ΕΙΣ ΤΗΝ Ε.
(Il. 2, 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατί- θησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν τὴν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ 1 τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται· οἱ γὰρ νεανίσκοι καὶ θυ- μώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται. ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἧττον γὰρ ἀπεδίδρασκε καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τῶν ὅρκων τὴν ὑποψίαν. καλῶς δὲ ὁ Διομήδης προτρέπεται ἰοίᾳ· ἡ γὰρ κοινὴ πρὸς
τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἔνα ἀμελέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ μονομαχία εὐθαρσέστερον καὶ γενναιότερον.
τοὺς Στωϊκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοιεν, κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας καὶ τοὺς Ἐρετρι- κοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν᾿ (Il. 17, 570).
τί θάρσος οὖν ἐστί; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. ἕτερον γὰρ ἑτέρου χαριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται. λέγεται δὲ θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. ἔκδηλος δὲ ὅτι ἐπεσκοπεῖτο ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς.
πρῶτον ἔννοιαν ὁρίζοντος δηλῶσαι, οὐκ ὀνομάσαντα μὲν ὁρίζοντα (μαθηματικὴ γὰρ ἥδε ἡ κλῆσις), εἰπόντα δὲ ἐπὶ τοῦ κυνὸς “λαμπρὸν παμφαίνων Ὠκεανοῦ·” ὁ γὰρ τοιοῦτος ἄνεισι μὲν ἐκ τοῦ Ὠκεανοῦ, ὅτε ἔτι κέκρυπται, ὑπερκύψας δὲ τὸν ὁρίζοντα λαμπρὸν παμφαίνησι λελουμένος Ὠκεανοῖο· οὐ λέληθε δὲ καὶ τὸν Ἄρατον ἁρπάσαντα τὴν
φωνὴν ἐπὶ τοῦ ὁρίζοντος φάναι “ὑψόθεν Ὠκεανοῖο” (26).
πῦρ οὐ κυριολογεῖ, ἀλλʼ ἐπὶ τῆς λαμπηδόνος τίθησιν, ἢ ὅτι μετωνυμι- κῶς ἀπὸ κρατός τε καὶ ὤμων λέγει ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα· προείρηται γὰρ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. ἢ καὶ ἐκ τοῦ ἔθους· εἴωθε γὰρ ἐπὶ τῶν μαχομένων τὸ πῦρ λαμβάνειν εἰς παράστασιν τῆς συντόνου καὶ ἐνθέρμου ὁρμῆς·
“ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο” (Il. 11, 596) καὶ “μάχης καυστειρῆς ἀντιβολῆσαι” (Il. 4, 342). καὶ τὰ περὶ τὸν Διομήδη οὖν παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κεφαλὴν πυκνοτέρας ἐπιστροφῆς· οὕτω γὰρ καὶ κορυθαίολος εἴρηται.
τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας.
ἐκτεινόμενον.
φησὶ, γελοίως πεποίηκε τὸν δαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τῷ ἀδελφῷ, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν 2 ὥρμησεν. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παῤ αὐτῷ καὶ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ ἀγνοῶν χρήσασθαι
τῷ ξίφει κατὰ τοῦ πολεμίου.
ὄντος.
ἐλπίδα Δάρης.
ἐγκαλοῦντα.
νεται.
τὸ τραῦμα συνανδραγαθεῖν τῷ ἀδελφῷ.
Ἐλεφήνωρ δὲ παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται. σώζεται δὲ καὶ τὸ τοῦ βασιλέως ἀξίωμα.
σύνει τοὺς Ἀχαιοὺς, ὑπογυίως τρωθεὶς καὶ μαχόμενος.
4
ὁ δὲ Ἁρμονίδης ὄνομά ἐστι κύριον. νῆας ἐΐσας] ἴσας φησὶ τὰς ναῦς, ὅτι ἀντιρρόπως πορεύονται. ἀντίρ- ροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλεῦρα κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.
