ΕΙΣ ΤΗΝ Β.
ἐπεκτάσει νήδυμος· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος. μετὰ δὲ τοῦ ν τὸ νήδυμος.
δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν “νήδυμος ἀμφιχυθείς.” καὶ αὐτὸς ὁ Ὕπνος φησὶν “ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα” (Il. 14, 359). καὶ ἔτι “περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος” (19)· “τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης”
(Il. 14, 445). διὸ καὶ οὕτως λέγει “οὐδέ μιν ὕπνος ᾕρει πανδα- μάτωρ” (ib. 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ “νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς” (Od. 13, 80). καὶ ἐπʼ ἄλλων δὲ περιεχόν- των καὶ κατειληφότων τὸ ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. 16, 114)· “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν” (Il. 17, 591)·
“θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (41). “θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. 2, 12). κέχρηται δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι” (Od. 4, 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως . . . . . .
διδαχὴ δέ ἐστιν ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρ- χοντας οὐ παννυχίζειν δεῖ (“οὐ χρὴ” γὰρ “παννύχιον εὕδειν βουλη- 1 φόρον ἄνδρα” 24), ἀλλὰ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἱ μὲν περὶ Θέτιδα τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος τιμῆσαι Ἀχιλλέα.
ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοι- μηθῆναι καὶ τὸ . . . . “ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον.” καὶ πάλιν “Εὐρυνόμη δʼ ἄρα χλαῖναν βάλε κοιμηθέντι” (Od. 20, 4). τὸ δὲ παννύχιοι ἐστὶ διʼ ὅλης νυκτός. ὥστʼ . . . . τὸν μὲν Δία μέρος ὑπνῶσαι, τοὺς δὲ . . . . βαθὺς, ὥστε δύναιτʼ ἂν ὑπνῶσαι μὲν,
μὴ βαθεῖ δὲ ὕπνῳ.
ρίζετο εἰς μέρη. καὶ διάνοια μὲν ἡ ἑδραία καλεῖται, μέριμνα δὲ ἡ μεριζομένη.
μέχρι νεῶν.
2), καὶ ἵνα ποθοῖμεν μαθεῖν τί εἴργασται ὁ οὖλος ὄνειρος. Ἕκτορι δὲ ἡ Ἶρις πέμπεται, ἀλλʼ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ καταλόγου ἡ ναυ- μαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον· εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησί “βάσκʼ ἴθι, οὖλε ὄνειρε” (8).
1003).
σεσθαι δὲ ἀπὸ τῶν ἡγεμονικῶν, ὡς “ὄμματα καὶ κεφαλὴν, Ἄρει δὲ ζώνην” (478). καὶ ὁπλίζεσθαι δέ πού φησιν ὁ ποιητής.
τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθισμένοι λέγονται.
ἐξαγαγὼν τὴν στρατιὰν, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς ἐπεφώνησεν “οἱ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύ- 3 σασθαι ὀϊζυροῦ πολέμοιο” (Il. 3, 111). ῥητέον οὖν ὅτι μήποτε οὐ παντελῶς ἐπίστευσε τῇ περὶ τὸν ὄνειρον φαντασία· διόπερ εὐγνώμοσι τοῖς περὶ τῆς συνθήκης λόγοις ὑπάρχουσιν εἰκότως συγκατατίθεται.
τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτεν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφορον ψεύδεσθαι.
καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον, τῷ ἔθει ἑπόμενον.
Πριάμοιο πόλιν” εἰς μίαν περιέστη ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε καὶ ἤκουε τὸ νῦν, δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ “φησὶ γὰρ ὅγʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ, νήπιος” (37). Ζηνόδοτος δὲ παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατʼ ἐκείνην ἑαλωκέναι τὴν ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο·
ἐν γὰρ τῷ παρασπονδῆσαι τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατʼ ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς Τρῶας. ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας· ὁ δὲ παρῆκεν οὐ
μικρὰν μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ “ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη;” καὶ τοῦτο ἀληθές· πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γὰρ “ὃς πρὶν ἔμοιγε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι” (Il. 5, 832). τὸ οὖν νέφος τοῦ Ἄρεως ἔταξε κατὰ πλήθους.
βούλῳ καὶ φιλεταίρῳ.
γνωμολογεῖ ὁ Νέστωρ “τί πάννυχον ὕπνον ἀωτεῖς;” (Il. 10, 159). ταῦτα δὲ πρὸς τὸ πεῖσαι· “ἐσθλὸν” γὰρ “καὶ τὸ τέτυκται” (Il. 15, 207). ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη.
παράβασιν.
τῶν ὑσμινῶν.
ἀγκῶνος” (Il. 10, 80). καὶ τὸ ἐπὶ γόνατα δὲ ἐνεχθῆναι στῆναί φησιν (Il. 8, 329).
τὸ δόρυ. ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς λέγων διακονεῖσθαι· καὶ μὴ θαυμάσῃς τὸν Τηλέμαχον ὀρφανὸν καὶ νησιώτην ὄντα. φᾶρος δὲ παρὰ τὸ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται ταὐτό· “αὐτὴ δʼ ἀργύφεον φᾶρος” (Od. 5, 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις γλώσσαις εἰσίν.
“ἥρπασεν Ἠώς” (Od. 15, 250), καὶ τὸ ἑωθινὸν κατάστημα “ὄφρα μὲν ἠὼς ἦν” (Il. 8, 66), καὶ τὴν ἀνατολήν “πρὸς ἠῶ τʼ ἠέλιόν τε” (Od. 9, 26), καὶ τὴν ἡμέραν “ἠὼς εἶσι δυσώνυμος” (Od. 19, 571). τὸν ὄνειρον δὲ εὐθὺς διεδέξατο ἡ ἡμέρα. οἱ δὲ πρὸς ἕω ὄνειροι ἀλη- θεῖς, πεττομένων τῶν σιτίων. μακρὸν δὲ Ὄλυμπον, ἐπειδὴ αἱ
ἀκρώρειαι πρῶται φωτίζονται.
δίχα τοῦ ν γράφουσιν, Ἀρίσταρχος δὲ καὶ Ζηνόδοτος διὰ τοῦ ν. εἰσὶ δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοὶ, Φιλοκτήτης δὲ καὶ Πρω- τεσίλαος Λοκροὶ, Ἐπειὸς δὲ λεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύ- πυλος, Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεὺς, Διομήδης. συν- εχῶς δὲ ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς
ἡγεμόνας οὐ μόνον καθʼ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσι. τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. Ἀρί- σταρχος δὲ τὸ ἷζε ἐκτείνει· ἡ δὲ κοινὴ συστέλλει.
καὶ χοροιτύπος. σημαίνει δὲ τὸν ἐν Πύλῳ τὸ γένος ἔχοντα.
καὶ ὄνομα. δεῖ κρατεῖν ὡς δραπετεύοντος τοῦ ἐνυπνίου. τὸ δὲ διὰ νύκτα ἀντὶ τοῦ διὰ νυκτός.
γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτοὺς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.
τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλ- τρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, 6 εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλευμα. ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.
τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι, καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ
ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρισηΐδα λέγοντος εἰς φόβον τῶν ἄλλων “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντα” (Il. 1, 186), καὶ θορύβου τε ἐκ τῆς ἐξαναστάσεως τοῦ Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας
πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντειπεῖν τινὰς, ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων, καὶ λοιπὸν ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγκαία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπό-
στασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν ὁμολογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέ- θεντο, συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως λείπεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ “ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπεν” (194). τὸ μὲν οὖν αὐτὸν παρακαλεῖν
οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν· ἐκέλευσε δʼ αὐτοῦ λέγοντος ὡς δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (75). συνέβη δὲ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο, ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύ-
σατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλʼ ἐκ τοῦ 7 πῶς κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγως ἐπιτυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέστησαν πρίν τινα ἀντει- πεῖν. τί γὰρ ἔφη: ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἀντιλέγετέ μοι πρὸς τοῦτο· οὐ προσδοκήσας ὅτι πρὶν ἀντει- πεῖν αὐτῷ ἔσται τι τῶν ἀτόπων, οὐδʼ ὅτι τὸ πλῆθος ἅμα τῷ φάναι
αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν τραγικὸν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ. μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτʼ ἐστὶν, ἅμʼ ὅτε πρόσκειται θεός. ἀλλὰ τοῦτʼ εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς
γίνεσθαι εἰς θεὸν, ἀντέθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς τὸ “καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν.” ἢ οὐ τοὺς φεύγοντας ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτʼ ἔσεσθαι), ἀλλʼ ἐμοὶ ἀντι- λέγειν, ἐπέχειν καὶ μένειν συμβουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρός
ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπʼ ἐμοῦ ῥηθεῖσι περὶ φυγῆς πείθεσθαι.
ἐρητύειν ἐπέεσσιν” (75). συνέφερε γὰρ ἡ πεῖρα διὰ τὸν καιρὸν, ἀφεστῶτος τοῦ Ἀχιλλέως καὶ τοῦ πλήθους ὑποπτευομένου.
Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, ἐξαιρέτως ἂν ἐχωρίσθημεν.
οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε κέντροις εἰσὶν, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπʼ ἔργῳ ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτή- σεως ποιοῦνται. τὸ δὲ εἶσι καὶ ἑνικὸν δύναται εἶναι, ὡς τὸ “δοῦρα σέσηπε” (135), καὶ πληθυντικὸν τρίτον, ὡς “σπάρτα λέλυνται.”
ἀδινάων δὲ παρὰ τὸ ἅδην· διὸ δασύνεται.
μέλισσαι βραχύ τι πιᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν ἐφʼ ἕτερα μετίασιν ἄνθη.
ποιοῦνται, ἀλλʼ εἰς βραχὺ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμένων· ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος ἀεί· νέον δὲ τὸ ἔαρ ἐκάλουν, καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους 9 ἔφη “ἔαρος νέον ἱσταμένοιο” (Od. 19, 519)· πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει “βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν.” θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ βοτρυδόν ἐκλαβόντα ἐοικότως βότρυι τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν τῇ πτήσει· οὐδεὶς
γὰρ τῶν παλαιῶν, οὐδʼ Ἀριστοτέλης, βότρυν ζῷον ἔγραψε. κέχρηται δὲ Ὅμηρος ἐπʼ ἀμπέλου τῷ βότρυος ὀνόματι· “μέλανες δ᾿ ἀνὰ βότρυες ἦσαν” (Il. 18, 562). βοτρυδόν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμεναι τῷ
πολλὰς καθʼ ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τό βοτρυ- δόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν. ἰλαδὸν εἰς ἀγορὴν, κατὰ ἴλας καὶ συστροφὰς, ὅτι ὡς συνηθείας καὶ τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο. ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν τῷ βοτρυδόν.
ἐστιχόωντο δὲ ἐκ τοῦ στείχω στιχῶ, ὡς πείθω πιθῶ, καὶ φείδω φιδῶ.
ἣ περὶ ἀπόπλου λέγειν ἔμελλεν. δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω.
10 δὲ ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς Ἀθηνᾶν Ὀδυσσεῖ παρέστησε· πλείων γὰρ ἦν ὁ θόρυβος. ἐννέα δὲ κήρυκες οἱ τῶν ἐννέα γερόντων, Ὁδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, Εὐρυβάτης Ὀδυσ- σέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θοώτης, Στέντωρ
Νέστορος, Μηριόνης Διομήδους.
