ΕΙΣ ΤΗΝ Α.
Ὀδυσσείᾳ γάρ φησιν “ἄνδρα μοι ἔννεπε Μοῦσα,” καὶ πάλιν ἐπάγει “τῶν ἀμόθεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8, 499) “ὁ δʼ ὁρμηθεὶς 1 θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν.” οἱ δὲ λέγοντες ὡς ἐχρῆν ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν “ἄειδέ μοι ἠεροφοῖτις Ἐρινύς” τοῦ δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Il. 2, 484) πάσας· “ἔσπετε νῦν μοι Μοῦσαι.”
μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν·” ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκουσαν, οὐκ ὀρθῶς. κίνησιν δὲ οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.
γινόμενος· “γῆρας γὰρ, φησὶ, καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται” (Od. 13, 59). προΐαψεν οὖν, ἔβλαψε πρὸ τοῦ ὅρου παραπέμψασα τῷ Ἅδῃ, τοῦτʼ ἐστὶ πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου· ἢ περιττεύει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2 493).
λέξιν. τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ . . . . . . . . . . . . . τὸ γὰρ Ἄϊδι προΐαψεν . . . . . . . . . .
3 φημεῖσθαι ποιῶν, ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι· πλὴν οὐδὲ δἰ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεῦσαι μὴ ἔχοντες. τεκμήριον δὲ τούτου· ἐν μὲν τῇ πρώτῃ μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, ἐν δὲ τῇ μετʼ αὐτὴν ἡττώμενοι διὰ τὴν τοῦ Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων,
οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν σωτη- ρίας φροντίζουσιν. εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξο- δον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ.
βούλετο κῦδος” (Il. 13. 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ Διὸς ἐτελείετο βουλὴ τῷ τοὺς ἠδικη- κότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φρά-
σεως, τὸ πολλὰς δʼ ἰφθίμους ψυχάς, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.
ἡ Ἀθηνᾶ· ἐπεὶ γὰρ τὸ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδια- στέλλων προσέθηκεν ἄναξ ἀνδρῶν.
στρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ Χάρυβδις μεγέθους. τὸν δʼ Ἀχιλλέα καὶ διογενῆ, δίχα τοῦ κυρίου. “αὐτὰρ ὁ διογενής.”
4 ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς, καὶ ἐξ ἀνα- στροφῆς κατὰ μέρος διηγούμενος. οἱ μέντοι περὶ τὸν Σιδώνιον τῇ σφῶϊ ἀρέσκονται, οὐ καλῶς. ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται,
ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου, καὶ σημαίνει τὸ αὐτούς.
τῆρα Χρύσην. τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώ- σεων . . . . . . . τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατὸν, ὡς τὸ “ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάϊνος” (Od. 9, 378). κατὰ συλλογισμὸν δὲ ἡ διήγησις. εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ
προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;
τὸ γαστήρ· λέγεται γὰρ τὰ θήλεα τάχιον ἐν τῇ γαστρὶ κινεῖσθαι.
ἔλεον θηρᾶται.
ἐκεῖνα βαστάζων, “ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” ἀκο- λούθως οὖν ὁ Ἀγαμέμνων ἀποκρίνεται “μή νύ τοι οὐ χραίσμῃ σκῆ- πτρον καὶ στέμμα θεοῖο,” ὡς οὐχὶ καὶ ἄλλων τινῶν λύτρων ἅμα τῷ σκήπτρῳ καὶ τῷ στέμματι ἐνηνεγμένων ὑπὸ τοῦ πρεσβύτου, ἀλλʼ αὐτῶν ἐκείνων μόνων· διὸ καὶ τὴν ἀπολογίαν κατὰ τὴν ὁδὸν ἔσχεν,
ὥσπερ οἱ σπονδοφόροι οἱ τὰς πανηγύρεις καταγγέλλοντες ἐκ τοῦ στροφίου τῇ κεφαλῇ περιτίθεσθαι, καὶ οἱ κήρυκες τὰ κηρύκια. δι- στάζεται οὖν πότερον στέμματα ἔχων ἢ ἑνικῶς στέμμα . . . . . ἐπεὶ καὶ ὁ Ἀγαμέμνων ἀποκρίνεται “καὶ στέμμα θεοῖο.”
ὡς ὁ Πορφύριος.
(Il. 4, 301).
αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λυγρῶν ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοὺς οἰ- κείους ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας ἀρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφὴν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ
Ἀχιλλέως.
τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον.
πόνηρον.
παρὰ τῶν ἀρχομένων.
6 ἐτέλεσαν, τὰς δὲ ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπι-
λύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.
δʼ ὅτι ἐκεῖ μὲν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται· ἐνταῦθα δὲ εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαν- τας, ὅπου γε καὶ ἐξισοῖ τινὰς αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων
αὐτὸ ἀπὸ τῆς πόλεως ὀνομάζει, καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.
χρόνον.
(Il. 18. 283).
στρατῷ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖς αἰχμαλώτοις συνερχόμενον τὸν βασιλέα θέλει ἀποφῆναι, καὶ οὐκ ἀσχήμονα τὴν πρὸς ταύτας φιλοστοργίαν, ὅπως ἂν μᾶλλον κατέχῃ τὸ πλῆθος.
τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται.
φοβούμενον γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος.
ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους.
χρύσειοι πάμφαινον” (Il. 11, 29).
ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν.
λων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.
εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα, καὶ μὴ μᾶλλον Ἀγαμέμ- νονι: φαμὲν οὖν ὅτι εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ καὶ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλ- λήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθή- σαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμ-
νων ἄλυπος ἦν, ζῶν δὲ καθʼ ἡμέραν ἀποθνήσκει, βλέπων ἀπολλυμένους τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.
9 ἀρᾶσθαι, ἀλλὰ κατὰ τῶν εὐφημησάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆς λέξεως, ὅτι ἐν τοῖς Δαναοῖς ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προσώπου, ὅτι βάρβαρος καὶ πᾶσιν ἐχθρός· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν συνέφερεν αὐτῷ σώζεσθαι, τῶν δὲ νοσησάντων καὶ ἀπολαβεῖν ἦν τὴν θυγατέρα.
τόξον· ὅθεν καὶ φοιβάζω τὸ λαμπρύνω. ἢ ἀπὸ Φοίβης μαμμωνυ- μικὸν, ὡς καὶ Ἡσίοδος.
τὴν ψνχήν.
σφενδόνης ἀφεὶς ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων δὲ σωμάτων ἡ κυκλοπόρος βία δρόμοις ἀπʼ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθʼ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. 10 τούτους δὲ τοὺς διηνεκῶς ἐν τῷ οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦ- μεν ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. καὶ τοῦθʼ ὅτι τοιοῦτόν ἐστιν ὁ φυ- γαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πόλεως συγκαταινεῖ Πλάτων (Rep.
p. 617 b) οὕτω λέγων· “ὅτι δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ᾿ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην φωνὴν μίαν ἱεῖσαν ἑκάστην, ἁπασῶν δʼ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν·” ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος, ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλά- νητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων “πάντες
δʼ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοὶ ἁρμονίην προχέουσι διάστασιν ἄλλος ἐπʼ ἄλλου.” διʼ ὧν ἂν εἴη γνώριμον ὡς οὐ κωφὸς οὐδʼ ἄφθογ- γός ἐστιν ὁ κόσμος. ἀρχὴν δὲ ταύτης τῆς δόξης Ὅμηρος παρέσχεν εἰπὼν τὰς ἡλιακὰς ἀκτῖνας βέλη ἀλληγορικῶς, προσθεὶς ὅτι φερό- μεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἤτοι ἡδεῖάν τινα καὶ ἔνθεον φωνὴν
ἀπετέλεσαν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη προσθεὶς “ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς.” οὐ γὰρ ἀκήρατον φῶς οὐδʼ ἀμιγὲς ἀχλύος μελαίνης τὸ τοῦ ἡλίου ὑφίσταται, νυκτὶ δʼ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πά- θεσιν ἐπιπροσθεῖν τῷ διʼ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν
ἐσπουδακὼς Ἀπόλλων “ἕζετ᾿ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε, δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο;” εἰ γοῦν διʼ ὀργὴν ἐτόξευεν. 11 ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα, νῦν δʼ ἀλλη- γορῶν τὸν ἥλιον εἰκότως αὐτοῦ τὴν φορὰν ἄποθεν τῆς λοιμικῆς ἀκ- τῖνος ὑπεστήσατο. καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν “οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.” οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν
ζῴων, οὐδʼ ἂν ὁ θυμὸς ἀφρόνως ἐνήκμαζεν ἡμιόνοις τε καὶ κυσὶν, ὡς τὸ Θρκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμ- φιπολίτην Ζωΐλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληνα- φοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτων παρίστησιν. οἱ γὰρ ἐμπειρίαν
ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες διʼ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν ἀπὸ τῶν τετραπόδων ἀρχό- μενον. κατʼ ἄμφω δʼ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστε εὐάλωτοι πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τό ἀκριβὲς οὐ θηρᾶται, διʼ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιπλάμενα διαφθείρεται, μηδενὸς
λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθʼ, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει, τὰ δʼ ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν
τῆς νόσου δεδήλωκεν, ἀλλʼ ἐν περιτταῖς, “ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο·” μάλιστα γὰρ ἐν τῇ παῤ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦτο, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίνονται τῶν ἡμερῶν, λυτὴρ δʼ Ἀχιλλεὺς τῆς νόσου. Χείρων γὰρ αὐτὸν ἐδίδαξε “δικαιότατος Κενταύρων,” ὃς πάσῃ μὲν ἐκέκαστο
σοφίᾳ, περιττῶς δὲ τῇ ἰατρικῇ, ὅπου γνώριμον αὐτῷ φησιν εἶναι καὶ Ἀσκληπιόν. προσέθηκε δʼ Ἀχιλλεῖ θεραπεύοντι φυσικῶς ἀλλη- γορήσας θεὰν Ἥραν· “τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη.” δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοι- χείων, αἰθέρος τε καὶ ἀέρος, αἰθέρα μὲν τὴν πυρώδη φαμὲν οὐσίαν,
ἡ δὲ Ἥρα μετʼ αὐτόν ἐστιν ἀὴρ, μαλακώτερον στοιχεῖον· διὰ τοῦτο καὶ θῆλυ. τὰ δʼ ἀκριβῆ περὶ τούτων διαλεξόμεθα μικρὸν ὕστερον, νῦν δʼ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος 12 ἀέρος αἰφνιδίως διεκρίθη τὸ σύμβαμα· οὐδὲ γὰρ ἀλόγως λευκώ- λενον εἶπε τὴν Ἥραν, ἀλλʼ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προσεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ διελάμπρυνεν, εἶτʼ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη· λέγω δὲ τοὺς ὀνομαζομένους ἀποτροπιασμούς τε καὶ
καθαρμούς. “οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματʼ ἔβαλλον.”
δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125).
δέονται τοῦ ἀέρος, ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει. ἀργοὺς δὲ ἀκου- στέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. εἰ δὲ ὁ θεὸς πολέμιος ὢν οὕτω μακροθυμεῖ, τί δεῖ
ποιεῖν τοὺς ἀνθρώπους;
τίθησιν Ἀχιλλεῖ. Ἥρα γὰρ ὁ ἀὴρ, ὁ δὲ Ἀχιλλεὺς ὡς ἰατρὸς ἐξ αὐτοῦ τοῦτο συνέλαβε. λευκώλενον δὲ, ὅτι διαφανής ἐστιν ὁ ἀὴρ καὶ παρόντος τοῦ φωτίζοντος λαμπρύνεται. καὶ βοῶπις, ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια.
ρεύετο.
Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T. ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς. ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν ἐκ τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς λιταῖς.
καὶ φαντασίαν παρεντιθείς.
πόλεμος.
τας. τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι μάτην ἀπράκτους ὑποστρέψαντας, μόνον οὐχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους.
225). πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε ἀνδρεῖος; πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς εἶναι.
οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα.
θύτην ἱερέα φαίνονται καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· “εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες” (Il. 24, 220). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ ὑπὲρ ἑτέρων ὀνείρους.
σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.
15 συναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔστι γὰρ πλῆρες καὶ γάρ τι ὄναρ ἐκ Διός ἐστι. τὸ δὲ ὀνειροπόλον οὐ σημαίνει τὸν ὀνειροκρίτην, ὥς τινες ἐξεδέξαντο, τὸν περὶ τοὺς ὀνείρους διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ σημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνεί- ροις καὶ θεατὴν ὀνείρου εἰς αὐτὸν ἐλθόντος γεγονότα.
οὕτως παρὰ τὸ εὔχω εὐχωλή. ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς.
λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον. τοιοῦτον δέ ἐστι καὶ τὸ “συκάμινα κνίζοντα,” ὡσανεὶ τῷ ὄνυχι διακαθαίροντα. καὶ ἐν τῷ Νόμῳ “ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα.”
κότος καὶ τὸν Πλάτωνα διδάξαντος· ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκεν, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ φησίν· ἄχος μὲν ὅταν λέγῃ “Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι μερμήριξεν” (Il. 1, 188). “ἢ ὅγε
φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίζοι” (1, 190). ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν “ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192). θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν· καὶ πάλιν ἐπʼ ἄλλου “ἀχνύμενος, μένεος δὲ μέγα
φρένες ἀμφιμέλαιναι πίμπλαντο” (1, 103). ὅτι δὲ οὐ γεννᾷ μόνον 16 ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων “κούρης χωόμενος” (2, 689) καὶ ἐπάγων “γῆς ὅγε κεῖτʼ ἀχέων” (694). ὅτι δὲ καὶ ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας ἐξηγεῖται λέγων “ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο” καὶ “χόλος ὅς τʼ ἐφέηκε
πολύφρονά περ χαλεπῆναι” (18, 108), εἴτʼ ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδονῆς μέτοχος, “ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός” (18, 109); καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργὴν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· “ἀλλά μοι οἰδάνεται κραδίη
χόλῳ” (9, 646)· καὶ ἐπὶ τοῦ Μελεάγρου “ἔδυ χόλος, ὅστε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον” (9, 553). οὐ μόνον δὲ αὐτὴν ἔφεσιν καὶ ἔπαρσιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν· διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ ἐοικέναι φησίν· καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθάλμους, μελαίνει
δὲ καὶ ὁ καπνὸς “ῥωγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ” (Od. 13, 435). τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὂν καπνίζον τὴν ὀργὴν μελαίνει τὰς φρένας “μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο” (Il. 1, 103). τὸ δὲ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι “μελαίνει,” φησὶν, “ἀχνυμένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν”
(5, 354). τὸ δʼ ἄχνυσθαι τοῦ ἄχθεσθαι πλεονασμῷ δηκτικῆς ἀγα- νακτήσεως διαφέρει, λύπη δʼ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη “κεῖνος δʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον πιμπλάνεται μένεος” (9, 677), ὁμοίως τῷ “μένεος δὲ πίμπλαντο.” κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριό-
τητα “αὐτὰρ Ἀχιλλεὺς ἄγριον ἐν στήθησσι θέτο μεγαλήτορα θυμόν” (9, 628). καὶ πάλιν “χόλος δέ μιν ἄγριος ᾕρει” (4, 23). πρὸς ὃν καὶ ὁ παραινῶν ἔφη ὡς ἐπὶ ἀγρίου θηρίου “ἀλλʼ, Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν (9, 496), καὶ πάλιν τὴν θηριωδίαν φησὶν “εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις
Πρίαμον Πριάμοιό τε παῖδας, ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο” (4, 34). καὶ ὅτι τῶν ἐν κινήσει, ἀλλʼ οὐκ ἐν σχέσει, ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα “Ἀτρείωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον” (1, 387). καὶ πάλιν “Πηλεί-
δης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρείδην προσέειπε καὶ οὕπω λῆγε χόλοιο” (1, 223), ὡς ἂν δυνάμενον καὶ παύσασθαι. ὅταν δʼ ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον καλεῖ· διό φησιν “εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ” (1, 81), ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, ἐκποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως, “αὐτοῦ κινηθέντος”
(1, 47). πάλιν χόλος, ταυτὸν δὲ καὶ ὁ θυμὸς, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τὸν χόλον· ἀλλʼ ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς καὶ τοῦ χολᾶν προσηγόρευται· εἰπὼν γοῦν “μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν” (2, 195) ἐπάγει “θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος,” καὶ πάλιν “ἠὲ χόλον
παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192), καὶ πάλιν “καὶ μάλα περ θυμῷ κεχολωμένον” (1, 217), εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν λέγοι, ὡς τὸ “ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν” (9, 629). τὸ δʼ “ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν οὐρανίωες οὕνεκα κούρης” (9, 636) ἐπὶ τοῦ χόλου λέγει
καὶ ἀντὶ τῆς ὀργῆς παραλαμβάνει. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμὸς, δηλοῖ λέγων “Τρωσὶν θυμὸν ἐγεῖραι” (5, 510). θυμὸς δὲ καὶ χόλος προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι πονηρὸν ἀγανάκτησιν χώεσθαι λέγεται, καὶ ὁ ἐν τοιούτῳ πάθει “χωόμενος κῆρ·” αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρω-
τῶσιν,” ὅς κʼ εἴποι, ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων” (1, 64). διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι κακὸν δυναμένου διʼ ὀργὴν βασιλέως εἴρηται “κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ” (1, 80). οὕτως εἴρηκε καὶ τὸ “σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος” (1, 243), ἀντὶ τοῦ ἀμυχὴν ποιήσεις σπαράττων τὴν ψυχήν· οὕτω δηλῶν τό δραστικὸν
διʼ ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ “χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο” (1, 380) ἀκουσόμεθα οὐχ ἁπλῶς ὀργιζό- μενος, ἀλλὰ μετʼ ἀγανακτήσεως ἀμυκτικῆς· διὸ καταρᾶται· καὶ κατὰ τοῦτο ἀμυνόμενος· διὸ καὶ “χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναικός” (1, 429) Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρη-
τικὴν διʼ ἀγανάκτησιν ἄμυναν. ἐπιβουλεύεται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι, καὶ οὐχ ἁπλῶς ὀργίζεται. ὥσπερ γὰρ τὸ ἄχνυται πρὸς τὸ ἄχθεται ἔχει περιττεύουσαν ἀγανάκτησιν, οὕτω τὸ χώεσθαι 17 πρὸς τὸ χολοῦσθαι “μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη” (Od. 6, 147) ἀντὶ τοῦ, ὀργισθείη· “γαῖα δʼ ὑπεστονάχιζε, Διῒ ὣς τερπικεραύνῳ χωομένῳ” (2, 781), καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι “ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ” (2, 782). ἐν κινήσει μὲν οὖν χόλος, θυμός. χώεσθαι οὖν ταυτὸν, θυμὸς καὶ χόλος, τὸ δὲ
χώεσθαι ἀντὶ τοῦ σκύζεσθαι. εἰπὼν γοῦν “σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης” (8, 477). ἐπάγει “οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω” (482). ἐπὶ δὲ τοῦ Ἀχιλλέως “χωόμενος κατὰ θυμόν,” εἰπὼν ποιεῖ λέγοντα “οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοι ἔστον” (9, 198). ἐν δὲ σχέσει μῆνις μὲν κότος ὤν· καὶ μῆνις μὲν ὁπόταν
μὴ τὸ μένος δηλοῖ, ταυτόν· ἔστι γὰρ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος. πάλιν δὲ μῆνις προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετʼ ἀγανακτήσεως καὶ κακοποιίας κότος γίγνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις, “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι” (1,
488). καὶ “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (422). καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ ἔχοντα σιγὴν, φησὶ “κεῖτʼ ἀπομηνίσας” (2, 772) παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμὸς “πανθʼ ὑπὸ μηνιθμόν” (16. 202). ὅτι δὲ μένος καὶ μῆνις ταυτὸν, “Ἀτρείδη, σὺ δὲ παῦε τεὸν
μένος” (1, 282). τίς ἐστιν ἡ μῆνις: χόλος, φησὶ. μὴ ἀφεθείς. ἐπάγει γοῦν “αὐτὰρ ἔγωγε λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον” (9, 260). καὶ πάλιν ἀντὶ τοῦ φάναι “μὴ μήνιε” ἔφη “ἔα δὲ χόλονθυμαλγέα” (157). καὶ παυσαμένῳ μήνιδος φησὶ “μεταλλήξαντι χόλοιο.” καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων καὶ ὁ ἄγαν τηρῶν καὶ ὁ ἀναφαίρετος
τὸν κότον “αἰὲν ἐπιζαφελῶς χαλεπαίνει” (9, 514). ζαφελὲς γὰρ τὸ ἀναφαίρετον. καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις “ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι” (521)· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. καὶ τὸ μένος δὲ παρὰ τὸ μένειν· μένειν δὲ ἀκίνητον καὶ ἄτρομον, καὶ μὴ φεύγειν “ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα,
ἄτρομον” (5, 125). ὅτι γὰρ παρὰ τὸ μένειν “ἔτι μοι μένος ἔμπεδόν ἐστι” καὶ μένος οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ δράξασθαι, “οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον” (5, 506). καὶ ὅτι παρὰ τὸ μένειν τὸ μένος “Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκὰς, ἀλλ᾿
18 ἔμενον νεφέλῃσιν ἐοικότες” (5, 498—521). ὅτι δὲ τὸ μένος σθένος “πάντως. οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι” (8, 450) εἰπόντος τοῦ Διός φησιν “εὖ νυ καὶ ἡμεῖς ἴδμεν, ὅ τοι σθένος οὐκ ἐπιεικτόν” (8, 32). ὡς οὖν τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. εἰπὼν γοῦν “χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις” (5, 178).
ἐπάγει “οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων” (Od. 3, 147). ὅτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον δηλοῖ, “ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (1, 82) ἕως ἂν κατεργάσηται καὶ κακώσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖσθαι κότος εἴρηται ἐξηγεῖται, “ὅ τοι κότον ἔνθετο θυμῷ”
(Od. 22, 101). καὶ ὅτι ἐπιτηρητικὸν εἰς τὸ δρᾶσαί τι πονηρόν, “Ζεὺς δέ σφιν Κρονίδης, ὑψίζυγος, αἰθέρι ναίων, αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι, τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα” (4. 166). ὁμοίως τῷ “ἔχει κότον. ὄφρα τελέσσῃ” (1, 82). καὶ πάλιν “ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε”
(8, 449). ἔθεσθε δὲ, ἐν τῷ θυμῷ, ἀκουστέον. τὸ γὰρ αὐτό ἐστι τῷ “κότον ἔνθετο θυμῷ.” καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι “καὶ ἐκπάγ- λως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ” (2, 223) προσάγει τὰ ἐκ τοῦ κότου εἰπὼν “Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι” (2, 284) καὶ τὸ “εὐδ’ ὄθομαι κοτέ-
οντος” (1, 181). οὐκοῦν ἀκουσόμεθα τῆς εἰς τὸ δρᾶν ἐγκειμένης μήνιδος φροντίζειν· διὸ καὶ αὐτὸς ἐπαπειλεῖ ἐπεξελθὼν καὶ ἐπάγει “ὄφῤ εὖ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν” (1. 186). καὶ ὅτι ἡ μὲν μῆνις μέγαν χόλον δηλοῖ “πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη” (15, 122). ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντι-
κὴν περιέχουσά ἐστιν ὁ κότος παρίστησι διὰ τούτων “εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν, ἱρῶν μηνίσας, χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις (5, 177). μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίστα- ται. εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυμὸς, ἡ δὲ κίνησις μετʼ ἀγανακτήσεως δραστικῆς
ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὡς ἀπόθετος μὲν χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα· καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή· καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται, καὶ πάντα ὅσα ἔγκειται παρατηρεῖν μᾶλλον ἠξίοον τοὺς τὰς μικρὰς ἐξηγήσεος περὶ τὴν μῆνιν καταβαλ-
λομένους.