τὸν θεόν· τὸν δὲ εἰπεῖν ἐξιλάσκεσθαι τοὺς ἐν Τροίᾳ κρονίους δαίμονας, Χιμαιρέα τε καὶ Λύκον· τὸν δὲ Μενέλαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα· συμμίξαντα δὲ Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς Δελφοὺς, ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην· τὸν δὲ θεὸν εἰπεῖν
“τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθ᾿ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;ʼʼ τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν φασὶ λέγειν τὸν ποιητὴν, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδει.
ἃ παρῆλθε τὸ δόρυ.
τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. δείκνυσι δὲ διὰ Θεανοῦς 5 ὡς ὁ ἀγαθὸς περιγίνεται τρόπος τῶν τοῦ λογισμοῦ παθῶν. ἕκαστον δὲ σαφηνίζει, τοὺς βάλλοντας καὶ πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων.
ἐπὶ τὸν αὐχένα.
αὐτοῦ· τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.
κῦμα κάλυψεν” (Il. 23, 693).
συνήργησεν.
οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ, καὶ ἔλεγχον βασιλείας ἔχει καὶ παρασπονδισμόν.
διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγῶ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.
γενναίως καὶ μόνην τὴν χρείαν ἐπιζητεῖ.
φούσαις.
7 ἐπίθετα ποιοῦνται, καὶ νῦν μὲν ὁ καταπονούμενος ἀτρυτώνην, ἡ δὲ εὐχομένη τὴν Ἴλιον σώζεσθαι ἐρυσίπτολιν (Il. 6, 305). οἱ δὲ τὴν λείαν λαβόντες ἀνατιθέασι τῇ ληΐτιδι (Il. 10, 460).
ἴν᾿ ᾖ καὶ ἐμὲ ὡς ἐκεῖνον.
ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. ἅπτεται δὲ τῶν κρειττόνων ἡ τῶν χειρόνων μεγαλαυχία.
ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον. κατ᾿ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ ἐξ οὐρανοῦ φέρουσαν, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ
χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.
μενον ἀποδίδοται καὶ ἡ οἰκεία ἀχλὺς, δι᾿ ἣν ἀγνοεῖ καὶ τὸν Γλαῦκον. καὶ ἀναπυνθάνεται πότερον θεός ἐστιν ἢ ἄνθρωπος.
καὶ τὸν ὡς ἄνδρα πάλιν θεόν.
ὅταν τὰς μητέρας ἀμέλγωσιν ἢ εἰς νομὴν ἐκπέμπωσι. καὶ ἐπὶ μὲν τῆς αὐλῆς “ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾿ εἰροπόκοις ὀΐεσσιν χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ.” λέγει δὲ καὶ μέσαυλον, ὅτι ὁ τῆς αὐλῆς τόπος ἐν μέσῳ ἐστὶ τῶν βοῶν καὶ ἀπὸ μεσαύλοιο (Il. 11, 548) αὐλῆς. ἐν χόρτῳ δέ φησι (ib. 774) τῷ περιωρισμένῳ
τόπῳ καὶ περιέχοντι τὸ χώρισμα τῆς αὐλῆς. περὶ δὲ τῶν σταθμῶν “ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾿ ἐρῆμα φοβεῖται,” δηλονότι εἰς τόπον ἐνδοτέρω τῆς αὐλῆς, ὃν σταθμὸν προσηγόρευον ἀπὸ τῶν ἑστώτων ἐν αὐτῷ ζῴων. διὸ καὶ Ἥφαιστος ποιεῖ “σταθμούς τε κατηρεφέας ἠδὲ σηκούς” (Il. 18, 589)· κατηρεφεῖς γὰρ καὶ ἐστε-