διακονίαν Πέλοπι· ὁ δὲ Πέλοψ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν υἱῶν· Ἀτρεὺς δʼ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆ- ται τῷ ἀδελφῷ. ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν ἐνεχεί- ρισεν, ἀλλʼ ὡς ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι.
ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων.
τοῖς νεωτέροις τὰ περὶ Ἄργον. ἐκ δὲ τοῦ Πέλοπι πληξίππῳ ὁ ἱππι- κὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέστου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός.
Εὐβοίας μέχρι Πελοποννήσου.
11
τὰ τὴν συγγένειαν πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί φησι λεληθότως τὴν ἔχθραν, ἵνα μὴ λοιδορήσῃ τὸ γένος· τὸ μὲν γὰρ δῶκε φιλίας τεκμήριον, τὸ δὲ καταλιπεῖν ἀνάγκης, διὸ ἐφʼ ὧν μὲν τῷ ἔδωκεν ἐχρήσατο, ἐμʼ ὧν δὲ τῷ ἔλιπεν.
τοιαύτη κατασκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα.
ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους.
θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;
εἴτε περὶ τῶν εἰκοσιτριῶν πόλεων ὧν περὶ Ἴλιον ἐπόρθησαν. ὑπόνοιαν δὲ δίδωσι καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ Διός.
ἔχειν ἐξουσίαν· τίς ἂν οὖν εἴην ἐγῶ, φησὶν Ἀγαμέμνων, πρὸς τὸ κράτος ἐκείνους;
ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας.
“λέξασθαι δὲ περὶ τῶν οὐ δύναται·” τὸ κοιμᾶσθαι, ὡς τὸ “λέξομαι δʼ εἰς εὐνήν” (Od. 17, 102)· τὸ ἐκλέγεσθαι, ὡς τὸ “λέξασθαι κούρους” (Il. 21, 27)· τὸ ἀριθμεῖν, ὡς τὸ “λέγε κήτεσσι” (Od. 4, 452)· τὸ οἰκοδομεῖν, ὡς τὸ “αἱμασιὰς λέξονται” (Od. 24, 223). ἐφέστιοι δὲ οἱ ἔποικοι, συναριθμουμένων παιδίων
καὶ γερόντων· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι.
δυνάμενον· Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν Ἴλιον ἤπερ Ἰλίου· ἀλλὰ συνωνυμικῶς εἶπεν, ὡς Ἀργοῦς νηὸς σκάφος. (Euripid. Med. 1).
τοῦ διερχομένου χρόνου.
τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι. ἔστι δὲ πρὸς μὲν τὸ ἀπιέναι διεγερτικὸν ὡς ἐκεῖ καθημένων ἀπράκτων χρόνον τοσοῦτον, πρὸς δὲ τὸ μένειν ὡς τοῦ τῆς ἁλώσεως χρόνου πλη- ρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει τὸ Ἴλιον ἔφη Κάλχας ἁλώσεσθαι. ἐλπίδα δὲ τοῦ τέλους ὑπογράφων αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον
ἐνιαυτὸν εἶπε (καίτοι οὕτως ἦν τὸ ἀληθὲς, ὅπερ καὶ Ὀδυσσεύς φησιν “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτός” 295). φασὶ δὲ ὅτι παρεληλύθεισαν οἱ ἐννέα οὗτοι ἐνιαυτοί. λέγει δὲ ὅτι ὡς παρὰ γυναι- 14 κῶν καὶ παίδων ποθούμενοι ἀπαλλαττόμεθα, ἢ ὡς μηδὲν τῆς προσδο- κίας ἄξιον εἰργασμένοι.
τουτέστιν ἕκαστος εἰς τὴν ἰδίαν· ἔδει δὲ εἰπεῖν πατρίδʼ ἐς αἶαν.
τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς οὔτε Ὀδυσσεὺς οὔτε ἄλλος οὐδεὶς τοῦτο ἐποίησε ταχέως, ἀλλʼ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχὶ ἁπτόμενος τῆς νηὸς, οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ ὥσπερ καθεύδοντα ἐγείρουσα τὸν Ὀδυσσέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτοὺς, θορύβου κατέχοντος το-
σούτου· θεατὰς γοῦν ἡμᾶς ποιῶν τῆς τότε ἀταξίας αὐτῶν, ἐπιτρα- γῳδεῖ ταῦτα τὰ ἔπη “κινήθη δʼ ἀγορὴ ὡς κύματα.” διὸ ὁ Ὀδυσ- σεὺς, μετὰ Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου δεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ σώματος, τῶν
δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.
δὲ τὴν ἠϊόνα παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολὴ, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυ- μαδὸν ὁρμὴν παρίστησιν.
λήϊον.
(Il. 16, 9). τὸ δὲ δῖαν Δωρικῶς συνέστειλεν.
διδόασιν ἐπὶ τοῦ στήθους αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.
διαφέρεσθαι, ἀλλʼ ἢ μᾶλλον συμφέρεσθαι.
ἐναλίγκια μήδεʼ ἔχοντα. πῶς γὰρ οἱ θεοὶ δοκοῖεν ἂν ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἀνδρῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα; ὃ δὲ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, ὡς σοφὸς ἀρχιτέκτων, διὰ δραστηρίου τοῦ ὑπηρέτου ποιεῖ· οὗτος γὰρ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, ἀλλʼ οὐχ ὡς Νέστωρ τὸ ἕν.
ἀτάλαντον. ὥσπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ σημαίνει καὶ ἄμε- τρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης (ὑπερφίαλος γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆς φιάλης), οὕτω καὶ ἀτάλαντος ὁ ἐξῃρη- μένος τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίσων ἐκβε- βηκὼς ἴσος ἂν εἴη· ὁ γὰρ οὐκ ἄνισος, οὗτος καὶ ἀτάλαντος, ὁ τὸ
ἄνισον τῶν ταλάντων μὴ ἔχων· διὸ καὶ ἴσος· ὃ γὰρ ἐν ἄλλοις ἔφη “ἶσος Ἐνυαλίῳ,” τοῦτο δεδήλωκεν ἐν τῷ “ἀτάλαντος Ἄρηϊ.”
ἄφωνος ἀνία, οἵαν καὶ ἡ Νιόβη ἔσχεν.
μελάγκρηπις εὔκνημις· οὕτως καὶ τὸ πολύκληϊς. τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ δηλοῖ τὸ ἐμβάντες.
εὐπερίσταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλοὺς, ἡ ἵνα ταπεινὸς ὑπηρέτης εἶναι δοκῇ τῶν βασιλικῶν δογμάτων. οἱ δὲ, ὅτι ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκεν. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι “πορφύρεον μέγα φᾶρος ἔχων” (Il. 8, 221).
χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατο- πέδου, καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δʼ Ἀρι- στοτέλης, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλος ἐπιστρέφηται, καὶ ἐξι- κνῆται ἡ φωνὴ ὡς ἐπὶ μεῖζον ἄλλου ἄλλοθεν συνιόντος, οἷον καὶ Σόλων λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ἄλλοι
δὲ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸς τὸν δρόμον ἡ χλαῖνα. οἱ δὲ, ὅτι ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονος προσταγμάτων δεῖξαι βούλεται. οἱ δὲ, ὅτι τὸ σκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγα- μέμνονος, ὥστε τὴν ἐξουσίαν ἔχων τὴν βασιλικὴν τὸ οἰκεῖον σχῆμα τῆς ἀξίας περιεῖλεν. οἱ δὲ, ὅτι τρέχοντος αὐτοῦ πεσεῖν αὐτομάτως
συνέβη. οἱ δὲ, ὅτι τὴν σπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆς πτώσεως 17 τῆς χλαμύδος, ἥτις ἐγεγόνει. οἱ δὲ μᾶλλον συντίθενται, ὅπως ἐπι- στρέψῃ τὸ πλῆθος πρὸς ἑαυτὸν ἀπὸ τῆς περὶ τοῦ φεύγειν ταραχῆς, ἐπέχων διὰ τοῦ ξενισμοῦ, ὡς καὶ τὸν Ἀγαμέμνονα ἑτέρωθί φησι πορφύρεον μέγα φᾶρος ἔχοντα παρακελεύεσθαι τοῖς Ἕλλησιν. τὸ δὲ σκῆπτρον λαμβάνειν ἔοικε παρὰ τοῦ Ἀγαμέμνονος ἤτοι ἵνα τὰ τῷ
βασιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βασιλέως λαβεῖν τὴν ἐξουσίαν, ἢ ἵνα ἀντὶ βασιλέως φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτο- κράτορος εἰς τοὺς πλημμελοῦντας εἰληφέναι ἐξουσίαν, ἢ ὅτι ἄλλως οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ σκῆπτρον ἔχοντα.
φέναι τὴν τοῦ κοσμεῖν ἐξουσίαν, καὶ μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγαμέμνονος λόγους. τὸ δὲ ἄφθιτον πέπλασται ποιητικῶς. τὸ μὲν γὰρ ἀθάνατον ἐπὶ τῶν ἐμψύ- χων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων.
ἐγκλιτέον δὲ αὐτόν. χρῆται γὰρ αὐτῷ συνήθως ὁ ποιητὴς περιττῷ.
ἦν μὴ ὑπονοήσωσιν οἱ Ἕλληνες ὅτι διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν τὸν ὄνειρον πλάσσει, ὅπερ οὐ βασιλικόν· ἕτερον δὲ, ὅτι τὰ τῶν ὀνεί- ρων οὐ βεβαίως πιστεύεται, διʼ ἣν αἰτίαν οὐκ ἐξεῖπε· τρίτον δὲ, ὅτι 18 τὰ ἐν ταῖς βουλαῖς βασιλικὰ σκέμματα καὶ διηγήματα τοὺς ἀκού- οντας οὐ προσῆκεν ἐκκαλύπτειν.
ἐπειδὴ καὶ θεὸν τιμᾷ ὁ μετʼ αἰδοῦς πειθαρχῶν βασιλεῖ.
Ἀθηνᾶς εἰπούσης “σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον” τύπτει τινάς· ταῦτα γὰρ παρακούοντος τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς Ὀδυσσεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμησις ἄλογος· εἰκὸς γὰρ ἦν ἐν τῷ τοσούτῳ θορύβῳ σφάλλεσθαι πολλάκις καὶ Ὀδυσσέα· πάντες γὰρ ἐν τοῖς τοιούτοις καιροῖς συνταραττόμεθα παρηχούμενοι ὥστε
πολλὰ ἐπιλανθάνεσθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θρασεῖς κολακευόμενοι πτεροῦνται, μᾶλλον δὲ πληγαῖς ὑπείκουσι.
οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ βασι- λείας φιλονεικεῖν καὶ διαφέρεσθαι. ἄμα δὲ καὶ σημαίνει ὅτι τὸ βασιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον.
19
ἀπειλοῦντα Δία, Ἥφαιστον δὲ γελοῖον φαινόμενον. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· ἀλλ᾿ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει, ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης
τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ νεικείειν βασιλῆας.
σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φησιν. εἰ δέ γε συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνους ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν νῦν χρεία.