ᾔδεσαν, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ.
Μούσαις.
ἐστιν), ἀλλʼ ἀντὶ τοῦ δή.
νομεν τὸν η. εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός.
καὶ τὸν στίχον, κακῶς.
σεως, οἷον “οὐ μὰ γὰρ Ἀπόλλωνα” καὶ ἐν Ὀδυσσείᾳ (20, 339) “οὐ μὰ Ζῆν᾿, Ἀγέλαος·” ἡμεῖς δὲ τὸ μά ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. [μαγεία ἐστὶν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν, ὡς τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπί-
σματα. γοητεία δὲ ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν, περὶ τοὺς τάφους γινομένη. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατη- φόρου πρὸς φίλτρον ἢ ἄλλως δοθῇ τισὶ διὰ στόματος. ἡπατοσκοπία δὲ ἡ τῶν ἐγκάτων ἀνατομὴ, διʼ ὧν προεμήνυον τὰ συμβησόμενα· ἀνατέμνοντες γὰρ σημεῖά τινα ἐθεώρουν ἐν τοῖς ἥπασιν.]
τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλῆ ποιεῖσθαι ἐγγύην. τῇ δὲ ὑπερβολῇ θεραπεύει τὸν Ἀλγαμέμ- νονα.
ραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον.
δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 598).
ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὅσσος, τὸ δυϊκὸν ὄσσεε, καὶ ἀφαιρέσει ὅσσε.
ἕρκος βέλος τεῖχος· τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ Ἴωνας ἕρκεα βέλεα τείχεα, καὶ δῆλον ὅτι ὄσσεα. τῶν εἰς α πληθυντικῶν τὰ δυϊκὰ οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδης (Hipp. 387) “οὐκ ἂν δύʼ ἤτην ταῦτʼ ἔχοντε γράμματα,” καὶ Ἀριστοφάνης
ἐν Πλούτῳ (454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε.” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν ὅσσε.
λύσει ἐΐκτην. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινὸν, καὶ δοκεῖ τὸ ὑπόδρα ἰδών ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸ καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς.
ἐπάγειν μέλλῃ λόγους ὁ ποιητὴς, προσημαίνει οἷος ἔσται ὁ λόγος· εἰ- πόντος γὰρ αὐτοῦ τὸ “τὸν δʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων,” ὑβριστικούς· καὶ πάλιν “καί μιν νεικείων” (Od. 18, 9), θεωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ τὸ “ὅ σφιν ἐϋφρονέων,” φρονίμους προσδεκτέον λόγους· καὶ πάλιν ὅταν λέγῃ
“καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, Ὀδυσσέως ὑψηγοροῦντος καὶ ἐνταῦθα τοίνυν προδιετύπωσε τοὺς λόγους διὰ τοῦ κακοσσόμενος, οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνὴ, τῆς ὀπὸς δὲ τῶν θεῶν
ἀκούουσιν οἱ μάντεις. διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν.
ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγο- μένων ἀκουσόμεθα· οἷον εἰπόντος “τόνδʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων” (Il. 1, 148) ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προει- πόντος “καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα” (Od. 18, 9),
θεωρητέον εἰ οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν· ὅταν 22 δὲ “ὅς σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε,” φρονίμους προσ- δεκτέον λόγους· φρονίμου γάρ ἐστι τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητά. τὸ μὲν οὖν ἀγορήσατο δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, ὡς ὁ λέγων “οὔτʼ ἄῤ ὅγʼ εὐχωλῆς ἐπιμέμφεται οὔθʼ ἑκατόμβης, ἀλλʼ ἕνεκ᾿
ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων” (1, 93). τὸ δὲ “μετέειπε” τὸ μετὰ ταῦτα ἐπαγαγεῖν ποιητέον· ἐπάγει γὰρ “εὐδ᾿ ὅγε πρὶν λοι- μοῖο βαρείας χεῖρας ἀφέξει, πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι” (1, 97) καὶ τὰ ἑξῆς, καὶ τὰ ἐπὶ τοῦ Νέστορος “ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει” (Il. 1, 254) διήγησιν ἔχει τῶν ἐνε-
στώτων ἅπερ ἀγορήσατο. ἐπὶ δὲ τοῦ “ἀλλὰ πίθεσθε καὶ ὔμμες” (1, 274) μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἰπεῖν ἃ δεῖ πράττειν. πάλιν ὅταν προείπῃ “καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως.
τοιοῦτον γὰρ τὸ “τοῦτον νῦν ἐφίκεσθε, νέοι” καὶ τὰ ἑξῆς· προθεω- ροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκου- σομένους περὶ τοῦ εἴδους τῶν λόγων. ἐκ τούτου δὲ πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς· αὐτίκα τὸ ἐπὶ τοῦ Διὸς “αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην, κερτομίοις ἐπέεσσι
παραβλήδην ἀγορεύων” (4, 5), μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τὸν λόγον εἴρηκεν ἀλλοκότους ἐξηγήσεις πεποίηνται· φασὶ δὲ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γιγνομένην. τὸ οὖν παραβλήδην τὸ μὲν
τοῦ παραβάλλειν λέγει, ὅπερ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν “δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δʼ αὖτε φιλομμειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας
ἀμύνει” (4, 7). καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος ὡς προεῖπον ἔσεσθαι “δοιαὶ μὲν Μενελάῳ,” μία δὲ τῷ Ἀλεξάνδρῳ· καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδε- σθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ὡς Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη
φιλομειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου, καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάον κάθησθε, ἡ δὲ ἀεὶ παρμέμβλωκε, καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτοῦ κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξε- σάωσεν ὀϊόμενον θανέεσθαι” (4, 12). ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός. πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ “ὣς ἔχετʼ ἐμπεφυυῖα καὶ ἤρετο
δεύτερον αὖθις” (1, 513), τὸ ἤρετο οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώ- τησεν ἁπλῶς, ἀλλʼ ἀντὶ τοῦ ἠρώτα, τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ᾿, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφῤ εὖ εἰδῶ ὅσσον ἐγῶ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι” (1, 514), ἐπεὶ καὶ ἐν ἄλλοις ἔφη “εἰρωτᾷς μʼ ἐλθόντα
θεὰ θεόν· αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5, 97) καὶ “εἴρεαι τοίνυν ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω” (Od. 3, 80). οὕτως ἀκουσόμεθα, εἰ τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις, καὶ τὸ “Ἑρμείαν ἐρέεινε, Καλυψὼ, δῖα θεάων” (Od. 5, 85). ἐπάγει γὰρ “αὔδα ὅ τι φρονέεις” (Od. 5, 89). τὸ ἐνι-
σπεῖν δὲ παραπλησίως, οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλʼ ἀληθῶς εἰπεῖν “αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν,” καὶ τὸ “νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5, 98) ἤτοι ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν, ἐπαληθεύσομαί σοι, ἀψευδῆ τὸν λόγον ἐρῶ, καὶ τὸ “ἔννεπε οὖν” ἀληθῆ λέγε “τίς γὰρ τῶν ὄχʼ
ἄριστος ἔην σύ μοι ἔννεπε, Μοῦσα,” καὶ τὸ “ἄειδε” πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν οὖν “ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον” (Od. 8, 491) ἐπάγει “αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,” ὅπερ ἐν ἄλλοις “πάντα κατʼ αἶσαν ἔειπες, ἀγακλεές” (Il. 17, 716). τί οὖν τὸ “κατʼ αἶσαν”
εἰπών φησι “οὐδʼ ἄν ἔγωγε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν, οὐδʼ ἀπατήσω” (Od. 5, 347); καὶ ὅταν δὴ προείπῃ “εἶθαρ δὲ προσείπῃ” (Il. 13, 353), τὸ εὐθὺ καὶ ἀληθὲς καὶ φανερὸν ἀκουσόμεθα, ὅπερ πάλιν ἔφη “ἔπος ἀντίον ηὔδα” (Il. 4, 265). ἐξηγήσατο τὸ ἄντι- κρυς καὶ διαρρήδην, ὃ ἐν ἄλλοις ἔφη “ἀντικρὺ δʼ ἀπόφημι.” τοῦ
γὰρ εὐθέος λόγου δύναμις τὸ μὴ παρὲξ εἰπεῖν, ἀλλὰ μηδὲ παρεκ- κλῖναι, καθάπερ ἐπὶ τῶν οὕτω βαδιζόντων, καὶ τὸ ἀντίον δὲ ηὔδα ἐξηγήσατο “τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος” (Od. 4, 537) . . . . . . . . . . οἱ γὰρ ἰθὺ καὶ κ . . ἰόντες οὐ κρυπτάζονται. κρύπτουσι δὲ μάλιστα οἱ κλέπτοντες, ὅθεν ἐπὶ τοῦ ἀπατῶντος “κλέπτε νόῳ”
23 (1, 132). ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν. ἄλλο δὲ εἴπῃ” (9, 313).
συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φωνὴ, ἣν καὶ Διὸς ἄγγελον ἔφη — “μετὰ δέ σφισιν ὅσσα δεδῄει, ὀτρύνουσʼ ἰέναι, Διὸς ἄγγελος” (Il. 2, 93) —, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάν- τεις, καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὅσσα (“ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53) ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ κα-
κοσσόμενος, ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε κακὸν ἄγγελον τῆς Διὸς ὅσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν· ἀλλʼ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηκε δὲ καὶ ἐν ἄλλοις “οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ
ἱκάνω, ἀλλʼ ἀγαθὰ φρονέουσα” (Il. 24, 172), οὐ κακὸν κληδονιζο- μένη· καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσί” (Od. 1, 115). σημαίνει ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ “οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμός” (Od. 14, 219) ἀντὶ τοῦ προεμαντεύετο. καὶ ὅτι
μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνη- στήρων λέγων “ἐς δʼ ἰδέτην πάντων κεφαλὰς, ὄσσοντο δʼ ὄλεθρον” (Od. 2, 152), τουτέστιν ἐμαντεύοντο τοῖς μνηστῆρσιν ὄλεθρον. τοῦτο ἐπʼ ἄλλου ἐξηγήσατο εἰπὼν “Ξάνθε, τί μοι θάνατον μαντεύεαι” (Il. 19, 420); τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ, ἐξηγεῖται λέγων “ἢ
ὄσσαν ἀκούσας ἐκ Διός” (Od. 1, 282). λέγει δὲ αὐτὴν καὶ κλη- δόνα· “ἤλυθον, εἴ τινά μοι καὶ κληδόνα πατρὸς ἐνίσποις” (Od. 4, 317). κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· “ἢ ὄσσαν ἀκούσας, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι.” καὶ αὐτὸς ὁ Τηλέμαχος “πατρὸς ἐμοῦ” φησὶ “κλέος εὐρὺ μετέρχομαι, ἤν που
ἀκούσω” (Od. 3, 83). καὶ “ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης” (Od. 13, 415). καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· “πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ 24 Ἀχαιοὶ νήεσσʼ ἐς Τροίαν ἀναπλεύσασθαι ἔμελλον” (Il. 11, 21). τὴν δὲ ὄσσαν, οὖσαν θείαν φήμην, καὶ ὀμφὴν προσαγορεύει· “θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (Il. 2, 41). καὶ τὸ “ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί” (Il. 8, 250), ἐπειδὴ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελός ἐστιν. ἔστι δέ τις ἄλλη ἡ δήμου φήμη, ἡ ὑπὸ τοῦ δήμου
διαδιδομένη περί τινος ἀγγελία, ὡς τὸ “εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φήμην” (Od. 16. 75), καὶ πάλιν “χαλεπὴ δʼ ἔχε δήμου φήμη” (Od. 14, 239). καὶ ἀγορὰ πολύφημος (Od. 2, 150), ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν· “φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς” (Od. 20, 105)· ὥστε
ὄσσα μὲν καὶ ὀμφὴ καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως. οἴεται γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν· “ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53). ταύτην δὲ μεταδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βουλήσεως “ὄσσα
δʼ ἄῤ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη μνηστήρων στυγερὸν θάνατον καὶ κῆῤ ἐνέπουσα.” παρὰ γὰρ τὴν ὄπα τὸ ἐνέπουσα. τὸ μὲν κακοσσόμενος σημαίνειν τὸ εἰρημένον. τὸ δὲ κρήγυον οὐκ οἶδ᾿ ὅπως σημαίνειν τὸ ἀληθὲς ἀποδεδώκασιν αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ, ἀλλὰ τῷ κακῷ τὸ κρήγυον. ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθὲς,
ἀλλὰ τὸ ἀγαθόν. “οὐπώποτέ μοι τὸ κρήγυον εἶπες, ἀεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι.” ἔστι δὲ τὸ κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς ὃ ταυτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ “οὐδέ τι πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες.” οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας καὶ ὁ νηκερδὴς οὖν ἐναντίος καὶ μὴ φειδόμενος
τοῦ ἀγορεύειν τὰ κακά. οὐπώποτε τὰ κρήγυα λέγει. οἶμαι δὲ ὅμοιον εἶναι τὸ μάντι κακῶν τῷ αἰναρέτη, ὃ σημαίνει κακωτικὴν ἀρετὴν κεκτημένε, καὶ τῷ ὀλοόφρων· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα φρόνησιν. καὶ οὐλόμενος ὁ ὀλοὸν ἔχων τὸ μένος, οὐλομένη δὲ ἡ μῆνις ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖσα. ὁ γὰρ ταύτην ἔχων ὀλοός. “ἀλλʼ ὀλοῷ
Ἀχιλῆι θεοὶ βούλεσθʼ ἐπαρήγειν” (Il. 24, 39). ταῦτα μὲν οὖν ἔστι λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ ὠφελοῦσιν. ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ διʼ αὐτῶν ὠφελοῦντες, ἀλλὰ λυποῦντες εἰκότως ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν διαβάλλονται. ἀλλὰ δὴ εἴωθε
25 συντιθέναι εἰς διαβολὴν τινῶν ὡς δυσωνύμων, οἷον τὸ δύσπαρι καὶ τὸ “μῆτερ ἐμὴ δύσμητερ” (Od. 23, 97). καὶ “ἦ τάχα Ἶρος Ἄϊρος” (Od. 18, 73). ἔστι γὰρ ὁ κακόϊρος ὡς ἡ ἄμορφος γυνὴ καὶ τὴν Ἰλιον “κακοΐλιον οὐκ ὀνομαστήν” (Od. 19, 260). διὰ γὰρ τοῦ οὐκ ὀνομαστὴν τὸ δυσώνυμον ἐπεσημήνατο.
ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς αἰτίους μισοῦσιν.
τείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. δυσκαταπαύστως δὲ ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζό- μενοι, καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.
ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι- τέον.
καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν” (Il. 13, 432)· “καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργʼ εἰδυίῃ” (Od. 13, 289).
ἐπεισέρχεται.
μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.
τὸ λαοσσόος.
ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν.
ξυνήιον.
πατρὶ πρόες, οὐδʼ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ.
τοῦ χαλέπτω τὸ ὀργίζομαι· ὀργίζεσθαι γὰρ ὁ κλέπτης ποιεῖ τοὺς ἀπόλλοντάς τι. ἢ παρὰ τὸ καλύπτω· καλύπτει γὰρ ὁ κλέπτης ἀφαιρεῖται.
ψιλοῦται, διότι τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστὶ στερητικόν; ἔστιν ἐτός, καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐμί. ἐξ αὐτοῦ γίνεται ἐτός ὁ ἀληθής· ὁ γὰρ ἀληθὴς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει. καὶ μετὰ τοῦ στερητικοῦ α ἀετός, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς
ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται ἀέτου· τὸ πληθυντικὸν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως, καὶ κράσει τοῦ αε εἰς τὴν αυ δίφθογγον αὔτως, ὥσπερ ἀέρα αὔρα καὶ αἱ γρᾶες αἱ γραῦς καὶ αἱ νᾶες αἱ ναῦς.
δόμεναι” (98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει.
ζῶντας ὑμᾶς· εἰ δὲ μὴ, ποιεῖτον ἤδη τοῦθʼ ὃ ὑμῖν δοκεῖ” (Aristopm. Plut. 468). καὶ πάλιν “εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μὴ, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν ληψόμεθα” (Thesmoph. 536). ἐπὶ γὰρ πάντων τὸ καλῶς ἂν ἔχοι, ὡς καὶ ἐνταῦθα, ἐλλείπει.
νεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενὴς, ὁ δὲ φίλτατος. ἀμέλει καὶ τελευτῶντος αὐτοῦ μόνοι προύστησαν τοῦ σώματος, καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν.
ἑξῆς ἐπιφέρειν, ἵνα μὴ παρενοχλεῖν δοκῇ δὶς τὸ ἑλών κείμενον.
Ἀχιλλέα διαπληκτίσεσιν Αἴαντος καὶ Ὀδυσσέως μνημονεύει, καὶ ἐν τῇ ἀφαιρέσει τῶν τιμῶν “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος ἄξω ἑλών” καὶ μετʼ ὀλίγον ἐφεξῆς (144), ὅτε δεῖ πέμψαι τὴν Χρυσηΐδα, φησὶν “εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη, πάντων
ἐκπαγλότατʼ ἀνδρῶν.” καὶ γὰρ ἀτιμάσειν ἀπειλῶν συγκαταλέγει Αἴαντα καὶ Ὀδυσσέα τῷ Ἀχιλλεῖ, καὶ ἀποστέλλειν πρὸς τὸν θεὸν ἐπαγγελλόμενος, ἐξ Αἴαντος καὶ Ὀδυσσέως καὶ Ἀχιλλέως φησὶν ἕνα ἀποστέλλειν, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προθεὶς τὸν Ἀχιλλέα τῶν ἀτιμαζομένων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος,” ὅτε
δʼ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα, “ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ θῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη.” λύσις, ὅτι οὗτοι ἐδόκουν 29 μάλιστα φίλοι εἶναι Ἀχιλλέως. διὸ καὶ ὁ Νέστωρ αὐτὸς, κατα- λέγων πρεσβευτὰς πρὸς Ἀχιλλέα, τούτους αἱρεῖται· καὶ Ἀχιλλεὺς εὐμενεστάτως ὁρᾷ ἐλθόντας τούτους, καὶ δεξιοῦται, καὶ ὁμολογεῖ τὸ προϋπάρχον φίλτρον· “οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοι ἐστόν” (Il. 9, 198), καὶ “χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον”
(ib. 197). συνατιμάζει οὖν τούτους καὶ συγκαταλέγει ὡς φίλους ὄντας τῷ Ἀχιλλεῖ τὰ μάλιστα.
τόνον.
Ἰδομενέα, παραφυλακτέον δὲ ὅτι ὅτε ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τὸν Ἀχιλλέα, ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἀπελθόντα ἔδει, τελευταῖον καταλέγει μετὰ ὕβρεως· ἐκπαγλότατε γάρ φησι, τουτέστιν ὑβριστι- κώτατε.
τοῦ λοιμοῦ αἰτίαν αὐτὸς ἔχῃ.
σημαινόμενον, ἐγκλίνονται· “εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον” (Od. 2. 141)· “σὺν δʼ ἥμιν δαῖτα ταράξῃ” (Il. 1, 579), καὶ ὡς ἐν- ταῦθα.
30 οὕτως. ὥσπερ γὰρ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἡρέμα καὶ ἀπὸ τοῦ σιγῶ σῖγα, ὡς Σοφοκλῆς (Ai. 75) “οὐ σῖγʼ ἀνέξῃ μηδὲ δειλίαν ἀρεῖς;” οὕτω καὶ ἐκ τοῦ ὁρῶ καὶ τῆς ὑπό προθέσεως γίνεται ὑπόρα, καὶ πλεονασμῷ τοῦ δ ὑπόδρα, τὸ ὑφορᾶσθαι. ἔστι δὲ καὶ ἄλλως. ἔστι γὰρ δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δρᾶσις καὶ δρᾶμα. ἐκ
τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπό προθέσεως ὑπόδρα, τὸ ὑποβλέπειν· καὶ δραπέτης οὖν ἐξ αὐτοῦ. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται. ὀξύνεται δὲ, ἐπειδὴ τὰ εἰς ξ λήγοντα ἐπιρρήματα, χωρὶς εἰ μὴ παρὰ πρόθεσιν γίνεται, ἅπαντα ὀξύνονται, οἷον “στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών” (Il. 11, 251), ἀπρίξ, ἐναλλάξ,
κουρίξ. εἶπε δὲ, εἰ μὴ παρὰ πρόθεσιν γίνεται, διὰ τὸ πέριξ. τὸ γὰρ πάρεξ ἔχει μὲν πλέον τι σημαινόμενον· ὅτε γὰρ ὀξύνεται, οὔ φαμεν εἶναι αὐτὸ ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σεσημείωται τὸ ἅπαξ. καὶ τοῦτο ὅπερ ὤφειλε δέξασθαι ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἅπαξ ἁπλῶς—ἁπαξαπλῶς. τὸ δὲ ὑποδράξ ἀποβαλὸν τὸ
σύμφωνον ἀνεβίβασε τὸν τόνον, ὥσπερ ἀνυστής ἀνύτης, δεσποστής δεσπότης. οὕτω καὶ ἐν τῷ ὑποδράξ· ἀποβαλὸν γὰρ τὸ σύμφωνον ἀνεβίβασε τὸν τόνον.
δὲ ἐπιειμένε, οἱονεὶ προφανῆ τὴν ἀναίδειαν ἔχων, ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. ἔστι δὲ φύσει τοιοῦτος ὁ φιλοχρή- ματος, καὶ τὴν οἰκείαν ἀναίδειαν εἰς προῦπτον δείκνυσιν. ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλο- τέχνως τὴν ἰδίαν ὕβριν κοινὴν ποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ
πλῆθος.
οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον. ἅμα δέ γε παρυποφαίνει ὡς βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν.
οὖν ἐνταῦθα.
φησι “δώδεκα δὴ σὺν νηυσὶ πόλεις” (Il. 9, 328). ἐξ ἐπιδρομῆς δὲ τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἠγάγετο. ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται.
μάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν.
2, 196)· τὴν ψυχήν, ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10, 495)· τὴν ἐπιθυμίαν, ὡς τὸ “ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμόν, ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302)· καὶ τὴν ὁμόνοιαν, ὡς τὸ “ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).
πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.
καὶ μητιέτης, μητιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα.
τῶν ἀεροφόρων πνευμάτων κρατεῖ ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων. καὶ παροιμία “Σεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας” ἐπὶ τῶν ποτὲ ἀμειβομένων ὑπὲρ ὧν πράττουσι καλῶν ἢ κακῶν, ὅτι οὐκ ἀπρο- νόητά φησι τὰ πάντα, ἀλλὰ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι καί ποτε ἐπεξιέναι.
ἐπὶ δʼ ἑαυτοῦ ὡρισμένως φέρει τὸν Δία.
αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα- μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθολογοῦσι γενέσθαι.
φωραθῇ, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλʼ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προύχων ὁπόσον τοῦ θεοῦ ἀπολείπεται.
δʼ ἐγὼ οὐ λύσω” (Il. 1, 29).
στήθεσσιν· ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστὶ τὸ πυρῶ- δες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς.
θετέον, τὸ δὲ “ἠὲ χόλον παύσειε” δεύτερον. ὃ καὶ ἄμεινον. ἡ γὰρ ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν.
καθόλου.
τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγαμέμνονα κατὰ- τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ “ἠὲ χόλον” παύσειε κατὰ τὴν φρένα.
35 Ἀθηνᾷ. τὸ δὲ ἕως νῦν ἀντὶ τοῦ τέως, ὡς τὸ “εἵως μέν ῥʼ ἐπέτοντο” (Od. 2, 148). ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἢ γοῦν τῷ ἕλκετο χρὴ δοτέον τὸν καί. διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς ἐξουσίαις τοὺςβασιλεῖς.
