼ ἁπλῶς συνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦσαν, πρὸς ἃς αἱ τοιαῦται εὐλάβειαι εὑρέθησαν. ἐπεὶ διὰ τί Ἀγα-
μέμνων καὶ Μενέλαος ἀδορυφόρητοι ἦσαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ στρατιά; ἀλλ᾿ οὔπω τότε ἦσαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴς μιμητὴς ὢν τὰ ὑπάρχοντα ἐποίει, ἀλλʼ οὐ τὰ μέλλοντα.
ἀεὶ οὖσιν.
προαπήγγειλεν ἐπίδειξιν. διὰ δὲ τοῦ πω ἐλπίδα πάλιν ὑπολείπεται τῷ φιλέλληνι.
θείς. εἰ δὲ καὶ πᾶσιν ὡς κὴρ ἀπέχθεται Ἀλέξανδρος, ἀλλʼ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σώζειν.*διὰ
κακῶν ὢν μονομαχήσειν ἔμελλεν. ὁ δοὺς οὖν τὸ χρῆναι αὐτὸν μονο- μαχεῖν τῇ τύχῃ ἐπέτρεψε τὸ τέλος, αὐτὸς ἀφιστάμενος τοῦ θορύβου· φησὶ γὰρ “Ζεὺς μέν που τό γε οἶδεν, ὁπποτέρῳ θανάτοιο τέλος πε- πρωμένον ἐστίν.” ὅπου δὲ οὐ συγκατατίθεται τῇ μάχῃ, πείθεσθαι δὲ 25 παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆς ἀναχωρήσεως ἐπιμένει, ἱκέτης, ἀλλʼ οὐ θεατὴς γινόμενος· ἄχρι γὰρ τέλους ἡ ἐλπὶς τοῦ πεισθῆναι δεόμενον κατεῖχεν. οὕτως γὰρ καὶ ἡ μήτηρ πάρεστιν, οὐχ ἵνα θεάσηται μαχόμενον, ἀλλʼ ἵνα μὴ θεάσηται, εἰσελθόντος αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται, διʼ οἴκτου
ψυχαγωγοῦσα τὸν ἀκροατὴν, τούτων παρόντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἕκτορος παρὰ τὸ τῆς πόλεως τεῖχος· συνεωσμένων δὲ τῶν μὲν Τρώων εἰς τὴν πόλιν, τῶν δʼ Ἀχαιῶν ἐφεστηκότων καὶ τοῦ Ἀχιλλέως θέοντος περὶ τὸ τεῖχος, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον, ἀλλὰ καὶ τὴν ἄλλην
ἅπασαν ἄχρηστον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθος τοῦ κινδύνου.
οἱ δὲ ξένοι τῇ θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσό- μενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων.
τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγ- μένον χωρίον, ὅπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν. μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο
περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ὑστέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον. .ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος. οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις. χῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡς ἂν τοῦ παρεξελθόντος
πεφευγότος καὶ διὰ τοῦτο ἡττηθέντος, κἂν ἔξω γενόμενος τοῦ χώρου 26 πολεμῇ. ἐπὶ τούτοις οὖν τῶν συνθηκῶν γεγονυιῶν καὶ τῆς μάχης διʼ ὅπλων ἀφορισθείσης, ἀφανοῦς γενομένου τοῦ Ἀλεξάνδρου, το- ξευθέντος δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντος ὑπὸ τίνος, κἂν μήποτε ὑπʼ αὐτοῦ τοῦ Ἀλεξάνδρου ἢ ὑπʼ ἄλλου τινὸς, ὡς ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα “ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδώς”
(Il. 4, 206). καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· “πρόσθεν γὰρ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι” (Il. 4, 113). καὶ ἐπαγ- γελία ὅτι, ἐάν τις τοξεύσῃ τὸν Μενέλαον, λήψεται δῶρα παρὰ Ἀλεξάνδρου (Il. 4, 96). καὶ οὐκ ἄλλως ἐκδίδοται ὁ Μενέλαος, καίτοι οὗτος μὲν ἦν ὡπλισμένος ἔτι, Ἀγαμέμνων δὲ καὶ οἱ ἄλλοι
ἄνοπλοι. πάντως οὖν ἵνα δόξῃ Ἀλέξανδρος αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ στρατοπέδου εἰς δόλον καὶ μηχανὴν κατὰ τοῦ Μενελάου. πάντʼ οὖν ταῦτα προϊδόμενοι διαμετροῦσι τὸν χῶρον καὶ ὅρκοις πιστοῦνται τὰ παρόντα, ἵνα ὁ παρελθὼν ἔνοχος γένηται τῇ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδρος εἰ παρεξελθὼν