τοὺς πολλοὺς καὶ συρφετώδεις, καὶ μάλιστα τῆς ἀγνοίας ἐν τῷ χυδαίῳ πλήθει γεγονυίας—τοῖς γὰρ ἡγεμόσι προείρητο ἡ τοῦ βασι- λέως γνώμη, οἷς ἐν τῷ προβουλίῳ ἐρρήθη “καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν” —, ἐκ τῶν πολλῶν ἔδει καὶ χυδαίων γενέσθαι τὴν μέμψιν· οὐ γὰρ ἐκ
τῶν βασιλικὴν καὶ ἀναπολόγητον ἐσχηκότων τῆς στάσεως τὴν αἰτίαν. ἅπαξ δὲ ἐκ τῶν χυδαίων ὀφειλούσης γενέσθαι τῆς ἀταξίας, τοιοῦτον πρόσωπον εἰκότως ἐδέξατο, ὃ προσυνίστησιν ὅτι “ἐπὶ φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι.
20 εἰδὼς δὲ ὅτι ὀργαὶ χυδαίων καὶ πλήθους ἀνοήτου ἢ φόβῳ κρατοῦνται ἢ γέλωτι διαχέονται, ἀμφοτέροις κέχρηται, φόβῳ μὲν διὰ τοῦ Ὀδυσσέως, διαχύσει δὲ καὶ γέλωτι οὐκ ἂν ἄλλως ἔσχε χρήσασθαι ἢ διὰ τοῦ τοιούτου προσώπου, ὥστε τὸ αὐτὸ παρέλαβεν εἰς ἔνδείξιν τῆς τοῦ χυδαίου πλήθους στάσεως, οἵα τις ἦν, καὶ εἰς τὴν τοῦ γέλω-
τος ὑπόθεσιν. καὶ μετὰ τοῦτο ἐξεῖλεν αὐτὸν τῆς ποιήσεως, ὅτι καὶ πᾶσαν τοιαύτην στάσιν ἐν τοῖς μετὰ ταῦτα τῶν ποιημάτων ἐξώρισε. τοιοῦτόν τι καὶ ἐν στάσει θεῶν καὶ ἔριδι, ἐν ἧ ἔφη “ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες” (Il. 1, 570). ἐπενόησε διὰ τῆς Ἡφαί- στου οἰνοχοΐας, ὃν κυλλοποδίωνα καὶ ἀμφιγυήεντα ἔφη, διὰ τῆς
τούτου οἰνοχοίας τὴν στάσιν βουληθεὶς εἰς γέλωτα περιτρέψαι. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα πρῶτος ὑπέβαλεν εἶναι καὶ τὰς παρὰ τῶν ἀνθρώπων ὀργὰς θεῶν διαλύεσθαι καὶ διὰ γέλωτος ὡσανεὶ γέλωτος ἀξίων τῶν ἀνθρώποις προσηκόντων πραγμάτων.
ὃν οὐκ ᾔδει οὗτος. οἱ δὲ μέτρον τὴν τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον μετʼ αὐτῶν αὐτόν. Θερσίτης δὲ παρὰ τὸ θάρσος Αἰολικῶς θέρσος. θάρσος γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου.
πάντων ἄτοπον, κἂν δοκῇ τισὶ βραχὺ εἶναι.
ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες·” “ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον” (Il. 24, 632). γίνεται δὲ παρὰ τὸ ἐφέλκεσθαι τὰ φάη. ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται. σημείωσαι δὲ ὅτι ἅπαξ εἴρηται αὐτῷ.
καὶ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον· ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω ἦν ὅμοιος τὼ πόδε.
ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα.
οὖν καλλίστοις ἐναντίος ὁ ἔχθιστος.
ἃ δὲ ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγειν ἔδει, ὅτε ἔλεγεν Ἀγαμέ- μνων “ἀγέραστος ἔω” (Il. 1, 119) καὶ “ἧσθαι δευόμενον” (ib. 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ- μενος. τοιαῦτα δὲ ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ
ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.
Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ ἄγω ἀπὸ κοινοῦ.
καὶ ψόγου. καὶ ἐνταῦθα μὲν ἐπὶ ψόγου· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεπαινομένων καρπῶν, οἳ μετρίως πεπανθέντες εὔχρηστοι καὶ εὐαπό- δεκτοι, ὑπερπεπανθέντες δὲ ἔκλυτοι καὶ σεσηπότες· διὸ ἡ λέξις τὰ ἐναντία σημαίνει. ἐπὶ δὲ τοῦ ἐπαίνου, ὡς τὸ “ὦ πέπον ὦ Μενέλαε” (Il. 6, 55).
“ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1, 231). γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ καὶ τῷ σώματι καὶ τὴν ψυχὴν ἐπονείδιστος.
καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο.
δήμου ἄνδρα ἴδοι βοόωντα” (198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσί- της· βασιλικῶς δὲ ὑπερφρονεῖ οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοῦ Ἀγαμέμνονος· φασὶ δὲ καὶ τὸν Ἀλεξάνδρου κύνα μικρὸν ὄντα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ σῦς δὲ καὶ λέοντας ὁρμᾶν. οἷον καὶ τοῦτον ἐλέγχει. ἐνεχυριάζει δὲ διʼ αὐτοῦ καὶ τὴν τῶν λοιπῶν γνώμην.
ὁμώνυμον δὲ ἔρις καὶ νεῖκος.
σίτην λέγων, πρὸς τοὺς Ἕλληνας ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης, στοχαζομένῳ τὸ πλῆθος. φησὶν οὖν ὡς οὐκ ἴσασιν εἰ ἐπʼ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται. ἀδήλου δὲ ὄντος τοῦ νόστου, σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει.
λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἀντω- νυμία ἐπιφέροιτο διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἔνθ᾿ ἔσάν οἱ πέπλοι” (Od. 15, 105).
Μασσαλιωτικὴ ὕστερον αὖτις· ἡ δὲ κατὰ Φιλήμονα ἐν Δαναοῖσιν.
νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἅμα δὲ καὶ τοῖς Ἕλλησιν ἐμφαίνει ὅτι καὶ αὐτὸς υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπʼ αὐτόν. προσυνί- στησι δὲ καὶ τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής.
ζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειραν διὰ τῆς ἀπειλῆς ποιεῖ, ὅπως οἱ πολλοὶ ἐπισχεθῶσι διʼ αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺς βουλομένους ταῦτα οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτὸν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ
μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος, ὑγιὴς δὲ βασάνοις ἢ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ τῇ μεθʼ ὅρκων ἀπειλῇ.
μεταξὺ γὰρ οὐχ ὑπερβαλλόμενος αὐτὸν παίει. λύοιτο δὲ τῇ λέξει· προεῖπε γὰρ “εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω” καὶ γυμνὸν αἰκιοῦμαι, ὧν οὐδὲν φαίνεται δρῶν τὰ νῦν.
ἔκφυγε δάκρυ, διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν.
τῆς ἔξ τὴν εἰς εὐθὺ, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέ- χοντος τοῦ αἵματος κατʼ ὀλίγον ἔξω διῆρεν.
ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ “ἀχρεῖον δʼ ἐγέλασσεν.” ἢ τὸ πρόσωπον ἀμορφώσας, “ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπʼ ὀμμάτων 24 κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν.” ἄκρως δὲ τὸ τῶν θρασυδείλων εὐτελὲς κωμῳδεῖ. τὸ δὲ ἀχρεῖον παρὰ μὲν τῷ ποιητῇ περισπᾶται, παρὰ δὲ Ἀττικοῖς παροξύνεται.
ἐχρήσατο ὁ ποιητής.
μιν πάλιν αὖτις ἀγήσει θυμὸς ἀγήνωρ” (276).
περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν,” ἀλλὰ καὶ προστίθησι καὶ λόγους λεγομένους τοιούτους· “ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε, βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” καὶ τὰ ἑξῆς; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι τοιοῦτον διασύροντας καὶ ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιη-
τὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγους ὡς λεγομένους τοιούτους ἀνακειμένου τῷ πλήθει ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατεξανίστασθαι τοὺς φαύλους τῶν κρειττόνων, καὶ νομίζειν αὑτοῖς ἐξουσίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριστοῦ καὶ ἐπεσ-
βόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἀλλὰ δὴ καὶ ἄλλο τι προσοι- κονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν, ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνατέ- θεικε τῇ τότε παιδεύσει, καὶ προεῖπεν ἡμῖν τοῦτο τῷ παντὶ πλήθει
χρησάμενος κήρυκι τοῦ μέλλοντος, διʼ ὧν ἔφη “οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.” εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, 25 οὐκέτι δὲ φαίνεται τοῦτο δρῶν, ἀναγκαία ἡ τῆς αἰτίας ἀπόδοσις, ὅτι σωφρονισθεὶς ἐπαύσατο, ὡς μηδʼ ἂν ἐπιθυμῆσαι πάλιν ἀκοσμεῖν. τοῦτο γὰρ ἠπείλητο αὐτῷ ὑπὸ τοῦ Ὀδυσσέως “εἴ κ᾿ ἔτι σʼ ἀφραί- νοντα κιχήσομαι ὥς νύ περ ὧδε” (258), μεθʼ ὅρκου τὴν κόλασιν ἐπανατειναμένου εἰς κώλυσιν πάσης τοιαύτης μελλούσης ἀκοσμίας.
ὁ μὲν οὖν εὐφυὴς λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴς πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ σώματος θαρρῶν δεσμοῖς καὶ ταῖς τοῦ σώματος βασάνοις· ὁ δὲ οἷος ἦν ὁ Θερσίτης, ἀσθενής τε καὶ λελωβημένος πάντοθεν τὸ σῶμα, πληγαῖς τε καὶ μεθʼ ὅρκων ἀπειλαῖς αἰκισμοῦ μέλλοντος μετὰ γυμνώσεως καὶ πάσης ἐνδείξεως
τῆς τοῦ σώματος αἰσχύνης. ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ ἀνδρὸς τὰ μέτρα τῶν κολάσεων καὶ τοὺς τρόπους καὶ τὸ κατʼ ἀξίαν ἑκάστου ἁμαρτήματος ὑπέδειξεν.
κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν.
πάλιν τὸ ἐκ τοὐπίσω δηλοῖ. τὸ δὲ αὖτις χρονικόν ἐστιν.
ἄλλως ἡσύχασαν, σῦς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως νοήσωσι καὶ σιωπή- σωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει
τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Il. 3, 26 221). διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων αὐτῶν δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη ἡσυχίαν ἀγόντων. τρία δὲ ῥητορικῆς εἴδη, συμβουλευ- τικὸν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ὃ ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς τὸ “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498)· πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ
μάκαρ Ἀτρείδη” (Il. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων” (Il. 1, 225).
τοῦτο προαιρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν πεῖραν. εἰ γὰρ ἐπονείδιστοί εἰσι φεύγοντες, πῶς ἂν αὐτοὺς προτρέποιτο φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ μόνοις Ἕλλησιν εἰπεῖν. ἐντέχνως δὲ κατʼ αὐτῶν πρὸς αὐτὸν λέγει, ὡς συναχθόμενος αὐτῷ. πικρὸν δὲ ἦν τὸ φάναι ἐπονείδιστον ὦ Ἀχαιοὶ
ποιήσετε τὸν βασιλέα. κἀκεῖνο δὲ πικρόν, τὸ ὡς νήπιοι παῖδες ἢ ὡς κόραι ἀποδύρεσθε. ἄμα δὲ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος.
δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους· καὶ γοῦν Ἰδομενεύς φησιν “ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα” (Il 4, 266).
βόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
27 δὲ ῥητορικῆς ἀπὸ τοῦ αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς.
αὐτοὺς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτους καὶ ὀφθῆναι διὰ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ καὶ ἐπάγει “αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.” ἀναγκαίως δὲ ἐνδίδωσιν, ὅπως μικρὰ θεραπευθέντες μεγάλα χαρίσωνται.
ανακρούεται στοργήν. ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται, οὐ μόνον δὲ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ τυγχάνωσιν.
ἀντὶ τοῦ τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος.
κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλπίδα.
Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, Ποσειδῶν καὶ Ἀθηνᾶ καθ᾿ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος (Il. 13, 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοση- μίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. ἄκρως δὲ κατη- γορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρα-
τεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται.
τὸν ἐπερχόμενον ὡς μηδὲν ἡγήσωνται.
δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα, εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν. οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν· καὶ εἰ μή τις ἔλεγε, καὶ τότε ἀξίως ἔλεγε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἂν εἴη τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς
ἀπολιθώσεως τοῦ δράκοντος, διὸ οὐδʼ ἐποίησε λέγοντα· οὔτε γὰρ πάντες ἄνοστοι ἐγένοντο, γελοῖός τʼ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ, ἀλλὰ πλεῖν προτρεπόμενος σὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μή- ποτʼ οὖν, φησὶ, τὸ σημεῖον, τὸ λίθον γενέσθαι, βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτʼ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν
ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθʼ Ὅμηρον γράψαντες τὴν μὲν νεοττιὰν, ὡς ἂν ἐπʼ ἄκρων τῆς πλατάνου κειμένην τῶν κλάδων οὖσαν ἐνάερον, εἰλῆφθαί φασι πρὸς τὴν ἠνεμόεσσαν πόλιν· τοὺς δʼ
ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ ἐπίκουροι πολλέων ἐκ πολίων κατῴκουν τὴν πόλιν. πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι᾿ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρου- θούς. ἐδήλου οὖν διότι πολὺς στρατὸς πορείαν ποιησάμενος διαπόντιον,
νηίτης περάσας, διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν. ἐπίγειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πορείαν ἐδήλου, εἶτʼ ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν ἠνεμόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων
τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα 28 ὄρνεα παρείληφεν, ὅτι ἱερὰ μὲν Ἀφροδίτης ἡ στρουθὸς, κατωφερέ- στατον δὲ ζῷον καὶ λάγνιστον· οἰκεῖοι δὲ τῇ Ἀφροδίτῃ οἱ Τρῶες, καὶ λαγνείας εἵνεκα τὸν πόλεμον ἐνστησάμενοι, ὥσπερ τῆς Ἀθηνᾶς ἱερὸς ὁ δράκων. φίλοι δὲ Ἀθηνᾶς οἱ Ἕλληνες, σὓς τῷ σημείῳ ὁ δράκων ἐσήμανεν. ὁ δὲ τῶν στρουθῶν ἀριθμὸς τῶν ἐτῶν ἐδήλου τὸν
ἀριθμόν. ἐτήσιος γὰρ ἡ γένεσις ὄρνισι. καὶ ὀκτὼ μὲν ἔτη ἐν οἷς ἤσαν ἀπόρθητοι μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐν ᾧ τὸ τέλος, τὸ κεφά- λαιον ἂν εἴη τοῦ χρόνου, ὥστε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ. ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμὸς ὅτι τοῦ πολέμου ὁ χρόνος ἀριθμεῖται, οὐ τῆς ἁλώσεως. τί γάρ φησιν; “ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πολεμίζομεν
αὖθι” ἐννέα ἔτεα, ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ περιοχὴν τῶν παρελθόντων ὀκτὼ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν.” μετὰ γὰρ τὴν μητέρα τῶν στρουθῶν καὶ τὸ ἔνατον ἔτος ἑτοίμη ἦν ληφ- θῆναι ἡ νεοττιὰ καὶ ἡ πόλις ἡ τῶν Τρώων, ἡ ἰαχή τε τῆς μητρὸς καὶ τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλισκομένων. ἡ δὲ τοῦ
δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδητῆτα ἐδήλου καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ ἄλλους τὴν τῆς πόλεως ἐρή- μωσιν, καὶ τοῦ μὲν ζωτικοῦ παντὸς κένωσιν, τῶν δὲ λίθων καὶ οἰκο- δομημάτων κατάλυσιν τῶν Τρώων ἁλόντων Ἑλλήνων ἀποπλευσάντων. τὸ δὲ δέκατον ἔτος ὅπερ διὰ τοῦ δράκοντος δεκάτου ὄντος ἐν τοῖς
σημείοις ἀριθμεῖται λαμβανόμενον τὸ αὐτὸ, εἰς μὲν τοὺς Ἕλληνας γίνεται λίθος μένων καὶ ἀρίζηλος πᾶσιν διακένωμα ὢν καὶ λίθους μεμενηκέναι τοῦ πολέμου καταλυθέντος· ὥστε τὸν δράκοντα ἐπιόντα μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆς πλατάνου τὴν διὰ τῶν νεῶν γινομένην, κατεσθίοντα δὲ τοὺς ἐννέα στρουθοὺς μετὰ τῆς
μητρὸς σημαίνειν μὲν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον ἐν τοῖς σημείοις αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐν τῷ δεκάτῳ ἔτει τῶν Ἑλλήνων ἀποστάντων καὶ τῆς πόλεως ἐν λίθοις μόνοις καταλειφθεί- σης, παντός τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆς καὶ τῶν περὶ αὐτὴν καθη- μένων κενωθέντος. ἐμήνυε δὲ ἡ εἰς παράδοξον καὶ θαυμαστὸν μετα-
βολὴ τὴν τῶν κατειργασμένων ἐπὶ πλεῖστον μνήμην. ἡ δὲ ἔδρα τῶν ὀρνίθων καὶ ἡ ἐν τῇ νεοττιᾷ τῶν στρουθῶν καθέδρα ἐδήλου τοὺς ἐνδομυχοῦντας καὶ ἐν τῇ πόλει κατακλείστους Τρῶας. οἱ δὲ βεβαιό- τερόν φασιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅσα πετόμενοι σημαίνουσιν 29 ὄρνιθες. ὥσπερ γὰρ πετόμενοι μηνύουσι ταχύτερον οὕτω πάντα ἔσεσ- θαι, οὕτω καθεζόμενοι ποιοῦσι χρόνια καὶ παράμονα. τὸ δὲ καὶ περιπέτεσθαι τὴν νεοττιὰν τὴν μητέρα ἀεὶ καὶ μὴ πόρρω ἀποχωρεῖν ἐδήλου ὅτι καὶ οἱ ἐκ τῆς πόλεως ἐξιόντες αὐτόθι περὶ τὴν πόλιν καὶ οὐ πόρρω χωρεῖν ἔμελλον, ἀλλὰ ζῆν περὶ αὐτὴν “χρειοῖ ἀναγκαίῃ
πρό τε παίδων καὶ πρὸ γυναικῶν.” τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ δράκων ὅτι οὐκ ἐξηλίφη τέλος ἡ πόλις, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντες. αὐτῆς μὲν μεινάσης, τῶν δʼ ἐπελθόντων μετὰ τὴν ἀναχώρησιν καὶ πόρθησιν ἐρημίαν φοβερὰν καταλελοιπότων, καὶ πάντα εἰς λίθους περιστησάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆς χώρας ἐγκατά-
λειμμα καὶ τῆς πόλεως. ἅμα δὲ καὶ ὅτι ἡ ἀποστροφὴ τοῖς Ἕλλησιν ἀντιτυπής ἐστι καὶ σκληρὰ ἐδήλου ὁ ἀπολιθούμενος δράκων. ἀπαλ- λάσσεσθαι γὰρ μέλλων ἤδη τῆς νεοττιᾶς ἐγένετο λίθος καὶ ἐπὶ τῆς ὁδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδὸς, ἀλλὰ καὶ ἡ πορεία τοῦ δράκοντος οὐκ οὖσα ὀρθὴ φύσει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖς Ἕλλησιν
ἐσήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖς ἀπιοῦσί τε καὶ ὑποστρέφουσιν. οὐδὲ τὸ “ἐλελιξάμενος πτέρυγος λάβεν” ἐστὶν ὡς πρὸς μαν- τείαν ἄχρηστον· ἐδήλου δὲ τὸν τρόπον καθʼ ὃν τὴν Ἴλιον ἔμελλον ἐκπορθήσειν οἱ Ἕλληνες. οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν καὶ εἷλον, ἀλλʼ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶθ᾿ ὑποστρέψαντες, ὃ
ἔστιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανος διὰ μὲν τὸ ὑδρηλὸν καὶ εὔμηκες ἐδήλου τὴν διὰ νεῶν καὶ ὕδατος μακρὰν πορείαν, διὰ δὲ τὸ ἄκαρπον φύσει ὅτι ἄκαρπος ἡ πορεία καὶ τοῖς ἐπελθοῦσιν Ἕλλησι καὶ τοῖς ἐνοικοῦσι τὴν πλάτανον τῶν Τρώων. τά τε γὰρ ληφθέντα λάφυρα ἐξ Ἰλίου ἄλλα ἄλλως ἀπώλετο καὶ οἱ Τρῶες οὐδένα καρπὸν
ἔσχον μεινάσης αὐτοῖς τῆς νεοττιᾶς ἐν ἀκάρπῳ μὲν δένδρῳ, φύλλοις δὲ πρὸς καιρὸν θάλλουσιν αὐτοὶ ἄρδην ἀπολόμενοι.
δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος· ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος· ἢ τὸ μὲν ἐφʼ ὕψους κεῖσθαι τὴν νεοττιὰν, τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑπὸ τοῖς πετάλοις νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος
τὴν διʼ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοτ- τιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες), ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου τὸ τέλος. ἔστι
δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ.
δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦτα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν.
τὴν μαντείαν· οὐ γὰρ εὐθέως ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλʼ ἀν- αχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. ἀμφιαχυῖαν δὲ τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ τετριγότας.
τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχα- γωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ῑ, ἐπὶ δὲ τοῦ “οί δʼ ἄνεω δὴν ἦσαν” (Od. 23, 93) χωρὶς τοῦ ῑ.
ἡμέρα, μὴν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστὶν ἀποκατάστα- σις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς τοῦ ἡλίου. εἰ μὲν οὖν ἤσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας· ἐπεὶ δὲ πρὸς τὸ τέλος, ἐνιαυτούς.
ἐπιβάλλοι καὶ τοὺς στρουθοὺς δέκα ποιεῖν.
ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύσεσθαι. ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.
φησὶ, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε “νῦν γάρ κεν ἕλοις πόλιν.”
δὲ ἡμῖν ἀπολύτως ἀναγνωστέον.
τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν. διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν. καὶ μετʼ οὐ πολὺν χρόνον ἁρπασθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους.
ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλὴ, μηδὲν ἀνίσχουσα τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλʼ αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν· ὅσα γὰρ ἐκεῖνος παρέδραμεν, οὗτος ἐπεξεργάζεται. ἐλέγχει δὲ ὡς ἐνεδρεύσαντας τὸν βασιλέα· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν. εὖ δὲ τὸ μὴ εἰπεῖν τὰ ὑμῶν μήδεα, ἀλλὰ
καθολικῶς τὰ τῶν ἀνδρῶν.
βασιλέα μετῆλθεν.