γασμέναι αἱ κλισίαι διὰ τὸ τὴν αὐλὴν μὴ εἶναι τοιαύτην· τὸ γὰρ κατηρεφέας ἐκ κοινοῦ τῶν τε κλισιῶν καὶ τῶν σταθμῶν ἀκούουσιν. σηκοὶ δὲ ἔνθα συνέκλειον τὰ νεογνά· “ὡς δ᾿ ὅταν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σπαίρουσιν ἐναντίαι, οὐδέ τι σηκοὶ ἴσχουσ᾿ , ἀλλ᾿ ἀδινὸν
μυκώμεναι ἀμφιθέουσι μητέρας” (Od. 10, 410). ἔρσας καλεῖ ὁ ποιητὴς τὰς ἁπαλὰς καὶ νεογνὰς, καὶ νεηγενέας γαλαθηνάς (Od. 4, 336). συμβέβηκε ταύτας ἐν τοῖς μυχοῖς καθεῖρχθαι. καὶ πάλιν “Τρῶες δ᾿ , ὥστ᾿ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν, ἀμελγόμεναι γάλα λευκὸν, ἀζηχὲς μεμακυῖαν ἀκούουσαι ὄπα ἀρνῶν”
(Il. 4, 433)· αὗται γὰρ ἐν τῇ αὐλῇ ἀμέλγονται, τὰ δὲ ἀρνία ἐν τῷ σηκῷ κατακέκλεισται. λέγει δὲ πάλιν “στείνοντο δὲ σηκοὶ ἀρνῶν ἡδ᾿ ἐρίφων” (Od. 9, 219). ἐκ τούτων τοίνυν μεταφέρων ἐπὶ τῶν Τρώων φευγόντων φησὶν “ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες” (Il. 8, 130)·
ἠλάθησαν γὰρ τῆς Ἰλίου εἰς τὸν ἐνδότατον τόπον, ὡς εἰς σηκὸν ἄρνες. ταῦτα μὲν οὖν ἐν ἀγροικίᾳ· ἐν δὲ τῇ πόλει ἀνάλογον τῷ σταθμούς τε κλισίας τε κατηρεφέας ἠδὲ σηκοὺς λέγειν, πλὴν τόδ᾿ ἄῤ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. αἴθουσαι δὲ αἱ ὑψηλαὶ στοαὶ ἀνθήλιοι, παρὰ τὸ καταίθεσθαι ὑπὸ τοῦ ἡλίου. εἶτα αὐλή·
κατὰ γὰρ παράλειψιν τῆς αὐλῆς ἔφη τὰ ἕρκεα· ἐν γὰρ ἄλλοις τὸ πλῆρες ἔφη “καὶ τότ᾿ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς” (Il. 9, 475)· καὶ πάλιν ἄλλως ἔφη “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165)· ἄλλοι δὲ ἀκρι- βέστερον αἰθούσας λέγουσι τῆς αὐλῆς τὰς στοὰς, ἵνα μὴ ἔξω ὦσι
τῆς αὐλῆς, ἀλλὰ τὸ μὲν ἄστεγον καὶ ὑπαίθριον αὐλὴ, αἱ δὲ πέριξ τοῦ ὑπαιθρίου στοαὶ αἴθουσαι· αὐτὸς γὰρ ἔφη “οὐδέποτ᾿ ἔσβη πῦρ, ἕτερον μὲν ὑπ᾿ αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ᾿ ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων” (Il. 9, 471). ἦσαν γὰρ μετὰ τὰς αἰθούσας οἱ πρόδομοι, ὧν πάλιν ἐνδότεροι θάλαμοι, σὓς καὶ μυχοὺς καλοῦσι διὰ
τοῦτο· “κέκλετο δ᾿ Ἀρήτη λευκώλενος ἀμφιπόλοισι δέμνι᾿ ὑπ᾿ αἰ- θούσῃ θέμεναι” (Od. 7, 335)· εἶτα ἐπιφέρει “ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπ᾿ αἰθούσῃ ἐριδούπῳ· Ἀλκίνοος δ᾿ ἄῤ ἔλεκτο μυχῷ δόμου ὑψηλοῖο.” ὅτι γὰρ τῆς αὐλῆς τῆς αὐτῆς ἔνδον εἰσὶν οἱ δόμοι, σαφῶς παρίστησι διὰ τούτων “αὐτίκ᾿
ἔπειτ᾿ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος” (Od. 16. 407)· εἶτα ἐπάγει “κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς αὐλῆς ἐκτὸς ἐὼν, οἱ δ᾿ ἐνδόθι μῆτιν ὕφαινον.” καὶ πρόδομος οὖν ὁ μεταξὺ τόπος τοῦ τε δόμου καὶ τοῦ θαλάμου· “ἄλλο δ᾿ ἐπὶ προδόμῳ πρόσθεν θα- λάμοιο θυράων” (Il. 9, 473). καὶ ὅταν οὖν λέγῃ “ἀλλ᾿ ἐξελθόντες
μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν” (Od. 22, 375), ἐκ τῶν δόμων λέγει.