τας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἀπεληλυθέναι “θεοὶ δʼ ἅμα πάντες ἕποντο” (424) τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησὶν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντες ἐκάθευδον (“ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες
Παναχαιῶν εὗδον παννύχιοι Il. 10, 1), ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλεων (“οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφά- ροισιν ἔπιπτεν” ib. 25), οὕτως ἐκ τοῦ πλείστου τὸ πάντας ἠκολου- θηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν. οὐ γὰρ δὴ θεῶν ἔρημος ἔμελλε καταλείπεσθαι ὁ οὐρανός. ἐκ τοῦ οὐρανοῦ δὲ, φησὶ, παρεγένετο ἡ
Ἀθηνᾶ, ὅ ἐστιν ἡ φρόνησις· δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν, οἷα καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλʼ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυ- θογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυή-
σεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις.
παύειν δεῖ προφανῶς, τῶν ἐχθρῶν ὁρώντων. τὸ δὲ φαινομένη ἀντὶ τοῦ 36 φανησομένη. γράφεται δὲ καὶ φαινομένην. πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ.
Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχάνον. πυνθανομένου δὲ μᾶλλον ἢ ὀργιζομένου ὁ λόγος.
φιλῶν κήδεται, ὡς λύκος ἄρνα.
ἀνάμνησις εὐεργετημάτων, ᾧν τις παρέσχετο.
ξίφους λαβή. βαρεῖαν δὲ τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους τοῖς ὅπλοις βαρύνουσαν.
ὅτι τὸ πάντες ἐκεῖσε ἀντὶ τοῦ οἱ πλείους τέτακται.
τῶν ἀνθρώπων (O. 122).
“ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.” τὸ δὲ “κραδίην δʼ ἐλάφοιο” διὰ τὸ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν ὡς δειλόν· πρὸς γὰρ τοῦτο φαίνεται εἰρηκὼς ἐν τῇ Ἰλιάδι.
Ἀγαμέμνονι ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, ἀπιστία δὲ ἐξ ἀναιδείας· καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. φαίνεται δὲ ἐν Ἰλιάδι ἐπὶ τρίτου αὐτὸν λέγων δειλὸν διὰ τὸ “φεύγωμεν σὺν νηυσί” (Il. 2, 140. 9, 27), μέθυσον δὲ διὰ τὸ “πλεῖαί τοι οἴνου κλισίαι” (Il. 9, 71). μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν λέγων “ἀλλὰ σοὶ, ὦ μέγʼ ἀναιδές” (158), ὅπου δὲ “ἀναιδείην ἐπιει-
μένε” (149), πῆ δὲ κυνῶπα (159), ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα. φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταὶ, παρέπονται.
οὔτε τῷ “οἰνοβαρεῖ ἐπιμένει οὔτε τῷ κραδίην δʼ ἐλάφοιο, ἀλλὰ μά- λιστα τῷ κυνὸς ὄμματʼ ἔχων, ποτὲ μὲν ἐπιφέρων “ἀναιδείην ἐπιει- μένε,” ποτὲ δὲ “ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἑσπόμεθα, ὄφρα σὺ χαί- ρης,” αὖθις δὲ “τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα;” ἡ δὲ λύσις ἐκ τῶν προειρημένων ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν Κάλχαντα, ἐν-
δειχθεισῶν τῶν τῆς ὁράσεως φλογώσεων· ἔφη γὰρ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.” τῆς γὰρ ἐμφανῶς πᾶσι γενομένης τῶν ὀφθαλμῶν μαρμαρυγῆς ἀναιδῶς ἐχόμενον τὸ τοῦ Ἀχιλλέως πάθος συνεχῶς ἐπιφέρεται εἰς ὀνειδισμὸν τούτου πρὸς τοὺς τὰ ὅμοια ὁρῶν- τας ὡς πρὸς μάρτυρας· Ἰσοκράτης (p. 70 b) μὲν οὖν τρία περὶ
τὸν στρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ, λέγων “ὃς ἦν ἐπι- μελέστατος μὲν τῶν στρατηγῶν, πιστότατος δὲ τοῖς Ἕλλησιν, ἐμπει- ρότατος δὲ τῶν πρὸς τὸν πόλεμον κινδύνων,” Ὅμηρος δὲ κατηγορῶν τὰς ἐναντίας ταῖς ἀρεταῖς ταύταις κακίας τοῦ Ἀγαμέμνονος ἐκθειά- ζει. ἐν μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί
γὰρ ἐν μέθῃ ἐπιμελές;) ἐν δὲ τῷ πάντων ἀναιδέστατον ἀπιστίαν. ἡ δὲ ἀνανδρία πάντων μέγιστον ἐμπόδιον εἰς ἡγεμονίαν.
ἐλαττώματα προάγειν· “στρεπτὴ γὰρ ἡ γλῶσσα βροτῶν” (Il.
38 248). ἐπεὶ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώ- ματος χάριν, μέθην ὀνειδίζει· τὸ δὲ διὰ τὸ μὴ περιφρονεῖσθαι ἰτα- μὸν ἀναίδειαν εἶπε· καὶ ὅτι οὐκ ἔστιν οἰκεῖον φάλαγγος βασιλεῖ προκινδυνεύειν, τοῦτο δειλίαν ὀνομάζει. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα, ὃν οἱ Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· “ἢ
Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα” (Il. 7, 179). τρί- τον δὲ αὐτὸν ἀριθμοῦσιν οὐχ ὅτι τὴν ἀρετὴν ἥττων ἐστὶν, ἀλλʼ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν” (Il. 7, 162). ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλλαις παραβάλλων μείζονα
εὕροι τις ἄν. Διομήδης μὲν γὰρ ἠρίστευσεν ἀγνοούντων τῶν Τρώων τὴν μῆνιν Ἀχιλλέως· τὸν δὲ Αἴαντα ἡ τῆς σωτηρίας ἀπόγνωσις διήγειρε· καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλλεὺς νομιζόμενος· Ἀγα- μέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ καὶ ταῖς ναυσὶν ἐπαυ- λιζόμενοι. καὶ Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ
θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ “ὄφρα μέν κεν ὁράᾳς Ἀγαμέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρʼ ὑπόεικε μάχης” (Il. 11, 202).
κραδίην δʼ ἐλάφοιο” ἢ ἀπό τινος αἰτίας προαχθεὶς ὑπὸ τῆς ὀργῆς εἰς τοιαῦτα ἐμπέπτωκεν. λύσις. οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη εἰπεῖν, ἐπειδὴ φαίνεται σπουδάζων περὶ πολλὴν οἴνου κτῆσιν. μόνῳ γὰρ αὐτῷ καὶ Μενελάῳ χίλια μέτρα οἴνου Εὔνεως πέμπει (Il. 7, 468), ὅ τε Νέστωρ ἐκ τῶν πραττομένων ὑπ᾿ αὐτοῦ τὸ πλῆθος εἰδὼς
τῆς τοῦ οἴνου συναγωγῆς φησὶ “πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσιν” (Il. 9, 71). αὐτός τε ὁ Ἀγαμέμνων προτρεπόμενος ἐπὶ πόλεμον προφέρει ἣν φέρει τιμὴν διὰ τοῦ “σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηχ᾿ ὥσπερ ἐμοὶ, πιέειν” (Il. 4, 262). ὅθεν καὶ ἐπιστρεφέστερον ὀνειδίζων εἰς τὰ
τοιαῦτα πῆ μὲν λέγει “πῆ ἔβαν εὐχωλαί,” καὶ ἐπάγει “πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο” (Il. 8, 232). καὶ πάλιν εἰκόνα λαμ- 39 βάνων τὴν ἐκ τῶν συμποσίων “εἴπερ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε” ὁρκωμόσια ποιησάμενοι, εἶτα ἐπάγει “Τρώων δʼ αὖτε ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο” (Il. 2, 127). καὶ τὸ τελευταῖον καὶ τὸν θάνατον ἐν Ἅιδου ἀφηγεῖται, ὡς ἀμφὶ κρατῆρα τραπέζας τε πληθούσας ἀπώλετο (Od. 11, 418).
τὲ δὲ “κυνὸς ὄμματ᾿ ἔχων” ἐλέγομεν ὅτι ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζό- μενον· “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην” καὶ “Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπεν.” κραδίην δʼ ἐλάφοιο ἀπὸ τοῦ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν, καὶ τρὶς ἐν Ἰλιάδι φαίνεσθαι τοῦτο εἰρηκότα.
στον γάρ ἐστι πρὸς λοιδορίαν ὀργή. ὑποστικτέον δὲ εἰς τὸ εὐρύν.
ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμ- νων ἐσκηπτροφόρει. ὁ ποιητὴς δὲ νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιεῖ τὸ σκῆπτρον ἀποτιθεμένους. ἐπʼ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων· καὶ γὰρ νεώτερος καὶ αἱ
συμφοραὶ δειναί· ὁ δὲ Ἀχιλλεὺς οὐκ ἀπολοφύρεται· οὐδὲ γὰρ νέος καὶ περὶ γυναικὸς ἡ μάχη.
τον αὐτοῦ δεδήλωκεν.
2, 684).
παραινοῦντες ἐδόκουν θωπεύειν. ἀλλʼ οὔτε Μενέλαος ἐδύνατο παραι- νεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος ἀπήχθετο Ἀχιλλεῖ, τῷ δὲ Φοίνικι ταμιεύεται τὰς λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέ- στορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν. προσυνίστησι δὲ τὸ εἶδος τῶν λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· ὁ
γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ.
καιρῷ τοῦ κινδύνου ὑπὲρ τὸ δέον κινούμενον.
συλλογισμὸν ἔπαινος.
ἐγεννήθη αὐτὸς καὶ οἱ αὐτῷ συνήλικες, καὶ τὴν τῶν ἀδελφῶν, οἳ ὑφʼ Ἡρακλειδῶν ἐφθάρησαν. ἄρχει δὲ τῶν παίδων τῶν ἑαυτοῦ καὶ τῶν ἄλλων, τῆς τρίτης αὐτῶν οὔσης γενεᾶς. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀπο- δημεῖν λέγεται, καίτοι μίαν μόνην τελέσας τὴν μέσην. ἢ ὅτι ἐπειδὴ
ἡ γενεὰ λ΄ ἔχει ἔτη, αὐτὸς δύο πληρώσας εἰς τὴν τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ ἀνθρώπων δύο ἀπέ- θανον γένη, τοῦτό φησιν, ἀλλʼ ὅτι δύο περιοδικαὶ γενεαὶ ἤτοι τριακον- ταετίαι. οὕτω δὲ τούτου φρασθέντος, καίτοι εἰ ζῶσί τινες τῶν σὺν αὐτῷ γηρασάντων, ὅμως αἱ περιοδικαὶ δύο γενεαὶ διεφθάρησαν.
αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν καὶ πρὸς τό πολεμεῖν χρήσιμον.
264), ἔσω εἰσῄει (Od. 17, 30).
ὀλοφυρμοῦ ἀρξάμενος. δημηγορικῶς δὲ τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ χαρησομένην, πρὸς κατήφειαν ἄγων αὐτούς.
τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. μαλακτικώτατον δὲ τοῖς θυμου- μένοις μῦθος, ὥσπερ καὶ Φοῖνιξ φησὶ πρὸς Ἀχιλλέα.
ἔσσεται.” καὶ τὸ οὐχ ἅλιον, καὶ ἴσον τῷ οὐκ ἀθερίζω, οὐκ ἀποβαλεῖν ἄξιον τῶν θαλάμων.
ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμω. οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπειδὴ κἀκείνοις περὶ γυναικὸς ἦν ἡ στάσις, ἵνʼ ἐξ ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν.
Λαπίθαι. ἑξήκοντα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύ- ριος. οἱ δὲ Κένταυροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφʼ οὗ πολὺ πλῆθος γίνεται· ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελ-
43 γεῖς δὲ λίαν γεγόνασιν. ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον.
παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, ὅ ἐστι, μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιῆσαι.
ἐνταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά- βασις δὲ τοῦ ε εἰς η.
ἀγαθὸν δίχα ἐπιθέτου φησὶ, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν ἀγαθὸν, ὡς τὸ “δῶκε μένος καὶ θάρσος” (Il. 5, 2), τὸ δέ 44 κακόν “καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε” (Il. 4, 339)· πρόσ- κειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ· “ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποί- χεσθαι” (Od. 17, 226)· ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται.