δὲ ὅτι οὐδὲν πρὸς τὸν ἀπόπλουν ἀνύσουσιν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε, λέγων “τλῆτε φίλοι καὶ μείνατε.”
δος γὰρ τὸ ἐπάγγελμα.
παρὰ τῶν Ἑλλήνων, Νέστωρ δὲ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται· “ ἦ μὰν αὖτʼ ἀρετῇ νικᾶς, γέρον, υἷας Ἀχαιῶν” (370)· ἐπὶ δὲ Ὀδυσσέως “ὣς ἔφαθ᾿, οἱ δʼ Ἀργεῖοι μέγʼ ἴαχον” (333) καὶ τὰ ἑξῆς. τελειοτέρως δὲ τοὺς νεοσσοὺς ὁ Νέστωρ ἀφεὶς ἐπὶ τὸν βασιλέα τῶν θεῶν φέρεται. τὸ δὲ ἑξῆς, ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ
τοῦ ἀστράπτοντα.
πτοντα καὶ φαίνοντα), ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει “ Λάϊε, πάλαι δή σʼ ἐξερωτῆσαι θέλων σχολή μʼ ἀπεῖργε.” βραχὺ δὲ δια- σταλτέον εἰς τὸ ἐπιδέξιʼ· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί.
πολεμίοις οὔσης. ἵνʼ ἀξιόχρεως δὲ ᾖ βοηθεῖσθαι, τοῦτό φησιν.
καὶ τὴν σὺν ἄλλοις γινομένην. ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· “οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσει” (Hesiod. O. 291).
ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν τῶν νηῶν ἀριθμὸν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαντος αὐτοῖς μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. ζητοῦσι δέ τινες τί δή ποτε οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ. ῥητέον δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο,
ὡς οὐδὲ τοῦ πλήθους.
αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (805).
μαχόμην κατʼ ἐμαυτὸν ἐγώ” (Il. 1, 271), τουτέστι καθʼ ἣν εἶχον δύναμιν.
33 καταστασιάζοντας ἐπισχόντος καὶ ἀπειλαῖς καὶ πληγαῖς, ὁμοίως γὰρ τῷ Θερσίτῃ “ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ,” ὅθεν καὶ τὸν Θερσίτην προήχθη τύψαι χείρονα ὄντα τῶν πληγὰς εἰληφότων, πρὸς δὲ τούτοις δημηγορήσαντος οὕτως ἐπιβοῆσαι αὐτῷ ἅπαντας ἐπαινοῦντας “ὣς
ἔφατ,᾿ Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋ\σάντων ὑπʼ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,” Ἀγα- μέμνων μόνῳ Νέστορι τὰ πρωτεῖα δίδωσι καὶ τῆς νίκης παραχωρεῖ λέγων “ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν,” καὶ τοιούτους δέκα εὔχεται συμφράδμονας γενέσθαι. οὕτω γὰρ τάχα πορθηθῆναι
τὴν Ἴλιον ʼχερσὶν ὑφʼ ἡμετέρῃσιν ἀλοῦσαν.” ῥητέον οὖν ὅτι οὐχ ἀπλῶς νικᾶν ἔφη καὶ ἐν πᾶσι τὸν Νέστορα, ἀλλὰ μόνον ἐν τῇ ἀγορῇ νικᾷς, γέρον, τὰ πρωτεῖα διδοὺς κατὰ τὴν δημηγορίαν καὶ αὐτὸς τῷ Νέστορι. καθάπερ οἱ Ἕλληνες τῷ Ὀδυσσεῖ Ὀδυσσεὺς μὲν γὰρ ἐδημαγώγησεν ὡς πρὸς δημοκρατίαν ἁρμόσας τὸν λόγον καὶ ὡς ἐπʼ
αὐτοῖς ὂν μένειν ἢ ἀποπλεῖν. τί γάρ φησιν ὑποτάξας τὸν Ἀγαμέ- μνονα τῇ τῶν Ἑλλήνων ἐξουσία “Ἀτρείδη, νῦν σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσι” καὶ τὰ ἑξῆς. ὁ δὲ Νέστωρ τὸν Ἀγαμέμνονα αὐτὸς ἄρχειν παρακαλεῖ καὶ μὴ φροντίζειν τῶν ἀποστατούντων. συμφέρειν γὰρ πᾶσι τὴν τούτου
ἀρχὴν, διὰ τὸ πάντας οὐχ ὑποσχέσεσιν ἀπλῶς, ὡς Ὀδυσσεὺς ἔφη, ὅρκοις δὲ καὶ συνθήκαις καὶ δεξιαῖς πιστώσασθαι τὴν τούτου ἡγε- μονίαν, ἀπειθοῦσι δὲ αὐτοῖς καθὼς ἐξώμοσαν πάντες γενέσθαι τὴν παράβασιν. “Ἀτρείδη, σὺ δέ θʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,” διὰ τοῦ “πῆ γὰρ αἱ συνθῆ-
και καὶ ὅρκια βήσεται ἡμῖν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέ- πιθμεν.” διόπερ Ὀδυσσεὺς μὲν τοὺς Ἕλληνας εἰπὼν “ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέε- σθαι” εὐθὺς ἐπιλαμβάνεται αὐτοῦ ἀνακαλούμενος τὸν λόγον διὰ τοῦ φάναι “ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι,” καὶ ἐκ τοῦ ἤττονος
παραβάλλειν τὸ μέγεθος· τῆς Ἑλληνικῆς . . . . . . εἰ γὰρ καὶ ὁ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχάλλει ὑπὸ ἀνέμων ἐναντίων ἐμποδι- ζόμενος, “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόν- τεσσι” (Il. 2, 291—296). τῆς . . . . . . μεσήσαι ἀσχάλλουσι τοῖς Ἕλλησιν, ὁ δὲ Νέστωρ οὐχ Ἕλληνας φησὶν ἀξίους εἶναι ὡς παῖδας
διασύρεσθαι, ἀλλʼ αὐτοὺς τοὺς δημηγόρους τὰ τοῦ πολέμου ἔργα μὴ σκοπουμε . . . . . ὧν μάλιστα ἤρτηται ἐκ τῆς πρὸς θεοὺς εὐσεβείας “ἦ δὴ παισὶν ἐοικότες ἠγοράασθε νηπιάχοις, οἷς οὔτι μέλει πολεμήια ἔργα.” πῶς οὖν οὐ μέλλει . . . . . . διὰ ἀφροσύνην τὰ τῶν πολέμων φρονεῖν, ὅτι δὴ φησὶν, “ἐν πυρὶ δὴ βουλαί τε γενοίατο” συνθεσίαι καὶ τὰ ὅρκια “σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ, ἦς ἐπέπιθμεν.” τὸ θαρ-
ρεῖν γὰρ εὐορκοῦσι καὶ τηροῦσι τὰς διὰ θεῶν πίστεις ἀνδρῶν ἂν εἴη εὐφρόνων καὶ εἰδότων τὰ κοινὰ τῶν πολέμων εὐλαβεῖσθαι, καὶ τούτων ἀναμιμνήσκειν δεῖ, φησὶ, τοὺς συμβουλεύοντας ῥήτορας. ἀκολούθως δὲ τούτοις ἐπάγεται καὶ τὸ “ἔα φθινύθειν ἕνα καὶ δύο” τῶν ἀπει- θούντων, οἳ οὐκ ἀνύουσι πρότερον τὸ εἰς οἶκον ἀπελθεῖν “πρὶν καὶ
Διὸς αἰγιόχοιο γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐκί.” εἰ γὰρ ἐπὶ ὅρκοις καὶ σπονδαῖς καὶ τοῦ πολέμου παρασκευαῖς καὶ δε- ξιαῖς καὶ Διὸς ἐγένετο ἡ ὑπόσχεσις, κίνδυνος τοῖς ταῦτα παραβαί- νουσι καὶ οὐ χρὴ θωπεύειν δημαγωγοῦντας, ἐπιπλήττειν δὲ μᾶλλον ἁμαρτάνουσι καὶ ἐπάγειν τὸν βασιλέα εἰς τὸ τῆς ἐξουσίας ἡγεμονι-
κὸν, ἀλλʼ οὐκʼ ἀπέχεσθαι τῶν ἀρχομένων, ἐπισταμένων οἷς ἔκριναν μετὰ πίστεως ὡς χρεὼν ἐν πᾶσιν ὑπακούειν. διὸ Ὀδυσσεῖ μὲν ἀκό- λουθον δημαγωγοῦντι καὶ Κάλχαντος χρήσασθαι μαντείαις. ὕβριστο μὲν γὰρ ὑπὸ Ἀγαμέμνονος, αἴτιος δὲ ἐδόκει ἔναγχος αὐτοῖς γεγονέναι τοῦ λοιμοῦ τῆς θεραπείας καὶ διὰ τοῦτο πρὸς αὐτῶν ἠγαπᾶτο καὶ
ἐπιστεύετο. Νέστορι δὲ τούτου μὲν ἀμελεῖν, εἰς δὲ τὰς Διὸς ἀνάγειν ὑποσχέσεις αἷς μετὰ τῆς τοῦ πολέμου κατορθώσεως καὶ τὸ ἡγεῖσθαι τοῦ πολέμου τὸν Ἀγαμέμνονα ἐκύρωσεν. “φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα” (Il. 2, 350) καὶ τὰ ἑξῆς. γράφει δὲ περὶ τῶν δεξιῶν ἀστραπῶν Ἑρμόδημος, καὶ ὅταν “κατὰ δεξιὰ χειρὸς
ἀστράπτῃ νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει,” καὶ ὅλως οἱ περὶ τούτων σκεψάμενοι φασὶν ἀστραπαὶ καὶ βρονταὶ δεξιαὶ τοῖς ἐπιχει- ροῦσιν ἄγεσθαι. φόβους γὰρ τοῖς πολεμίοις σημαίνουσιν ἐν δεξιοῖς γινόμεναι. διαφόρων τοίνυν οὐσῶν τῶν δημηγοριῶν καὶ τῆς μὲν Ὀδυσσέως δημοτικωτέρας, τῆς δὲ Νέστορος βασιλικωτέρας καὶ
ἀρχικῆς, εἰκότως ὁ μὲν θωπεύει “ “οὐ νεμεσίζομαι Ἀχαιοὺς λέγων ἀσχάλλειν παρά νηυσὶ καὶ ὅμως ἀξιῶν, τλῆτε, φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον· αἰσχρὸν γὰρ δηρόν τε μένειν κενεόν τε νέεσθαι” (Il. 2, 296— 298), ὁ δὲ ὀλίγον ἐνδοὺς καὶ τοσοῦτον θεραπεύσας ἐν τῷ φάναι “τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ
κατακοιμηθῆναι” (Il. 2, 354), εὐθὺς μὲν ἐγείρει τόν λόγον εἰς τὴν ὑπὲρ τοῦ βασιλικοῦ ὅρκου μνήμην “τίσασθαι γὰρ Ἑλένης ὁρμήματά τε στοναχάς τε,” εἰς ἀπειλὰς δὲ χωρεῖ οἰκείας βασιλικῷ φρονή- ματι, “εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.” λοιπὸν δὲ οὐκ ὦ Ἀτρείδη λέγει; οὐδʼ ὦ Ἀγάμεμνον, ἀλλ᾿
ἄναξ ὦ βασιλεῦ λέγων ἀξιοῖ μὲν αὐτὸν κατάρχειν σκεμμάτων καλῶν, πείθεσθαι δὲ καὶ ἄλλῳ καὶ διατάσσειν ὡς χρὴ κατακοσμηθῆναι κατʼ αὐτούς. εἰκότως οὖν τὸν μὲν πρὸς τὸ ἀρχόμενον καὶ δημοτικὸν ἁρμότ- τει λόγον, τοῦ δὲ πρὸς τὸν ἄρχοντα καὶ βασιλέα τῶν ἄλλων τὸν μὲν τὸ πλῆθος ἐπαινεῖ, τῷ δὲ τὸ νικᾶν ὁ βασιλεὺς ἀποδίδωσιν.