τουτέστι τὰ πρόβατα ἔρημα γενόμενα τοῦ ποιμένος φεύγει.
δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4, 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν.
προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ ὅτι οὐδαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους καὶ τὰ συμβησόμενα ἐμαν- τεύσατο, ἀλλ᾿ ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους.
“ἀλλ᾿ οὔ οἱ τότε γε χραῖσμ᾿ Ἄρτεμις” (53).
ἐπὶ δυοῖν γὰρ γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη “ἄμφω τηλυ- γέτω· ὁ δ᾿ ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ᾿ οὐκ ἔτεκ᾿ ἄλλον.” ἐπὶ τοίνυν τοῦ Ἰδομενέως, ὅταν λέγῃ “ἀλλ᾿ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς” (Il. 13, 470), ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονο- γενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς
τηλοῦ γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ “ἔνθα, μεσαιπόλιός περ ἐὼν, Δαναοῖσι κελεύσας, Ἰδομενεὺς Τρώεσσι μετάλ- μενος ἐν φόβον ὦρσε (ib. 361). παρέχει δὲ τὴν ἀμφίβολον ἐκ- δοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰνείου 10 “δεῦτε φίλοι καί μ᾿ οἴῳ ἀμύνετε, δείδια δ᾿ αἰνῶς” (ib. 481)· ἐκ γὰρ τοῦ οἴῳ ἀμύνετε τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον. ὅταν δὲ ὁ αὐτὸς πάλιν ἐπάγῃ “καὶ δ᾿ ἔχει ἥβης ἄνθος, τε κράτος ἐστὶ μέγιστον· εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾿ ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην,” ἀμφίβολον γίνεται, μὴ ὅτι μὴ
τηλύγετόν γε ἔοικεν ἐπὶ τοῦ μὴ ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος “οὗτος δὲ προτέρας γενεῆς προτέρων τ᾿ ἀνθρώπων” (Il. 23, 790). ἀλλ᾿ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς.
χηρωσταί δὲ ὡς ἀθληταί. προληπτικῶς δὲ τοῦτό φησιν· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.
ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.
11
ἀριστεῖς.*αὐλώπιδι
καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω.
θαυμαστὰ τῇ κατασκευῇ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα ὄντα.
μελείας αὐτῶν.
καὶ δίμοιρον.
γέρας” (Il. 1, 276). ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν ὁ παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμη- ρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱᾱ, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται “οὐχ
ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), “ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323), “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ ἀποκέκοπται, ἔνθεν καὶ συνεστάλη τὸ α καὶ βεβάρυνται. ἀν- δρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα, τῷ πάντα τῇ θείᾳ ἀνατι- θέναι προνοίᾳ.
14
τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.
λευκοὺς διεπέρησεν ὀδόντας.
περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει.” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις “χειμάρρους κατ᾿ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ” (ΙΙ. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέ- γεσθαι, ὡς τὸ “ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κυδαλίμοιο” (ΙΙ. 19, 238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα.