ἐξόχως.
χωρὶς τῆς τοῦ θεοῦ βουλῆς; ῥητέον οὖν ὅτι καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως δὲ εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστὶν, οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιός ἐστι τῷ θεῷ ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ θείου
παραχωροῦντος αὐτῷ καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.
ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ καὶ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν.
αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ κήρ” (Il. 18, 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσ- σειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. κινεῖ δὲ τῷ Ἀχιλλεῖ φθόνον ὡς
οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλʼ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερο- μένῳ.
καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηΐδα ὑπὲρ πάντων.
εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμ- περιείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλʼ ἐθελοντὴς δεδωκέναι
ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ ὡς τὸ “Κύκλωψ τῆ, πίε οἶνον” (Od. 9, 347)· (ἔστι γὰρ τὸ τῆ ἀντὶ τοῦ λαβέ.) ἄρθρον δὲ οὕτως ὡς τὸ ἔοικε τῷ δεῖνι (Il. 11, 613). ἀντωνυμίαν δὲ ὡς “τῷ μιν ἐεισάμενος” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν ὡς τὸ “τῷ 46 σε καὶ οὐ δύναμαι” (Od. 13, 351)· ἀντὶ τοῦ διό· ὅταν μέντοι ἄρθρον σημαίνῃ ἑνικὸν μόνης δοτικῆς πτώσεως, περισπᾶται, δυϊκὸν δὲ εὐθείας καὶ αἰτιατικῆς βαρύνεται.
ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ” οὐδὲν προΐεσθαί φησιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βρισηΐδα τῶν ἄλλων μᾶλλον σπουδάζων; ῥητέον οὖν ὅτι ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φησὶ φείδεσθαι, προσίετο· καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι τὰ πρῶτα. ἐγένετο δʼ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀνα-
δάσιμα τῆς Χρυσηΐδος ἀποδοθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρε- θεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐξῆν γὰρ αὐτῷ ὅ τι βούλοιτο λαβεῖν· διό φησιν “ἢ τεὸν ἢ Αἴαντος ἢ Ὀδυσῆος,” καὶ πάλιν “αὐτὰρ ἐμοὶ γέρας.” ὥστε εἰς μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ
οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστὶ, τὸ δὲ ἀνανδρίας.
“σὺ δὲ φράσαι” (83).
διήγησιν τούτῳ χρῆται.
δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυλον μὲν γὰρ ἰᾶται, καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει. καὶ Μενέλαος περὶ αὐτοῦ φησὶ “νῦν τις ἐνηείης Πατροκλῆος” (Il. 17, 670). κατʼ ἐξοχὴν δὲ 47 ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ.
ὁμοιοτέλευτον τὸ σχῆμα· προέρυσσεν, ἔκρινεν, βῆσεν, εἷσεν ἄγων.
τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. διὰ τί δὲ μὴ καθα- ροὺς ἐκπέμπει; ὅτι προυργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.
θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα ἔβαλλον. Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά ἐστιν ὁλόκληρον.
τοῦτο, τὸ διʼ ἄλλων πειρᾶσθαι, καὶ οὕτως ἐπιχειρεῖν.
γάρ. εὖ δὲ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητὴς ἀεὶ, αἰδὼ καὶ φόβον, δηλοῖ· “αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός τέ” (Il. 3, 172). τὸ δὲ ταρβήσαντε διὰ τὴν ξιφουλκίαν.
πρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ εἰς τὴν τραγῳδίαν παρή- γαγεν.
δὲ ὁ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰς θυσίας προετοιμάζοντες.
ρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφὴ “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα” (Il. 4, 249).
τῆς παραπληξίας αὐτοῦ παρέστησεν. μάρτυρας οὖν τούτους ἕξω τῆς αὐτοῦ ἀνοίας, ὅτι οὐδὲ στρατιᾶς οἶδε προνοήσασθαι.
αὐτοῦ ὄντος· θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν.
τὸν βασιλέα προτιμῶντα ποιήσαντος αὑτοῦ τὸν σοφὸν ἄνδρα. καὶ περὶ μὲν τοῦ βασιλέως τοιαῦτα λέγει· τὸ δὲ ἀπηνέος προσέθηκε διὰ τὴν ὀργήν. αὐτὸς δὲ ὁ βασιλεὺς οὐ μεταπέμπεται Νέστορα σκοπού- μενον περὶ τῶν συμφερόντων, ἀλλʼ αὐτὸς ἄπεισιν· “ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, Νέστοῤ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν
ἀνδρῶν” (Il. 10, 17). παῤ Ἰνδοῖς τε τοὺς Βραχμᾶνας, οἵπερ εἰσὶ παῤ αὐτοῖς οἱ φιλόσοφοι, λόγος ἐστὶ τοὺς βασιλέας ἀπαντῶντας προσκυνεῖν.
“νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες” (Od. 21, 85).
λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς προσετάχθησαν.
γυνὴ κλαίῃσι” (Od. 8, 523). καὶ ἡ παροιμία “ἀεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” ἄλλως τε καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει· παλαιᾶς τε γὰρ συνηθείας στέρεται καὶ τοῦ γυναίου ἀκουσίως ἀπαλλάττεται. ἄκρως δὲ ἐρῶντα χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵνα τῷ πάθει σχολάζωσιν. τὸ δὲ νόσφι, ὅπως
μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα.
ἀφορᾶν εἰς τὴν θάλατταν, διʼ ἧς τῶν πατρίδων εἴργονται. καὶ Ὀδυσ- σεὺς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο” (Od. 5, 84). τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἐπὶ τὴν θάλατταν ὁρᾷ.
μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος ὕστερον λεπτολογεῖ. ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ ὁ πέρ.
αὐτὸν ἄλλως καλέσειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.
πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.
52 ἑτέρῳ διηγῆται, ὡς τὸ “ἀγγελίην τινά τοι γαιήοχε” (Il. 15, 174). τὸ δὲ ὑποστατικὸν, ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν” (401). εἰ γὰρ
ἦν ὁμιλητικὸν, οὕτως ἂν εἶπεν, ἀλλὰ σὲ τῶν δεσμῶν ἀπολῦσαι καλέ- σασαν τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφʼ ἑτέραν πτῶσιν μετελθὼν, ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παῤ ἐκείνης εἰρημένον διέξεισιν. ῥητορικὸς δὲ ὢν ὁ ποιητὴς, καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς, ταὐτὰ πάλιν διέξεισιν. ἡ δὲ Θήβη χωρίον ἔρημον πλησίον Λέσβου,
ἀπὸ Θήβης τῆς Ἀδράμυος· ταύτην γὰρ ἆθλον ὁ πατὴρ προύθετο τῷ προύχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους οὐκ ἐῶσι μαθεῖν ἡμᾶς ὅθεν ἥλω Χρυσηΐς. ἔπλει μὲν πορθήσων Χρῦσαν Ἀχιλ- λεὺς, Ἀθηνᾶ δʼ οὐκ εἴα, φάσκουσα μὴ αἱρήσειν διʼ Ἀπόλλωνα. εἰς
Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφὴν, Ἄκτορος δὲ θυγατέρα, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ τῶν ἱστοριῶν.
τονητέον, ἐπειδὴ ὡς σύνθετον παραλαμβάνεται, καὶ ὅτι προθέσει συντέτακται.
τεροι.
ἁπλῆν τε εἶναι αὐτὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς καίτοι, φησὶν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. ὁ δὲ νοῦς οὕτως, πολλάκις σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης.
ἔπη· “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τʼ ἠδὲ Ποσει- δάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους δὲ λέγου- σιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ “οἴη
ἐν ἀθανάτοισι.” πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ- μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ
ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινὰ, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι
πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθη- νᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησὶν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρα- τέστερον εἶναι τοῦ θερμοῦ. ἀλλʼ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ 54 βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολ- λαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.
ὁππότε σε ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] σκοπῶμεν οὖν εἴπερ ἐν τούτοις τοῖς ἔπεσιν ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις καὶ φυσικω- τέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἀφιλόνεικος ἁρμονία τὰ τέσσαρα στοι-
χεῖα διακρατῇ μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλʼ ἑκάστου κατʼ ἐμμέλειαν ἣν εἴληχε τάξιν οἰκονομοῦντος ἀκινήτως ἕκαστα μένειν. εἰ δʼ ἐπικρατήσει ἓν τῶν αὐτῶν καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχΰι μετʼ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ζέσαντος ἁπάντων ἔσε-
σθαι κοινὴν ἐκπύρωσιν. εἰ δ᾿ ἀθρόον ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων οὖν τῶν ἐπῶν μέλλουσάν τινα ταρα- χὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει. Ζεὺς γὰρ ἡ δυνατωτάτη φύσις ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν τοῦ ἀέρος, Ποσειδῶνος δὲ τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ τῆς γῆς, ἐπεὶ
δημιουργός ἐστι τῶν ἁπάντων καὶ θεός. ταῦτα μὲν τὰ στοιχεῖα πρῶτον μὲν συγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν. εἶτα συγχύ- σεως παρὰ μικρὸν αὐτῶν γιγνομένης εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δʼ αὐτὴν εὐλόγως ὠνόμασεν. αὕτη γὰρ ὑπεστήσατο τὴν τῶν ὅλων εὔκαιρον ἀπόθεσιν ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμ-
μαχος δʼ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις. τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα πῶς ἂν ἄλλως δύναιτο πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθήναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.
διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ εἰς τὴν διανομὴν πεπλεονεκτῆσθαι, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαί- στῳ. ἢ διὰ τούτου τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν· ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων. μόνον γὰρ τὸ πῦρ ἐν
αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.
σῶμα, εἶτα ἡ ψυχὴ καὶ οἱ λόγοι.
χρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων τῶν Ἑλλήνων, ἀλλὰ τοῦ Ἀγαμέμνονος. εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν τοῦτο, ἀλλʼ οὐ κατὰ τῶν ἄλλων Ἑλλή- νων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων
παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος ἐπιδέξι᾿ ἐναίσιμα σήματα φαίνοντος καὶ πάντων πεπεισμένων ὅτι κατένευσεν ὁ Ζεὺς τὴν Τρωϊκὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα-
βαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφει- λομένων ὑπομνήσεως καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς Ἀτρείδας ἔχει τὴν ἀναφορὰν, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμ- μαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν 56 διαφέροντα θησαυρίζειν τὰς ἀπαιτήσεις οὐδὲν παράλογον εἶχε κατὰ τῶν Ἑλλήνων ἡ τιμωρία, ὅτι κατʼ αὐτὸν τὸν ποιητὴν τῷ βασιλεῖ κῦδος μὲν ἅμʼ ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὐναιόμενον πτολίεθρον, τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων, καὶ τὸ ὅλον ἀγώνισμα δείξει τῷ Ἀγαμέμνονι κατὰ τὰς Νέστορος
λόγους. αὐτὸς γὰρ τῷ ὄντι “ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.” καὶ γὰρ τοῦτο ὀμωμόκει ἐν τῇ ἐκκλησίᾳ “ὁ δέ τοι μέγας ἔσσεται ὅρκος ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν” καὶ τὰ ἑξῆς. καὶ ἡ Ἀθηνᾶ “καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα” φησὶ καὶ ἄμφω ὁμῶς φιλεῖσθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμ-
νονα ὑπὸ τῆς Ἥρας, καὶ συμβουλεύει μηδαμῶς περὶ θανάτου δια- νοεῖσθαι τοῦ βασιλέως, κἀκεῖνος συναινεῖ χρῆναι συμβουλεύουσι θεοῖς πεπεῖσθαι. σώζεσθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ, καὶ οὐκ ἄδικος ἡ κρίσις. ὑπὲρ ὧν γὰρ λοιμωσσόντων αὐτὸς τὴν ἐκκλησίαν συνήγαγε καὶ τὸ πρόσκρουσμα
εἶχε πρὸς τὸν βασιλέα, τούτους οὐδαμῶς ἔσχεν ἀγανακτοῦντας ὑπὲρ αὐτοῦ ὑβριζομένου. διὸ κατʼ ἀρχὰς μὲν ἐθεράπευεν αὐτοὺς λέγων “οὐδέ τι πω ἴδμεν ξυνήϊα κείμενα πολλὰ, λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν” καὶ ἀπειλοῦντος τοῦ, Ἀγαμέμνονος ἀφελεῖν τὴν Βρισηΐδα οὐ παῤ αὐτοῦ φησὶν εἰληφέναι, ἀλλὰ παρὰ
τῶν Ἑλλήνῶν “καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλʼ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν,” ὕστερον δὲ μηδὲν αὐτῶν δυσχεραινόντων μηδʼ ὥσπερ ἐπὶ τοῦ Χρύσου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖσθαι δεῖν τὸν ἱερέα, ὅσῳ καὶ τὸν ἀριστέα καὶ μὴ ἀτιμάζειν εἰκότως, καὶ πόθεν αὐτοῦ ὁμοίως πρὸς πάντας
ἀπειλεῖ καὶ τὴν ἀφαίρεσιν κοινοποιεῖ λέγων “χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης, οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες,” ὥστε καὶ ἡ μῆνις λόγον εἶχε τὴν τιμωρίαν εἰσπρατ- τομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆς ἥττης, τοῦ δὲ διὰ τῆς ὑπὲρ τῶν ἡττωμένων λύπης.