(Il. 4, 289). ἔνθεν Εὐριπίδης (fragm. 220) λαβῶν λέγει “σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾶ· σὺν ὄχλῳ δʼ ἀμαθία, πλεῖστον κακόν.” λέγει δὲ ὅτι εἰ πάντες συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, τάχα ἂν πορθηθείη ἡ πόλις. ἀπαρκεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης μόνος ὁ Νέστωρ εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι οὐ τοὺς
ἀλλήλων τοῖς λόγοις διοίσοντάς φησιν, ἀλλʼ οἷς ἡ αὐτὴ ἕξις ἐστί· “πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύ- σει” (Il. 9, 74). τάχα δὲ εἰς ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα ταῖς παραινέσεσι πείθεσθαι.
αἰδεῖται χωρὶς ἀνάγκης, καὶ τῷ ὀνείρῳ πείθεται.
ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος (fragm. 181.) δὲ κακῶς “ἄριστα δεῖπνα δόρπα θʼ αἱρεῖσθαι.” τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν Κύκλωψ ἐχρῶντο τροφαῖς.
“καὶ δʼ αὐτὴ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα” (Il. 21, 421) καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ποτὲ δὲ ἐπὶ τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν” (Il. 13. 568).
πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν. οἶδε γὰρ καὶ ταῦτα αἰτίας εἶναι τῆς ἥττης· “οὐδὲ διὰ πρὸ δυνήσατο” (Il. 13. 607)· “τῇ ὅγʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος” (Il. 15, 647). δεῖ οὖν μὴ ἐξ ἡμῶν τὴν αἰτίαν εἶναι τοῦ κακοῦ. δύο δὲ συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν
εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. ἔστι δὲ ἡ ἐπαναφορὰ ὡς τὸ “εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην” (Od. 3. 183)· “κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχος” (Od. 4, 184). ἰδὸν δὲ ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς 35 καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμησιν πράως ἐνεγκόντας, τρέπεται ἐπὶ τὸ προστάσσειν.
συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τούτου τέλος, ἀλλʼ ὡς ἂν τύχῃ γενόμενον. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότεροι παρασκευα- σθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον ἡχθέσθημεν, ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν.
κατὰ τῶν λιποτακτῶν συνεῖδε θάνατον, ὡς καὶ Ἕκτωρ “ἀλλὰ κύνες ἐρύουσιν” (Il. 15, 351). τοῦτο δὲ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσ- κλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.
αὐτὸν ἀίσσεσθαι, ὅ ἐστι ῥήσσεσθαι καὶ περικλᾶσθαι, τὰ κύματα.
μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν (414).
λέως ἅπαντα ἀκριβῶς διέξεισι. καλῶς δὲ καὶ βασιλεῖ ὁ βασιλεὺς θύει, καὶ τῷ τελειοτάτῳ τῶν θεῶν, καὶ τὸ μέγιστον τῶν ζῴων. 404—407. κίκλησκε δὲ γέροντας] αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ οὐ καλῶς κεῖνται· ἔδει γὰρ συνάπτειν ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ καὶ αὐτοτελὲς ῥῆμα τό κίκλησκε κατὰ πάν-
των· ὅμως τὸ πρέπον διίστησιν. κοινωνικὸν δὲ τὸ συνθύειν τοῖς ἀρίστοις καὶ βασιλεῖ ἁρμόδιον.
ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ, ὅτι ἴσον θυμὸν ἔχοντες (Il. 13, 704.). πέμπτος Διομήδης, τῷ Αἴαντι κατʼ ἀλκὴν δεύτερος ὤν. ἕκτος Ὀδυσσεὺς, οὐχ ὡς τῶν προ- ειρημένων ἥττων (πῶς γὰρ ὁ βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων 273;) ἀλλʼ ὡς μᾶλλον αὐτὸν φίλον παρεῖδεν ὁ Ἀγαμέ-
μνων. τὸν δὲ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν· “ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν, ὡς ἐπονεῖτο” (409). ἅμα δὲ διδάσκει συμφέρεσθαι τοῖς ἀδελφοῖς ἐν ταῖς αὐτῶν σχολαῖς· καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφὸς, αὐτόματος ἔρχεται, ἀπαλλάσσων ἐκεῖνον ὡς πονούμενον τοῦ ἐγκλήματος.
37 βάλεν Αἴας (Il. 15, 249) καὶ “Ἕκτορα δʼ ἐφράσσαντο βοὴν ἀγαθόν” (ib. 671) καὶ ἑτέρους: ῥητέον δὲ ὅτι μή πω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις τε καὶ ἀνακλήσεις. ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶντας
παρεισάγει τοὺς ἥρωας· “σμερδαλέον δʼ ἐβόησεν” (Il. 8, 92). “ἤϋσε δὲ διαπρύσιον” (ib. 227).
τοῖς ἐκτενῶς εὐχομένοις· ἐνδιατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον. ἄπληστος δὲ ἡ ὄρεξις αὐτοῦ πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν αἰτουμένου· διὸ ἀνανεύει ὁ Ζεύς.
δὲ Θεανοῦς “ἀνένευε δέ” (Il. 6, 311).
νέμεται” (Od. 11, 185), οὕτω καὶ τὰ κνίσση. καὶ ἔστιν ἐν τῇ κωμᾳ- δία τὸ ἑνικόν· “τὸ κνῖσσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.” πλεονάζει δὲ Ὅμηρος τῇ θηλυκῇ προσηγορίᾳ. σημαίνει δὲ καὶ τὴν ἀναθυμίασιν τῶν κρεῶν, ὡς ὅταν λέγῃ “ καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς 38 ἀϋτμή” (Od. 12, 369) καὶ “κνίσση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ” (Il. 1, 317). σημαίνει καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γα- στέρων ἔφη “ἐμπλείην κνίσσης τε καὶ αἵματος” (Od. 18, 119). σημαίνει καὶ τὸν ἐπίπλουν, ὡς ὧδς “κατά τε κνίσσῃ ἐκάλυψαν, δίπτυχα ποιήσαντες.” διπλᾶ γὰρ ποιήσαντες τὰ κνίσση τοὺς μηροὺς
ἐπεκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνισση· ἐπεὶ γὰρ δύο οἱ μηροὶ, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον αὐτῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον.
τοῦ ῑ ἕντο, καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξέντο. γίνεται δὲ καὶ ἐκ τοῦ ἔω τὸ τελειῶ. τὸ δὲ ἔω σημαίνει ἑπτά. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐΰς ὁ ἀγαθός· ὁ γὰρ ἀγαθὸς βέβαιος. ἕω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός. ἕω τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ ἐπιειμένε. ἕω τὸ τελειῶ, ὡς τὸ “ἐξ ἔρον ἕντο.” ἕω τὸ καθέζομαι, ὡς τὸ “ἧσο παρʼ αὐτὸν ἰοῦσα (Il. 3, 406).
ἕω τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἥδω. ἕω τὸ κορεννύω, ἐξ οὗ καὶ τὸ “ἐπεί κʼ ἔωμεν πολέμοιο” (Il. 19, 402).
γελία, χρόνου φείδεσθαι· ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλ- λάδος ἐκράτησε, μηδὲν ἀναβαλλόμενος, εἶπεν.
ἀλλαχοῦ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444).
τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ τῷ ὄρει ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.”
δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνέων.
καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών· τὰ δὲ λοιπὰ διὰ μέσου.
ποδῶν ἀποδοτέα. κονάβησε δὲ ἀντὶ τοῦ ἤχησεν, ἀλλʼ οὐκ ἐσμαρά- γησεν· εἰς βραχὺ γὰρ τελευτῶσα τὸν ἦχον ἐμείου.
μυρίοι ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρη· ἐν μὲν τῷ λίαν φύλ- λοισιν ἐοικότες ἢ ψαμάθοισιν (Il. 2, 800) ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων· ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι “ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ” (Od. 10, 51) δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω
γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γάρ τοῦ πλήθους παρα- στατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμ- μου, ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι, ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρῳκῶν. Σκαμαν-
δρίῳ δὲ τῷ τῷ Σκαμάνδρῳ ποταμῷ παρακειμένῳ πεδίῳ. ὁ δὲ Σκά- μανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης τέμνει μέσον τὸ ὑπὸ τῇ Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδίδει εἰς θάλασσαν, ὃς καλεῖται καὶ Ξάνθος.
γοῦν “τόσσοι ἐπὶ Τρώεσσιν.” ἀδινάων δὲ τῶν ἀθρόως ἱπταμένων.
βάνεταιτράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν.
(Il. 9, 209). ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.
ὅμοιον Ἄρει· οἱονεὶ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.
ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι διʼ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας. ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτῃ Ἀγαμέμνων τι πλεο- νεκτῆσαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοσμεῖ. οὐ γὰρ ἔδει
εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.
δὲ Ποσειδάωνι, τὸ δʼ ἐν τῷ καθοπλισμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θεῶν ὑπέβη ταύρῳ μετὰ θεοὺς αὐτὸν ἐξομοιῶν: τί δὲ καὶ βούλεται τὸ “στέρνον δὲ Ποσειδάων ;” ῥητέον οὖν ὅτι τὸ μὲν σεμνὸν αὐτοῦ καὶ βασιλικὸν διὰ τῆς βασιλικῆς τοῦ Διὸς προλήψεως παρέστησεν, ὡς ἂν βασιλικὰ καὶ φρονοῦντος καὶ
αἰσθομένου, τῆς μέν φρονήσεως ἐκ τῆς ἡγεμονενούσης κεφαλῆς περι- σταμένης, τῆς δὲ αἰσθήσεως ἐκ τῶν ὀμμάτων. ὑπερβολὴ δὲ τὸ μὴ Διὸς κεφαλῇ καὶ ὄμμασιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ τὰ ὄμματα, ἀλλὰ τῷ Διῒ ὅλῳ. οὐ τῷ σωματοειδεῖ οὖν ἀπείκασε θεῷ, ἀλλὰ τῇ δυνάμει τοῦ Διὸς τῇ βασιλικῇ τε καὶ ἀρχικῇ· ὀφθεὶς γὰρ μόνον διὰ
τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βασιλικὸν κράτος. τὸ δʼ εὔρωστον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ στέρνον καθιδρῦσθαι λέγεται, Ποσειδῶνι ἀπείκασε τῷ ἐνοσίχθονι, οὗ καὶ ἐρχομέ- νου, φησὶ, τρέμε δʼ οὔρεα καὶ μακρὰ ὕλη· τὸ δὲ φοβερὸν τῆς καθοπλί- σεως τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίσιν καὶ τὴν φρόνησιν τὴν βασιλικὴν
ἔχων τοῦ Διὸς, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποσειδῶνος, τὴν δὲ πανοπλίαν καὶ τὴν διʼ ὅπλων χρῆσιν ὡς ὁ Ἄρης. λοιπὸν δὲ τὸ ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκασεν οὐ μειώσας. οὐ γὰρ τὸ αὐτὸ εἶδος καὶ πρᾶγμα ἀπὸ τὼν θεῶν ἐπὶ τὸν ταῦρον κατή- γαγεν, ἀλλʼ ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκασε τῷ ἀγελάρχῳ
ταύρῳ. ὥσπερ οὖν ἀπὸ τοῦ Διὸς εἰς τὸν Ἄρεα μεταβὰς οὐκ ἐμείωσε διὰ τὸ ἀπὸ ἄλλου εἰς ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι, οὕτως οὐδὲ τὸν ταῦρον παρειληφὼς εἰς παράστασιν τῆς ἐξοχῆς τῶν ὁμογενῶν ἐμείωσε τὸν ἔπαινον, καὶ τὰ μὲν ἦν τὰ καθʼ αὑτὸν προσόντα, ἐπαίροντα τὸν συγκριτικὸν, τὴν ὁμοίωσιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰς
ὁμογενεῖς. ταῦρος δὲ διαπρέπει ἐν ὁμογενέσι βουσὶ τῆς ἀγέλης ἐξάρχων.
σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. ὡς ἐπὶ ἐργώδη δὲ καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὅπως ὁ ἀκροατὴς ὄρεξιν ἔχῃ διὰ τὸ μέγεθος καὶ συγγινώσκῃ τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν, τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν.
σθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν οὕτω τὸ πᾶν· ἔσπετε νῦν μοι, Μοῦ- σαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, εἰ μὴ αὐταὶ διʼ ἑαυτῶν εἴποιτε. τὸ δὲ “ὑμεῖς γὰρ θεαί ἐστε” ἐμεσολάβησε τοῦ ἔσπετε νῦν
μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.
σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τὸ τοῦ πλείονος καὶ ἐλάττονος λαμβά- νοντας κατὰ τὸν Θουκυδίδην (1, 10) τεκμαίρεσθαι πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν ὅτι οὐ χαλεπόν φησι τὸ εἰπεῖν τὸν ἀριθμὸν, ἀλλὰ τὸ περὶ ἑκάστου διελθεῖν ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων τὸ τίς καὶ πόθεν καὶ τίνων πατέρων, καὶ τὰς πράξεις καὶ
τὰ πάθη, ἃ καὶ ὑπὲρ διήγησιν. ὑπισχνεῖται δὲ τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκεί- νων βοηθείας τυχών. τὸ δὲ μνησαίατε ἀντὶ τοῦ αὐταὶ εἴποιτε καὶ διεξέλθοιτε.
οἰκοδομὴ εὔλογον ἔσχε πρόφασιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φυλὰς διάκρισις, ὅπως ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντες. καὶ ὁ Τρωϊκὸς ὡσαύτως διάκοσμος ἐν πεδίῳ τότε παρατασσόμενος. καὶ ἄλλως τοῖς μὲν Τρωσὶ τὸ θαρσῆσαι, τοῖς δὲ Ἕλλησι τὸ εὐλαβεστέρους γενέ- σθαι· τοῦτο δὲ ἑκατέροις αἴτιον ἐγίγνετο τῆς διακοσμήσεως, καὶ τῷ
ποιητῇ πρόφασιν ἐδίδου τῆς εὐλόγου ἐντάξεως τοῦ καταλόγου.
ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν τὸν κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρακτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων λόγων ἰδέας, δραματικὴν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς
ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλίδου, μιμητικὴν, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν τοῖς τῶν πόλεων ἐπιθέτοις, καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ
ἀνεξέλεγκτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καὶ ποτὲ μὲν τῷ ἔναιον, ἄλλοτε δὲ τῷ εἶχον, ποτὲ δὲ τῷ ἐνέμοντο χρῆται· καὶ ποτὲ μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πόλεις, ὁτὲ δὲ τοὐναν- τίον. καὶ ποτὲ μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις, ὁτὲ δὲ κατʼ ἐπι- τομήν. νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατάλογος
στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ ἐν μεσαιτάτῳ τῆς Ἑλλά- δος ἡ Βοιωτία· ἔστι δὲ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δυσμῶν δὲ Φωκὶς, Βορείων δὲ Λοκρὶς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ ὅτι 45 μέγιστον εἶχε ναυτικὸν, ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐίδι συνήχθη τὸ ναυτικόν. ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκη- σεν. οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶνται. Καλυδῶνα μὲν Αἰτω- λοῖς ἐχαρίσατο, ἀμφισβητοῦσι πρὸς Αἰολέας, μνησθεὶς αὐτῆς ἐν
Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρʼ Ἀθηναίων ἐκομί- σαντο διὰ τοῦτο τὸ ἔπος “καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην” (836). Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκαλησοῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦτα “οἳ Μίλητον ἔχον Φθειρῶν τʼ ὄρος ἀκριτόφυλλον, Μαιάνδρου τε ῥοὰς, Μυκαλησοῦ τʼ
αἰπεινὰ κάρηνα” (868). καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπέ- νειμε διὰ τὸ “Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκαι νῆας” (557), προσθεὶς τὸ “στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες,” καίτοι Μεγαρέων ἀντεχομένων τῆς νήσου.
οὗ Ἐτεωνὸς, οὗ Ἀρηΐλυκος. Ἀλεκτρυὼν, Ἵππαλκμος, Ἀλεγήνωρ· Ἀρηϊλύκου Ἀρκεσίλαος καὶ Προθοήνωρ, Ἀλεκτρυόνος Λήϊτος, Ἱπ- πάλκμου Πηνέλεως, Ἀλεγήνορος Κλονίος. πάντες δʼ ἅμα ᾤκουν.
Ἐλεῶνος καὶ τῶν ἄλλων. ὀξυτόνως δὲ ὡς μελεδωνός. κολύκνημον δὲ ὀρεινὴν, ἢ τὴν πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον.
ἐξέτεινε τὸ ῡ διὰ τὸ μέτρον· “Ὕλῃ ἔνι οἰκία ναίων.” ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· “Τμώλῳ ὕπο νιφόεντι, Ὕης ἐν πίονι δήμῳ” (Il. 20, 385).
μον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους νεωστὶ ὑπʼ Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτίμενον.
Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος.
ὑπῆρχεν.
ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλεσεν. τούτῳ παῖς ἦν Ὀρχομενὸς, ὃς τὴν πόλιν ἀφʼ ἑαυτοῦ ὠνόμασεν.
σου τοῦ υἱοῦ Μινυοῦ.
Ἡσίοδος διχῶς.
μάζονται, διαφορὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφʼ οὗ οἱ Μητιονίδαι, οὗ Χάικων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκά- λεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ.
ὁ τόπος.
φησὶ, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κούρητας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν.
ποιήσει τοῦτο, ἀλλʼ ἡ ἀκολουθία οὕτως, οἱ δʼ Ἄργος εἶχον.
οὗ Εὐρύαλος.
κόων, ὃς συμφρασάμενος Ἰκάρῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡροκλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ χρησμὸν ἐξέρχεται· Λικυμνίου δὲ τοῦ υἱωνοῦ αὐτοῦ προελθόντος ἐπὶ θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱππο- κοωντίδαι θανάτου κυνὸς ἕνεκα. ἐφʼ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ
κατακτείνας αὐτοὺς, τὴν ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισὶ, 50 Κάστορι καὶ Πολυδεύκει. ὧν μὴ στρατευσάντων Μενέλαος ἄρχει- κοίλην δὲ, ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου.
δὲ Πύλοι εἰσὶν, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας.
ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτονούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν.
δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν.
ὄγκον. τὸ δὲ πηρὸν θέσαν ἀντὶ τοῦ τῆς τέχνης ἔπαυσαν καὶ ἔκφρονα αὐτὸν ἐποίησαν. ἢ ἴσως περὶ τὴν φωνὴν ἔβλαψαν, πηρὸς γὰρ καλεῖται ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος.
αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν,” τὸ πῆρον ὀξυτονεῖν θέλουσι καὶ τὸν τὰς φρένας πηρωθέντα ἐξακούειν ἀπὸ 51 τῆς λέξεως, τοῦ ποιητοῦ περὶ μὲν τοῦ Δημοδόκου εἰπόντος ὅτι ἡ μοῦσα αὐτῷ “δίδου ἀγαθόν τε κακόν τε, ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν,” περὶ δὲ Θαμύριδος ὅτι τὰ δύο ἔπαθε κακὰ, τὸ τυφλωθῆναι καὶ ἐκλαθέσθαι τῆς μουσικῆς.
ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἄλλως, ἀλλʼ ἐπιλήθεται.
εἰπὼν, ὡς ἐπὶ τῶν ἄλλων, τοῖς δʼ ἅμα τεσσαράκοντο.
τάουσι σχεδὸν ἀλλήλῃσιν” (Od. 9, 22).
ἀκούσιον φόνον, ᾤκει ἐν Θήβαις· συστρατεύσας δὲ Ἀμφιτρύωνι, καὶ ταύτην γέρας λαβὼν, οὕτως ἀφʼ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεὺς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης.
ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι.
ἀρχούσῃ τὸν τόνον ἔχουσιν. Λύκτον δέ τινές φασιν, οὐκ ὀρθῶς.
τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα, ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡροκλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως. ἐπεὶ γὰρ μυθεύεται τοὺς μετʼ Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας πορθῆσαι Λύκτον καὶ τὰς ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Ταλῶ πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο
μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιολογία τις. οἱ μὲν γὰρ εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἤσαν πόλεων· τοῦ δὲ Ὀδυσσέως εἰς οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν, καὶ φήμης διη- κούσης ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὐκ εἰσί πως συνῳκισμέναι, μετὰ λόγου φαίνοιτʼ ἂν Ὀδυσσεὺς λέγων ἐνενηκοντά-
πόλιν τὴν Κρήτην, ὥστε εἰ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν, εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. μήποτε δὲ καὶ μεταφορά ἐστι τὰ ἑκατόν, ὡς “ἐκ τῆς ἑκατὸν θύσανοι” (448)· οὐ
γὰρ ἑκατὸν ἤσαν ἀριθμῷ. καὶ “ἑκατὸν δέ τε δούρατʼ ἀμάξης” (Hesiod. O. 454). ἔπειτα οὐδαμοῦ λέγει ὡς ἐνενήκοντα μόνα εἰσίν· ἐν δὲ τοῖς ἑκατόν εἰσι καὶ ἐνενήκοντα.
τοῖς ἄρθροις ὁ ποιητής.
τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών.
μέγα καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θετταλὸς, ἀφʼ οὗ καὶ ὠνομάσθη· οὗ ἔκγονος Ἄμμων, ἐξ οὗ καὶ Ἄμμωνες· οὗ Πελασγὸς, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύτης τῆς χώρας· Ἄργὸς δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός. μετὰ δὲ θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαίαν
ὠνόμασαν. ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν.
ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ.
λέχος κατασκευάσαι, τουτέστι κοίτην ποιῆσαι.
γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο, ἀλλὰ πρῶτον ἐστράτευσεν.
νόμενον θαλάσσης ὕδωρ. ἱστορεῖται δὲ ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑληνῶν· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.
54 καθὸ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.
τοῖς ἑτέρων νοσήμασι μάχοιντο.