ἐν μέρει δ᾿ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας. Διομήδης γὰρ Ἀθηνᾶν ἔχων σύμμαχον. τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην, ἤτοι τὴν ἀφροσύνην, οὐ 15 μὰ Δία θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ ἅτε διὰ πάσης ἐληλυθὼς μαθήσεως, καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ᾿ ἐν Ἰλίῶ δεκαετῆ χρόνον τοῦ μάχεσθαι προϊστά- μενος ἐμφρόνως, εὐμαρῶς διώκει τοὺς βαρβάρους· οἱ δ᾿ ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες ὑπ᾿ αὐτοῦ διώκονται, καθάπερ ὄϊες
πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ. πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην τετρῶσθαί φησιν ὑπὸ Διομή- δους. ὁμοίως δὲ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶν ἡ βλάβη. γένοιτο δ᾿ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν “μαινόμενον, τυκτὸν κακὸν, ἀλλοπρόσ-
αλλον” (831)· ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἢ θεῷ. μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ᾿ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες. καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων “ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα” (Ιl. 18, 309)· νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ᾿
ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολ- λάκις ἐκράτησεν, ὥστε τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης ἐτύμως κακὸν ἀλλοπρόσαλλον εἴρηκε τὸν πόλεμον. ἐτρώθη δὲ ὑπὸ Διομήδους Ἄρης οὐ κατ᾿ ἄλλο τι μέρος, ἀλλὰ νείατον ἐς κενεῶνα σφόδρα πιθανῶς· ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ
πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ, τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν “ὄσσε ἄμεργεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε
νεοσμήκτων” (Ιl. 13, 340). ἀναβοᾷ δὲ τρωθεὶς “ὅσσον τ᾿ ἐννεά- χιλοι ἐπίαχον ἢ δεκάχιλοι” (860). καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων ἐν τῷ πολέμῳ πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ᾿ ἡ φεύγουσα μυρίανδρος, ὡς οἶμαι, τῶν βαρβάρων φάλαγξ, ὥστ᾿ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδεί-
ξαμεν οὐκ Ἄρην τὸν τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον. αὗται δ᾿ αἱ παρεκβάσεις τῶν προτέρων ἀλληγοριῶν, δι᾿ ὧν καὶ τεχ- νικωτέραν ἔχουσιν ἐμπειρίαν, ἐν οἷς φησὶ “τλῆ μὲν Ἄρης, ὅτε μιν 16 Ὦτος κρατερός τ᾿ Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ” (385). γεννικοὶ γὰρ οὗτοι καὶ κατ᾿ ἀλκὴν ἰσχυροὶ νεανίαι γεγονότες, ἐπειδὴ πολέμων καὶ ταραχῶν μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παῤ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι τὴν ἐπιπολάζουσαν ἀηδίαν
ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα ὁ οἶκος μηνῶν αὐτῶν ἀκλινὴς καὶ ἀστασίαστος ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ διεστρατήγει, μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέ- φθειρε τὴν πρώτην εὐστάθειαν. ἐκ δευτέρας δὲ πάλιν ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἄρης ἀπὸ τοῦ δεσμωτηρίου λυθῆναι, τουτέστιν
ὁ πόλεμος. Ἡροκλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις, ἀλλ᾿ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ἐπιδεδυκυῖαν ἐφώτισε τὴν οἰκουμένην, καθάπερ ὁμολογοῦσιν οἱ φιλό- σοφοι καὶ Στωϊκῶν οἱ δοκιμώτεροι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων,
ὁπόσοι τῆς παῤ Ὁμήρου μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκ- μηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ τὴν ἀκρίτως ὁρμῶσαν ἐφ᾿ ἃ μὴ δεῖ φορὰν, κατ᾿ αὐτὸ δὲ θυμοὺς ἀλόγους πεδήσας, τὸν ὑβριστὴν ταῦ- ρον ἐνομίσθη δεδεκέναι. δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου τὴν
κεραυνίαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος αὐτῷ Αὐ- γέου κόπρος ἐκμεμόχθηται, διακαθήραντος αὐτοῦ τὴν ἐπιτρέχουσαν ἀνθρώποις ἀσέλγειαν. ὄρνεις δὲ τὰς ὑπηνέμους ἐλπίδας, αἳ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασε δὲ καὶ τὸν πολύχουν κόπρον. καὶ τὴν πολυ- κέφαλον Ὕδραν, τὴν ἡδονὴν, ἥτις ὅταν ἐκκοπῇ πάλιν ἄρχεται βλαστά-
νειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτός γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ Κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλο- σοφίαν ὑπαινίττοιτο· τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ ἠθικὸν, τὸ δὲ φυσικὸν ὀνομάζεται, ταῦτα δ᾿ ὥσπερ ἀφ᾿ ἑνὸς αὐχένος ἐκπεφυκότα τριχῆ κατὰ κεφαλὴν μερίζεται. περὶ μὲν δὴ τῶν ἄλλων ἄθλων,
ὥσπερ εἶπον, ἐν συντόμῳ δεδήλωται· τετρωμένην δ᾿ Ὀμηρος ὑπε- στήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα καὶ πρὸ τῆς ἑκάστου διανοίας ὑπαχλύοντα πρῶτος 17 Ἡροκλῆς θείῳ χρησάμενος λόγῳ διήρθρωσε, τὴν ἑκάστου τῶν ἀν- θρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας, ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ τόξα. τὰ δὲ λοιπὰ ζήτει ἔμπροσθεν εἰς τὸ “τλῆ δ᾿ Ἥρη” (ΙΙ. 5, 392). ὥσθ᾿ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος
Ὅμηρος ἀλληγορικῶς παρέδωκε τοῖς μετ᾿ αὐτὸν ἀρύσασθαι πάνθ᾿ ὅσα πρῶτος παρεφιλοσόφησεν.
λέξεως· ὑπακοῦσαι γὰρ δεῖ τῷ “οὐ σῖτον ἔδουσιν,” ἀλλ᾿ ἀμβροσίαν, τῷ δὲ “οὐ πίνουσιν οἶνον,” ἀλλὰ νέκταρ.
δὲ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.
Διώνης” (370).
κακοποιοῦντες.
ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγγελ- λεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν εἰς Νάξον ἧκε, καὶ κατέκρυψεν ἑαυτὸν εἰς τὴν σιδηροβρῶτιν λεγομένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν Ἥᾶς
καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσων διῆλθεν αὐτῶν, καθ᾿ ἧς ῥίψαντες ἀμφότεροι διεχρήσαντο ἀλλήλους. ἐπίτηδες δὲ μύθους συλλέξας ὁ ποιητὴς Διώνῃ περιτίθησι, δι᾿ ὧν Διομήδης ἀπαλλάτ- τεται τοῦ τῆς βλασφημίας ἀντιποίνου, ὡς οὐ καιναῖς, ἀλλὰ παλαιαῖς
πιθήσας παραδόσεσιν. οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα.*οὕτω
διδασκαλίας κινεῖται, ὁ δ᾿ ἕτερός ἐστιν ἐνδιάθετος καὶ ἐκ φύσεως παραπεμπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον Ὦτον προσηγόρευσεν, ὅτι. διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι· τὸν δὲ ἐνδιάθετον καὶ ἐκ φύσεως παραπεμπόμενον τοῖς ἀνθρώποις Ἐφιάλτην ὠνόμασεν, οἷον
τὸν αὐτομάτως ἐφαλλόμενον, τουτέστιν ἐμβαλλόμενον, ταῖς ἀκοαῖς. ὑπὸ τούτων δ᾿ ἀμφοτέρων φησὶ δεθῆναι τὸν Ἄρη, τουτέστι τὸν θυμὸν, καὶ ἐπὶ πολὺ βασανισθῆναι, ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυ- μίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι· ὅπερ φησὶν Ὅμηρος κατέχεσθαι θυμὸν μὲν ἐπὶ τῶν λόγων τούτων, ἐπεὶ πάντοτε οἱ τῆς παιδείας λόγοι
ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα πράττειν καὶ μὴ πολλῇ ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράττειν, ἐκδιδάσκουσι δὲ καὶ ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι καὶ φίλων καὶ ἀδελφῶν κήδεσθαι καὶ τῶν ἄλλων πάντων. αὖθις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, Ἠεριβοίας τοῦτο μηνυούσης, Ἑρμῆν
πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρμηνεὺς γίνεται πάντων ὁ λόγος, Ἠερίβοιαν δὲ ὀνομάζων τὴν στάσιν παρὰ τὸ μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν, ἐπειδὴ πολλάκις ὁ λόγος ἐξου- σίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅταν ὑπὲρ πατρίδος δέῃ καὶ ὑπὲρ παίδων καὶ γονέων καὶ κτημάτων καὶ πολιτείας πρὸς
πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκέτι κατέχει τὸν θυμὸν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τοὐναντίον αὐτὸς καὶ παρακελεύεται καὶ προτρέπει χρῆσθαι κατὰ τῶν οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ πολεμίων ληφθέντες κακῶς πάθωσιν.