οὐχὶ κατὰ πάντων, ὅτι, φησὶ, διὰ τὴν ἀχαριστίαν αὐτῶν τοῦτο ποιεῖ καὶ ὅτι ὑβρισθῆναι παρεῖδον· τὸ δὲ μνήσασα διὰ τὴν Ἥραν· διό φησιν, “αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι.”
δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου. τὸ δὲ ἑξῆς, αἰνὰ τεκοῦσα, ἐπεί νύ τοι αἶσα· τὸ δὲ αἴθ᾿ ὄφελες διὰ μέσου. τὸ δὲ αἰνά ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως.
κτεῖναι” (Il. 21, 279). φησὶ δὲ ὅτι προεθέμην ἄν σε ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ δυσαριστο- τόκειαν ἑαυτὴν ὀνομάζει.
μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ὁ τρόπος ἐν τῷ στίχῳ, ὡς τὸ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν” (Il. 3, 59).
ἄτοπον ἐνοχλεῖν. καὶ ἄλλως διὰ τὸ τοὺς συμμάχους τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν.
τῇ ὀργῇ ἐκτελέσαι τὰ θυμῷ φίλα τοῦ ὠργισμένου, ἀλλὰ μᾶλλον διδόναι τῇ μετανοίᾳ τόπον. ἔπειτα οὐκ ἐπιτήδειος ἦν ὁ τόπος περὶ ὧν ἔμελλε δεῖσθαι, παρόντων τῶν φίλων θεῶν τοῖς Ἀχαιοῖς, ἐπεὶ καὶ ὕστερον οὐ παραγενομένη, ἀλλʼ ὑποπτεύσασα ἡ Ἥρα ἐπίστασθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆσαν δηλοῖ· φησὶ γὰρ “θεοὶ δʼ ἅμα πάντες
57 ἕποντο.” δοκεῖ δέ τισι καὶ ὅπως οἱ Τρῶες αἴσθωνται τῆς μήνιδος ὁ ποιητὴς ἐμβάλλειν τὰς ἡμέρας ταύτας, ἵνα θαρσήσαντες ἐξέλθωσι· πρότερον γὰρ οὐκ ἐξῄεσαν “ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας” (Il. 9, 354).
νιφόεντα καλεῖ, ὡς Τήλεφος. τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν.
δὲ ἀναβάλλεται.
ἐστι τῷ ἡνιοχῆας. εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολὴν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ ὑπὸ Νείλου.
εὗδον παννύχιοι” (Il. 10, 1). καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας.
πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.
αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν μάχη.
τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητὴς, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.
τὸ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91)· καὶ ἔστιν ὁ τρόπος μετω- νυμία.
ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. πολλὴν δὲ ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως ἐπαγωγή. τὸ δὲ σχῆμά ἐστιν ἐπανάληψις.
παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (Il. 9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δʼ εὐνὰς ἔβαλον·” τὴν διατριβὴν, ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (Il. 2, 783).
ὀλίγῳ πέφρασται.
εἰπεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι “τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν” (380).
πρεπὲς, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λεγόμενα ὅσην τὰ λυπηρά.
γὰρ λέγῃ “χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα νίψαθαι” (Od. 1, 136), φήσομεν, ἀλλʼ οὐχὶ πρὸ τοῦ δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος διέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεσθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρῆσθαι αὐτοῖς παρέκειτο.
οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους οὐκέτι δεδήλωκεν ὅπως τῆς ἠϊόνος ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνῶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι φησὶ πῶς τοῦτο ἀπιοῦσα ἀπέλαβε. καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι ἐπεση-
μήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παῤ αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισεν.
γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατηρᾶτο, ἡσυχῇ ηὔχετο· ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.
60 καίειν τὰ θύη. λέγει γὰρ “καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων.” ὁ οὖν καίων τὰ τεθυμένα τοῖς θεοῖς θυοσκόος. “θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτρο- κλον” (Il. 9, 219)· καὶ “τὸν πῦρ κῆαι ἄνωγε” (Od. 15, 97)· καὶ “πῦρ μέγα κηάμενος” (Od. 23, 51). καὶ ὁ Χρύσης δὲ λέγει “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (40). ἀπὸ συμβεβηκότος
οὖν θυοσκόος ὁ ἱερεύων τοῖς θεοῖς ἐκ τῶν ἰδίων, καὶ εἴ τις ἄλλος βούλοιτο. πῶς οὖν ὁ Λειώδης φησὶν “αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσ- κόος οὐδὲν ἐοργὼς κείσομαι” (Od. 22, 318); πρὸς ὃν ἀποκρίνεται “εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι μου μέλλεις ἀρήμεναι ἐν μεγάροισι τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι.”
τοὺς γὰρ ἱερέας ποιεῖ καὶ καταρωμένους, ὥσπερ τὸν Χρύσην, οὐ τοὺς μάντεις. ὅταν οὖν εἴπῃ “ἢ οἱ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες” (Il. 24, 221), οὐ δεῖ συνάπτειν τῷ θυοσκόοι ἢ ἱερῆες, ἀλλʼ ἢ θυο- σκόοι ἢ ἱερῆες, ἵνʼ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοσκόοι, τὰ τεθυμένα καίοντες· ὁ γὰρ διαζευκτικὸς ἄλλους καὶ ἄλλους δηλοῖ, ὡς τὸ “ἀλλʼ
ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον” (62). περὶ τριῶν γὰρ ἔφη, περὶ μάντεως, ὃς ἐκ σημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἔκ τινων συμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡς ὁ Κάλχας ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνος μῆνιν, ἐκ τοῦ δράκοντος καὶ τῶν στρουθῶν τὰ περὶ τὴν πόρθησιν τοῦ Ἰλίου· ὁ δὲ Θεοκλύμενος ἐξ
οἰωνῶν, ἀετὸν θεασάμενος τίλλοντα πέλειαν (Od. 15, 529)· καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπασάντων τὸν ἥμερον χῆνα ἐκ τῆς αὐλῆς “κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσιν” (Od. 15, 172). ὁ μὲν οὖν μάντις τοιοῦτος. ὁ δὲ ἱερεὺς ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωσύνην ἔχει, ὡς ὁ Χρύσης κατα-
ρᾶται μὴ τυχὼν τῆς θυγατρὸς, καὶ πάλιν τυχὼν ὑπερεύχεται. ὁ δʼ ὀνειροπόλος ἔμπειρός ἐστιν ἀποκρίνεσθαι ὀνείρατα, ὥσπερ Πηνελόπη (Od. 19, 535) τὸν Ὀδυσσέα καὶ τοὺς χῆνας ὁραθέντας ἐπερωτᾷ ἐνύπνια διελέσθαι καὶ σαφηνίσαι. καί τινα Εὐρυδάμαντα ὀνειρο- πόλον γέροντά φησι μὴ κρίνασθαι τοῖς ἑαυτοῦ παισὶν ὀνείρους, ὁπότε
ἤρχοντο ἐπὶ τὸν πόλεμον (Il. 5, 150), οὐ μὰ Δία θεασάμενος αὐτός. οὐδὲ μὴν ἐκείνους ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖς τὸ μέλλον. ὅτι δὲ διέζευκται ὁ θυοσκόος ἱερεὺς τοῦ μάντεως δῆλον “τῶν οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες.”
τῶν ἐντοσθιδίων, ἥπατος, νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύοντο, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δίδοντες τὰς θυσίας.
ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα. τὸ δὲ πατῶ, ὃ σημαίνει τὸ ἐσθίω, γίνεται παρὰ τὸ μασσῶ τὸ μαλάσσω. ὅθεν καὶ πασᾶσθαι παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ ἀναδρομῇ τοῦ τόνου πάσασθαι.
κατὰ συγκοπὴν μίστυλλον. οὐκ ἔχει δὲ τὸ ε ὡς οὐδὲ τὸ ο μικρὸν, παρὰ τὸ μεῖον ὄν. τὸ δὲ τἄλλα κατὰ συναλοιφήν ἐστιν, ὡς τἄργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ παραπληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.
καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν ὀπτῶντα.
μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν· δαιτρὸν γάρ φησι (Il. 4, 262) πίνουσιν.
οἰνοχόει δὲ υἱὸς Μενελάου. “ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον ἐνοινοχοεῦντες” (Od. 3, 471). διὸ καὶ παῖδας μέχρι νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν.
ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον· παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαὶ, σωφρονιστικόν, ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (Od. 3, 267)· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων (Il. 9, 189)· παιανικόν, ὡς νῦν· θρηνητικόν,
ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν.
ἀέρι καὶ ἦρι. τὸ δὲ ῥοδοδάκτυλος συνεκδοχή ἐστιν· ἀπὸ γὰρ τοῦ μέρους τὸ ὅλον καλεῖ. λέγει δὲ τὴν πολύφωτον· τὴν δὲ πολύσκοτον κροκόπεπλον.
διδάσκει· καὶ τὸ στυγνὸν σκεδάζει τοῦ λοιμοῦ. *τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων] τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν φησὶν ὁ ποιητὴς “τοῖσι δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων.” ἄχρι γὰρ οὐδέπω φλογώδης οὐδʼ ἔμπυρος ὁ πρὸς μεσημβρίαν δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς ὑγρὸν
τὸ περιέχον ἀφεῖσα ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν ἱκανὸν ἀποστείλας ἄνεμον τὸν ἐκ τῆς ἰκμάδος πνέοντα.
συγχαίρων. δὲ αὐτοῖς νῦν καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν.
“κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”
κταμεν” (Od. 23, 121), τὸ ἔρεισμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖσθαι ἐν τῇ ἔρᾳ. καὶ ὅρμος δὲ ὁ περιδέραιος κόσμος· “χρύσεον ἴρμον ἔχων.” εἶτʼ ἐτυμολογεῖ· “μετὰ δʼ ἠλέκτροισιν ἔερτο” (Od. 15, 459).
Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.
γὰρ ἐν νήεσσί” φησι (Il. 2, 688), καὶ “κεῖτʼ ἀπομηνίσας” (ib. 772).
ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ σχῆμα ἐπικλάσαι αὐτόν. τὸ δὲ ὑπολαβοῦσα τὸν ἀνθερεῶνα ἀντιφράζων φησὶν “ἥ οἱ γούνατʼ ἔκυσσε καὶ λάβε χειρὶ γενείου” (Il. 8, 371). ἀγαθὰ δὲ λεχθῆναι οἰωνιζο- μένη τοῦ γενείου αὐτοῦ προσελάβετο.