τὸν τόπον ἐξεβλ . . . . . . Μενέλαος δʼ οὐ . . . . . . τοῦτο ἐγίνετο τῶν συνθηκῶν μὴ σωζομένων. ἵνʼ οὖν παρασπονδήσαντες φωρα- θῶσι, περιγράφεται ὁ τόπος τοῦ μονομαχίου ἐκ τούτου λύεται καὶ ἡ αἰτία διʼ ἣν οὐ τὸν Ἀγαμέμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀριστέων ὁ . . . . εὐμαρὲς ὃν διὰ τὸ εἶναι ἀνόπλους, ἀλλὰ τὸν Μενέλαον
ἔνοπλον ὄντα. δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαρος, ὡς ἂν δὴ τούτου τοξεύσαντος τὸν ἀνθεστῶτα καὶ μηδεμιᾶς παρα- βάσεως τῶν ὅρκων ὑπ ἄλλου γεγονυίας· διὸ καὶ προσάγει τὸν Ἀλέξ- ανδρον παρδαλέην ὥμοισιν ἔχοντα καὶ καμπύλα τόξα, ἵνα καὶ χρώμενος τούτοις εὐλόγως μετὰ ταῦτα ὑπονοηθῇ.
σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή πώς τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερι- 27 κωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης Ἀλέξανδρος ὢν δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισ- άξῃ Μενελάῳ. σκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανισθέντος, Μενε- λάου δὲ τοξευθέντος, οὐκ ἴσασι μὴ καὶ αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων “ὅν τις ὀιστεύσας ἔβαλε τόξων εὖ εἰδὼς
Τρώων ἢ Λυκίων” (Il. 4, 190).
στίξωμεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείνοντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖσι· τὸ δὲ δέ ἀντὶ τοῦ καί φησίν. ἐγὼ δὲ ἰδέ φημι.
τούτων ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους.
στασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν τῶν ἵππων τὸ ἔκειντο ἁρμόδιον.
τέως. ὡς πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.
28 ἀναψύξαντας καὶ νεαλεῖς γενομένους οὕτως ἐπὶ τὸν ἀγῶνα καθιέναι. εἰκὸς δὲ μέλλοντας ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὦσιν ὡπλισμένοι, ἐξ ἀρχῆς κατασκευάζεσθαι.
μῶνας. βραχὺ δὲ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ καὶ τοῖς ἑξῆς κοινόν.
σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ “μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7, 232).
ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο, τῷ λογισμῷ ἐκπλαγεὶς τῷ κινδύνῳ. ἢ πάντως ζῶντα εἰς Ἕλληνας ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ δι᾿ οἰκονομίαν ὁ ποιητὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ.
ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.
συντόμως ἀνελών.
τοῦ Οὐρανοῦ τῶν αἰδοίων καὶ τῆς θαλάσσης, κατὰ δὲ τὸν Ὅμηρον, Διώνης. ἀνεστράφη πάλιν ἡ περίοδος· ὀρθὴ δʼ ἂν ἦν οὕτως· εἰ μὴ ἄῤ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο. γίνωσκε δὲ ὅτι τὰ τῶν θνησιμαίων ζῴων δέρματα ὡς προδιεφθαρμένων ὑπὸ τῆς νόσου εἰσὶν ἀσθενῆ.
αὐτῆς κεστοῦ, συναπάγει δὲ αὐτὸν ὅπως μὴ ἀπαγχονισθείη.
πάντη” (Il. 6, 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολ- λόμενον τὸ ἔγχος, ἀλλʼ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυ- ριεύθη.
διαχρησόμενος ἐπεδίωκεν.
ἀκρασίαν, τῆς δὲ τὸ σῶφρον ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφρο- δίτην, καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ· ἢ μή πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.
ἐξῆλθον. πιθανὸν δὲ ἀποστάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· αἷς θεωροῦσα τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, μή πως ἐκφήνῃ τὸ πάθος.
μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων.
δῖνος ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχη- μάτων. λείπει δὲ ἐνταῦθα τὸ ἐστίν· ἐπεὶ δὲ ἡ φράσις συνήθης ἐστὶν, ἐὰν τεθῇ, πλεονάζειν δοκεῖ.
Ποσειδῶνα (Il. 13, 68).*Πορφυρίου
ὅ τε Αἴας φησὶν “οὐδʼ ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ” (Il. 13, 70).