Σπάρτην Ἠλώνην δὲ ὡς κορώνην. ταύτην Ἡροκλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων· λευκὴν δὲ ὀξυτόνως· τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον.
ὀνομάζει.
πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν· εὗ Ἀλέκτωρ, οὗ Τενθρηδὼν, οὗ Πρόθοος.
ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱπποδρομίᾳ καὶ τῇ ἀρι- στείᾳ τούτων τῶν ἵππων.
ἄμεινον δὲ, ὡς ἐπιστάμενοι πεδίοιο. ἐπειδὴ δὲ ἱκανὸν πρός νίκην τὸ ἱππικὸν, καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι—ἔστι γὰρ μάλιστα αἰσθόμενον ἵππος—, διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις.
ἐρρίπτουν γυμναζόμενοι. τὸν γὰρ σιδηροῦν σολωνα προσαγορεύουσιν.
τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων.
ἐξειπεῖν· τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠὰ, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀποθέσθαι, ἀφʼ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δὲ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ 56 τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλ- λαγεῖσα Διὶ τὸ πᾶν ἐκφαίνει· ὁ δὲ κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασί, ἵνα μὴ προσκρούοιμεν ὡς Ὁμη- ρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν τάφον εὐνὰς ἐκάλεσεν.
μιος δὲ τοῖς θεοῖς, ὡς φησιν Ἡσίοδος (Th. 821).
τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου σαφῶς οὕτω διὰ τῶν ἐπῶν παριστάς· “πρόσθεν δὲ κί᾿ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἡφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν,” καθὸ δὴ καὶ πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παρασκευαστικὴν
ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει “ἠΰτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν, λάβρος ἐπαιγίζων.” νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ “λάβρος ἐπαιγίζων” βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συνεστραμμένων πνευμάτων καὶ
ἄμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής “ἐν, δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.” Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν· τὴν δὲ τοῦ Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως
ὡσαύτως τῇ κατὰ τοὺς ἀνέμους λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθʼ ἡμᾶς δὲ καταιγίδι. παρασκευαστικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισεισθείη κατὰ τὸ ἐναντίον. ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλάπτεσθαι συμβαίνει,
κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς ἐμποδίζεσθαι, οἷον “καὶ τότε δὴ Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δʼ ἐτίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.” οἰκεῖα γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτᾷ
συνεκπεφώνηται ἐν οἷς φησιν ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην αὐτὸν καλύψαι τοῖς νέφεσιν, ἀστράψαντα δὲ μέγα μὲν ἐπιβροντῆσαι, τινάξαι δὲ ἐκείνην. ὅτε δὲ κατʼ ἐναντίον τοῦτο γίνεται τῶν ταπεινοῦσθαι μελλόντων, σαφὲς ἐκ τούτων “ὄφρα μὲν ἀσπίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέροις βέλεʼ ἥπτετο, αὐτὰρ ἐπεὶ κατένωπα ἰδὼν Δαναῶν ταχυπώλων.” εἶτα ἐπιφέρει “τοῖσι δὲ θυμὸν
ἐνὶ στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.” ποτὲ δὲ διότι μὲν ἐπέσεισε τὴν αἰγίδα τοῖς Ἀχαιοῖς ἀπὸ τῆς Ἴδης ὁ Ζευς οὐ παρέδωκε ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπʼ αὐτῆς ἐσήμαινε διὰ τοῦ συμβάντος συνιστὰς τὸ προηγούμενον. λέγει γὰρ “ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν
ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν.” ἡ γὰρ εἰς εὐθὺ τῶν νηῶν τὸν κονιορτὸν φέρουσα θύελλα δῆλον ὡς ἐξ ἐναντίου προσφέρεται τοῖς Ἀχαιοῖς· διὸ δὴ καὶ ἐπέζευξεν ἄλλως “αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὅπαζε.” τοῦτο δὲ δεῖ νοεῖν συμβαῖνον τῆς αἰγίδος ἐπισεισθείσης· καὶ ἐπʼ
ἀλλήλων δὲ πλειόνων ὁ παραπλήσιος ὑπάρχει τρόπος, ὥστε τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ὁμωνύμους τινὰς ποιεῖν δαίμονας εἰδωλο- ποιουμένους εἰς κατασκευὰς μυθώδεις· ἐφʼ ὧν οὐκ αὐτὸ τὸ ἀποτελού- μενον δεῖ νοεῖν, τὸ δὲ παρασκευαστικὸν τοῦ καθʼ ἡμᾶς ἐνεργουμένου συμπτώματος, οἷον ἔρως ἐπὶ τοῦ πάθους αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ
κατὰ τὸ παρασκευαστικὸν εἶδος λεγομένου, καὶ πάντα τὰ τοιαῦτα, πλοῦτος, ἔρις, ὕβρις, καὶ ὅσα ἄν τις ἀριθμήσειε ῥμδίως. δεῖ γὰρ παραθεωρεῖν τὴν τῶν τοιούτων διαφορὰν, ὡς ὁπόταν εἴπωμεν, ὁ ἔρως ἐνέβαλεν ἔρωτα τῷ δεῖνι ἢ πάλιν ἡ ἔρις ἔριν· τότε γὰρ ὡς θεὸν ἢ δαίμονά τινα δεῖ νοεῖν παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος
ἢ πάθους. καὶ τὸ συμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθος ἢ σύμπτωμα, καθάπερ ὁ ποιητὴς ἐν τούτοις δεικνύει “οἱ δʼ ἴσαν, ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνι᾿ Ἐνυὼ, ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊότητος.” νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶς θεωρούμενον, ἀλλὰ τὸ παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος μυθικῶς εἰδωλοποιού-
μενον. τὸ δʼ αὐτὸ κἀπὶ τούτων νοητέον “Ζεὺς δʼ ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀγραλέην πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.” οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν, ἀλλὰ τὸν πόλεμον ἔχουσα παραγίνεται τὸ παρασκευαστικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου πολέμου. καὶ γάρ ἐστιν ἐκεῖνος ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενος
τοῦ κατὰ τὸ ἐνεργὲς θεωρουμένου πολέμου σημεῖον, ὃ δὴ νῦν προσαγο- ρεύει τέρας. εἴη δʼ ἂν οὗτος κυδοιμὸς μάχης ὡς θεὸς οἷον ἔμπροσθεν θεωρούμενος, ὁπότε λέγομεν “ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊό- τητος.” ὡσαύτως ἐπὶ τούτου πάλιν ὃ δὴ πολέμοιο τέρας φησὶν εἶναι τὸ ἀπαράλλακτον ὑπάρχειν. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ τῆς βροντῆς καὶ ἀστραπῆς καὶ τῶν παραπλησίων· ὥστε δεῖ νοεῖν ἕτερα
μέν τινα κατασκευάσματα παρασκευαστικὰ τῶν ἐν ἡμῖν ἐναργῶς ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθʼ ὁμωνυμίαν δὲ ἐνεργήματα, καθάπερ ὅταν εἴπῃ “βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.” οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέ-
χεσθαι, οἷον τὴν μὲν ἀστραπὴν λαβὼν ὁ Ζεὺς ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, οἷον ἐγκατασκεύασμά τι θεῖον. καὶ τοῦτο εἰκότως ἡμεῖς θεῖον ἐνοήσαμεν, ἀλλʼ ὁπότε τῇ χειρὶ τινάξειεν, οὗ διασεισθέντος ἀπέλαμψε τὸ τοιοῦτον φέγγος. οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν ἀστραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀποτελοῦσαν, τὸ δὲ
ἀποτελούμενον. οὕτως ἐπὶ τῆς αἰγίδος ταὐτὸ δεῖ νοεῖν· ἣν μὲν ὁ Ζεὺς ἐπισείων κατασκεύασμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ τῆς κατʼ ἐνέργειαν ὁμωνυμίας, ἣ τότε μὲν ὁμωνύμως αἰγὶς λέγεται, νῦν δὲ ἐπὶ τῆς ἡμετέρας συνηθείας καταιγίς· διὸ καὶ τὸ τοιοῦτον ἐπίφθεγμα τέταχεν ὁ ποιητὴς ἐπʼ αὐτῆς κατὰ τὸν τοῦ Ἀγαμέμνονος
λόγον· “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πρίαμοιο, Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν.” ὃν τρόπον γὰρ ἐπʼ ἄλλων μερῶν τῆς ποιήσεως τὴν λαίλαπα προσαγορεύων φανερός ἐστιν· ἐρεμνὴν γὰρ αὐτήν φησι διὰ τὸ τοῦ πνεύματος ἀθροῦν καὶ ζοφῶδες, οἷον
ὁπόταν λέγῃ “αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,” τὸν αὐτὸν τρόπον οὐ παρʼ ἄλλο τι δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὲ τὸ τῆς λαίλαπος οἰκεῖον, οἱονεὶ λαιλαπώδη λεγομένην· τοῦτον δὴ τὸν τρόπον ἡ τῆς εἰσηγημένης καθʼ Ὅμηρον αἰγίδος διάθεσις καὶ δύναμις οὕτως ἂν ἄριστα δειχθείη.
ἀλεγεινῇ] φροντίδος ἀξίᾳ. ἤδη δὲ τὸ δειλὸν τῶν Τρώων προανα- κρούεται ὁ ποιητής.
ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν.
ἐστίν. ἄκριτοι δὲ οἱ ἀναρίθμητοι.
226). ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή. καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ διάφορον.
λεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις.
ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέσθαι, καὶ ξυρουμένων πασῶν γεγόνασιν αὐταῖς οἱ κτένες ἀχρεῖοι. εὐξαμένας δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλ- ματι κτένα φέρουσαν καὶ γένειον ἔχουσαν, διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα· ταύτην γὰρ λέγουσιν ἔφορον πάσης γενέσεως, καὶ ἀπὸ
τῆς ὀσφύος καὶ ἄνω λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι ὁ Αἰνείας ὁ υἱὸς αὐτῆς, πλεύ- σας μέχρι τῆς δύσεως, μετὰ τοῦτο ἵππῳ ἐπέβη καὶ τὴν μητέρα ἐτί- μησε τοιούτῳ ἀγάλματι.
αὐτῷ φύλακας ἔταξεν.
57
τοξικὴν μεταφέρεσθαι· ἔθει δὲ, ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν.
λεύοντας ὕστερον εἶναι βοηθούς. πάλιν δὲ τὸ “αὐτὰρ Πυραίχμες ἄγε Παίονας ἀγκυλοτόξους” (848) ἐναντίον τῷ τὸν Ἀστεροπαῖον αὖθις ὑποτίθεσθαι τῶν Παιόνων βασιλέα (Il. 21, 154). λύοιτο δʼ ἂν τῷ καιρῷ· τὸν γὰρ Ἀστεροπαῖον οὐκ ἀπεικὸς χρονίζοντος τοῦ πολέμου ἐλθεῖν ἄγοντα πάλιν τινὰς τῶν Παιόνων. τάχα δὲ καὶ τῇ
λέξει διττὸν ἀποφαίνει γένος Παιόνων· τοὺς μὲν γὰρ εἴρηκεν ἀγκυ- λοτόξους, τοὺς δὲ δολιχεγχέας.
ὃς ἦλθε σὺν δυοκαίδεκα νηυσίν· ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν.
συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται.
οὐ κωμῳδοῦνται, ἐπεὶ μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου.
τῷ προσηγορικῷ, κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται. στικ- τέον δὲ ἐπὶ τὸ δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.