ἀψύχων οἱ φιλόσοφοι τάττουσιν. ὁ δὲ Πλάτων, ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν, ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει, διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατʼ οὐσίαν καὶ κατʼ ἐνέργειάν ἐστιν ἀμετάβλητον, τὴν δὲ ψυχὴν κατʼ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατʼ ἐνέργειαν. οὕτω δʼ ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει
γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι (ἐπὶ ὑποθέσει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι), προεγράφη ἐν τῷ περὶ πάθους· ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου ἁμαρτάνει· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλʼ ἐν ἕξει καὶ
διαθέσει.
δεθῆναι. ἄμεινον δὲ φάσκειν ὅτι προσέθηκε τὸ λόγῳ καὶ μὴ γενό- μενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.
πάντα πέφρασται. καλῶς δὲ οὐκ εἶπε τίμησον Ἀχιλλέα· ἀγωγὸν γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς “υἱὸν ἐμὸν τίσωσιν” (510).
τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ. τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ φίλον, ἀτιμία δʼ ἐχθρόν.
περιττόν.
αὐτὸν εἰς ἔλεον τῷ σχήματι καὶ τῷ λόγῳ.
σαν χαριεῖται.
μεγάλως ἀχθεσθεὶς, παρὰ τὸ ἄχθος. ἐντέχνως δὲ ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν.
κεχαρισμένα.
πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητὴν “ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλ- κείῃσι δαμέντες” (Il. 6, 73), τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν καὶ πολλῶν διὰ τοῦτο
ἀνῃρημένων ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀποδοῦναι τὴν Ἑλένην. τότε λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως. “ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον
καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, οὗ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅσ᾿ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾿, ὡς πρὶν ὤφελλ᾿ ἀπολέσθαι, ἂψ ἐθέλει δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι, κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησι δώσειν· ἦ μὴν Τρῶές γε κέλονται” (Il. 7, 386–393). τοιαύτης γὰρ πρεσβείας
ἀφιγμένης προστίθησιν ὁ Διομήδης “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω, μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός 67 ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται” (Il. 7, 400— 402). ἔπειτα τῶν Ἑλλήνων συμψήφων γενομένων “ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν, μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο” (Il. 7, 403. 404). καὶ τότʼ Ἀγαμέμνονος εἰπόντος Ἰδαῖ᾿, ἤτοι μῦθον αὐτὸς ἀκούεις, ὥς τοι ὑποκρίνονται, ἐμοὶ δʼ ἐπιαν-
δάνει οὕτως.” καὶ διὰ πάντων τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ τε ὄχλου διελθόντος ὅτι μηδʼ ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδόασι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι, ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης
κατὰ τοὺς ὅρκους ἐτράπησαν, εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου δὲ παρασκευήν. ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται, τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπι- λέγει ὁ Ἀγαμέμνων “ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης,” ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃ
ρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος καὶ θυσιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμο- λογεῖν καὶ λέγειν “δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι μα- χόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ
ῥέξωμεν ὧδε.” καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὸ τοῦ μὴ ἐκτελε- σθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις τῶν Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ εἰς πόλεμον παρεσκευασμένων.
οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλιν- άγρετον ἤτοι τὸ εὐμετάτρεπτον· ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλόν νοεῖται· ἢ οὐ δυνηθέντες ἐκτελεῖν τὰς ὑποσχέ- σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον.
γὰρ καὶ αὗται τῆς κεφαλῆς. κυάνεαι δὲ αἱ μέλαιναι καὶ αἱ κατα- πληκτικαί.
68 μακρὸν Ὄλυμπον” (Il. 8, 199). τὸ μέντοι μέγαν οὐκ ἀργὸν, ἀλλʼ ὅτι καὶ τοσοῦτος ὢν τῷ νεύματι ἐσείσθη. τῷ δὲ τάχει τῶν συλλαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δηλοῖ.
μένων σωμάτων.
ἑδρέων. τὸ δὲ σφοῦ συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος.
λόγους.
τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι. “σφῶῖν μέντʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (Il. 4, 341) ἀντὶ τοῦ ἐοῦσιν.
βιωτικῶν μιμητικὰ, πρῶτον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.
τῇ ἀπολογίᾳ δὲ μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. ἔθος δὲ γυναιξὶν ἀρνεῖσθαι ὅτι ποτὲ παρηνώχλησαν τοῖς ἀνδράσιν.
ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε γὰρ δασύνεται, καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἃ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν, δηλοῦν τὸ τινά. ἐν δὲ τῷ προκειμένῳ στίχῳ ψιλοῖ τὸ ἄσσα, καὶ ἀξιοῖ δηλοῦν τὸ ὅσα.
κατανεῦσαι καὶ τὸ ἠερίη ἐλεγχούσης εἰσίν.
βλάψαι δύναιτο, ἢ κατʼ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι. τινὲς δὲ, ὧν οὐδεὶς ἅψαιτο. ἢ ἀπτοήτους.
μαι κατῆρτο. οὕτως καθῆστο. ἐπιγνά μψασα δὲ τὸ ἀκουσίως πεισθεῖσα δηλοῖ. φίλον δὲ τὸ ἴδιον, ὡς “φίλα εἵματα” (Il. 2, 261). διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν εἰσὶν ἀφόρητα.
βασιλεύσαντος εἰς Αἴγυπτον καὶ θανόντος Ἥφαιστος παραλαμβάνει τὴν βασιλείαν ἡμέρας ᾳχπ, ὡς γίνεσθαι ἔτη δ΄, μῆνας ζ΄, ἡμέρας η΄. οὐκ ᾔδεισαν γὰρ τότε Αἰγύπτιοι ἐνιαυτοὺς μετρῆσαι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτὸν ἔλεγον. ἦν δὲ μυστικὸς καὶ πολεμικὸς, διὸ καὶ θεὸν αὐτὸν ἐκάλουν· ὅστις πολεμῶν ἐπλήγη τὸν πόδα καὶ
γέγονε χωλός. ἔθηκε δὲ καὶ νόμον τοῖς Αἰγυπτίοις σωφροσύνης· οὐκ ᾔδεισαν γὰρ μονανδρεῖν αἱ τούτων γυναῖκες. ὑπὸ δὲ μυστικῆς εὐχῆς τὴν ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, δι᾿ ἧς κατεσκεύασεν ἀπὸ σιδή- ρου ὅπλα πολεμικὰ καὶ γεωργικὰ ἐργαλεῖα· πρὸ γὰρ αὐτοῦ μετὰ ῥοπάλων καὶ λίθων ἐπολέμουν.
Ἥφαιστον. καιρὸν δὲ δίδωσι Διὶ, χάριτας εἰδὼς τῇ Θέτιδι· “εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ” (Il. 18, 398).
σπωμένην. τοῦτο δὲ πρὸς ἔμφασιν τῶν προσώπων. τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε διʼ αὔξησιν τῆς ἔριδος.
τὸ κλάζω.
καὶ αὐτῇ περ νοεούσῃ] οὐ δεομένῃ παραινέσεώς τινος. ὁ δὲ κοινῇ μὲν ἀμφοτέρους ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένους, ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διὶ παραινεῖ.
ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται γὰρ), σὺ δὲ θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται. τοσαύτην δὲ τοῦ Διὸς δείκνυσι πρὸς τοὺς θεοὺς ὑπεροχὴν ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν.
Γανυμήδεα, καὶ μεμνημένος πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμενος ἔρριψεν αὐτὸν οὐρανόθεν.
μὲν πρῶτον ὅτι χωλὸν αὐτὸν ὑφίσταται τὴν θείαν ἀκρωτηριάζων φύσιν, εἶθʼ ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου· φησὶ γὰρ “πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν.” καὶ τούτοις οὖν ὑποκρύπτεταί τις Ὁμήρῳ φιλό- 72 σοφος νοῦς. οὐ πλάσμασι γὰρ ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον οὐ τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα (τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ)· ἀλλʼ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον, ὡς ἔναγχος εἰρήκαμεν, ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει
πρὸς τὴν τελειότητα, τοῦ δὲ παῤ ἡμῖν πυρὸς ἡ ὕλη πρόσγειος οὖσα φθαρτὴ καὶ διὰ τῆς ὑποτρεφούσης παῤ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο τὴν μὲν ὀξυτάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγο- ρεύει, τὸ δʼ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου
τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου, τὸ δὲ παῤ ἡμῖν πῦρ ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπὶ πλέον παρα- μεῖναι συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγο- ρικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην φησὶν Ὅμηρος πῦρ εἶναι, ὡς τὸ
“σπλάγχνα δʼ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο” (Il. 2, 426) μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. ναὶ μὴν καὶ ἀπʼ οὐρανοῦ ὑφίσταται ῥιπτόμενον αὐτόν· φυσικῶς γὰρ κατʼ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης ἄνθρωποι χρονικῶς χαλκοῖς τισὶν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο
τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὴν μεσημβρίαν ἐναντία τῷ ἡλίῳ τὰ ὄργανα τιθέντες. ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπʼ οὐρανοῦ κλέπτειν τὸ πῦρ, ἐπειδήπερ τέχνῃ Προμηθέως ἐπενόη- σαν οἱ ἄνθρωποι τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρώτως οὐκ ἀλόγως ἐμυθεύσαντο τὴν ἐπιδεξαμένην τὸ θεοπρόβλητον πῦρ· ἐνταῦθα
γὰρ ἀνίενται γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς ὅτι τοῦτο θεόρρυτόν ἐστι τὸ πῦρ ἐξ ὧν ἐπήνεγκεν “ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·” ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας. καὶ ταῦτα μὲν περὶ Ἡφαί- στου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατώδη τινὰ
τὴν Κράτητος τοῦ Θηβαίου φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ 73 παντὸς γενέσθαι ἐσπουδακὼς δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ Ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα, τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δʼ ἀπʼ ἀνατολῶν εἰς δύσιν μεθεὶς φέρεσθαι. διὰ τοῦτʼ ἀμφότεροι καὶ συνεχρόνισαν· ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ. τοῦτο τοίνυν
εἴτε κοσμικήν τις ἀναμέτρησιν εἴθʼ (ὃ μᾶλλον ἀληθές ἐστιν) ἀλλη- γορικὴν τοῦ καθʼ ἡμᾶς πυρὸς ἀνθρώποις εἴποι παράδοσιν, οὐδὲν ἀσεβές ἐστιν ὑπὲρ Ἡφαίστου παῤ Ὁμήρῳ λεγόμενον.
τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.
σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ἤτοι τὴν φλιάν· ὁ γὰρ ποιη- τὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. καὶ Πανύασις δὲ τὰ πέδιλα βηλὰ λέγει. Παρμενίων δὲ ὁ γλωσσογράφος φησὶν Ἀχαιοὺς καὶ Δρύοπας καλεῖν τὸν οὐρανὸν βηλόν. Κράτης δὲ περισπῶν τὴν
πρώτην συλλαβὴν Χαλδαϊκὴν εἶναι τὴν λέξιν ἀποδίδωσιν. Ἀγα- θοκλῆς δὲ τὴν πάντων περιοχὴν, καὶ βεβηκότας φέρειν τοὺς ἀπλανεῖς ἀστέρας.
φαμὲν οὖν ὅτι τὸ πᾶν δʼ ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωΐας μέχρις ἑσπέρας καιρὸν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλα- χοῦ (472) “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” καὶ τὰ ἑξῆς (601) “πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο.”
καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦντες ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦνται μὲν, οὐκ ἐκλείπουσι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεο- ναζόντων μειοῦται τὸ ὑγρὸν, ἀλλʼ οὐκ ἐπιλείπει. καὶ Ἄρης “μόγις δʼ ἐσαγείρατο θυμόν” (Il. 21, 417).
θρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι λῃστείαν ἐξεῦρον.
μέρος ᾖδον. τέσσαρες δὲ ἀνατίθενται τῷ Ἀπόλλωνι τέχναι, μουσικὴ τοξικὴ μαντικὴ ἰατρική.
ράγει Δωριεῖς ἇχι λέγοντας.
τὸν τόνον. διδάσκει δὲ μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, ὡς μὴ τῇ ἀπουσίᾳ λυπήσῃ αὐτόν.
λαμβάνει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.