εἰπεῖν, οὔ τί με λανθάνεις ἐφʼ ᾧ ἦλθες.
αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.
αὐτὰς χωρίζεσθαι ὡς ἀνδρὸς καὶ γυναικὸς τὰ συνήθη πρασσόντων.
ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (Od. 19, 34). καὶ οὐ θαυμαστὸν εἰ ἀδελφῇ ὑπηρετεῖται· ἐπάγει γὰρ τὸ κούρη Διός.*ἀπρεπῶς
χομένης. διὸ δὴ κατʼ ἀρχὰς ἀντειποῦσα τοὔσχατον ὑπείκει, μεταξὺ δύο φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.
ἠθικῶς δὲ αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ τῶν ἐρώντων ἐπʼ ἀνδραγαθίαις αὐχεῖν.
μένα. διὰ τοῦτο ἐκδειματοῦσα ἀρηΐφιλόν φησι Μενέλαον. τὸ δὲ παύεσθαι ἐνεστῶτος, οὐ παύσασθαι. τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν.
διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νιλήσειν δὲ ὑπισχνεῖται τὸν Μενέ- λαον, οὐδὲ μετὰ τὴν ἧτταν τὴν ἀλαζονείαν ἀφείς.
αἰσχύνην ὀργᾷ: ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι τῷ πολεμίῳ ἔσπευσεν. ἢ ὅτι ὧν στεροίμεθα ἂν, τούτων ἐρῶμεν.*Πορφυρίου
μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφρο- δισίων μεμνημένον εὐθὺς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα, καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρω- τικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γὰρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ
νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ, ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπι- θυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ, ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατή-
φειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ, ὅτι τῆς Ἑλένης ἀνακτώ- μενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρωτα ἐπιτετάσθαι λέγει· ἐνόμιζε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν διʼ ἃ συνέθετο, ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν, ἐπί τε τῆς οἰκίας ἀσελγῆ
καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.
παρὰ πάσας εἶναι δοκοἵσιν.
αὐτὸν εἰκάζει.
καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκουρον, τὸ “εἰ δέ κ᾿ Ἀλέξανδρον κτείνῃ ἐπίκουρον” (284)· οὐ γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, τὸ “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν
ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.*διὰ
πάντʼ ἀποδοῦναι, τιμήν τʼ Ἀργείοις ἀποτινέμεν, ἥντινʼ ἔοικεν· εἰ δʼ ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς” (Il. 3, 281—290)· τῶν γοῦν συνθηκῶν τῆς νίκης διὰ σφαγὴν θατέρου τῶν μαχομένων ὡρι- σμένης καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου Ἀγαμέμνων φησὶ “νίκη
μὲν δὴ φαίνετʼ ἀρηιφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντινʼ ἔοικεν” (Il. 3. 457—459)· ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα ὅτι “εἰ μέν κεν Μενέλαος Ἀλέξανδρον καταπέφνῃ” εἴρηται, καὶ “εἰ δέ κʼ 35 Ἀλέξανδρος κτείνῃ ξανθὸν Μενέλαον.” ῥητέον ὅτι ἀπὸ τῶν Ἕκτορος λόγων ἡ ἀπαίτησις τῷ Ἀγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων “κέκλυτέ μευ. Τρῶες καὶ Ἀχαιοὶ, μῦθον Ἀλεξάνδροιο· ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾿ ἀγέσθω” (Il. 3, 86–93). μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάν- δρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ
ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί (Il. 3, 461)· οἱ δὲ Τρῶες οὐκέτι συναινοῦσι σφαγῆς μὴ γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας Ἀγαμέμνων διὰ σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρόφασιν λαμ- βάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων
μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμφισβητούντων γεγονυίας ὁμολογίας. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑκὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν ἀπόδοσιν γίνεσθαι· ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι. ὁμολογεῖσθαι γὰρ καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος θανάτου γεγονότος καὶ σφαγῆς
ὅτι δεῖ τὴν ἀσόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρημένου μένει ἀκεραίως τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν μενουσῶν ἔτι ἐν ταῖς σπονδαῖς ἀντʼ Ἄλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας συγκέχυκε τοὺς ὅρκους, καὶ πάντας ἐπὶ τὴν ἐπιορκίαν τοὺς μήτε
τὸν Ἀλέξανδρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον πεποίηκεν.
τῶν βασιλέων καταγινώσκειν ἔχοντες οὔτε τοῦ δικαίου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.