ὥσπερ φαμὲν “ἀπόλωλεν ὁ παῖς.”
ἄνοιαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ηραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ
μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν. διὸ καὶ ἀνεληλυ- θέναι τὸν Ἅιδην φησὶ, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ γὰρ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας ὀϊστὸς 19 διευκρίνησεν. ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρός Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν· οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπά- σαι τὸν ἴδιον μαζὸν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται Ἀφροδίτην.
νος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, ταῖς δὲ λιθίναις ἀκίσιν ἀντὶ τῶν βε- λῶν· μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.
πλήγματος διαλέγεται. οὐκ ἀναστρεπτέον δὲ τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.
ἔην ὅτ᾿ ἐν Ἄργεϊ” (Od. 3, 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης. λανθάνει δὲ τὸ ταπεινὸν τῆς λέξεως παρεντεθὲν καὶ διὰ τὸ λέγον καὶ διὰ τὸ ἀκοῦον πρόσωπον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ᾿ ὑπὸ θεᾶς καὶ μητρὸς ἐναγκαλισαμένης τὴν παῖδα.
τινες, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς ἐν κυνηγεσίοις· ὅθεν, ὡς φασιν, αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς ἐρωδιοὺς μετέβαλεν. τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν᾿ ᾖ τὸ ἑξῆς οὕτω, φραζέσθω μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται, καὶ μὴ δὴν, ὅ ἐστιν ἐπὶ πολὺ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα.
θίαν τῆς Ἀφροδίτης λέγει, ὅτι ὁ τρώσας αὐτὴν ἄριστος τῶν ἄλλων ἐστὶν, ἀλλ᾿ οὐκ οὐδαμινός.
ὥς φησιν Ἡσίοδος, Κυπρογένεια, διὸ γεννᾶται ἐν τῷ περικλύστῳ, ἐν Κύπρῳ (Th. 199), ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι μηδέων ἐξε- φαάνθη. Ὅμηρος δ᾿ οὐκ εἶπεν οὕτως, ἀλλὰ τὴν μειδιάματα φιλοῦ- σαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνου- σίας. ὥσπερ οὖν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι,
οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγῃ “καὶ ἐκλελάθοντ᾿ Ἀφροδίτης, ἣν ἄῤ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρῃ” (Od. 22, 444). τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον ἀπὸ τῆς περὶ αὐτὴν δυνά- μεως Ὁμήρῳ παρείληπται. ἔστι γοῦν κατὰ συγκοπὴν εἰρημένον
κυόπορις, ἡ τὸ κύειν πορίζουσα· ἴδιον γὰρ Ἀφροδίτης τοῦτο· οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσιν χωρὶς τῆς Ἀφροδισιακῆς συνουσίας. τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ λεγόμενον “ἡ δ᾿ ἄρα Κύπρον ἵκανε, φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις” (Od. 8, 362). οὐκ
εἴ τις δ᾿ ἔν τινι τόπῳ τετίμηται, ἐκεῖθι καὶ γεγέννηται καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παῤ Ὁμήρῳ οὐδὲ Πύθιος· καίτοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε, δι᾿ ὧν φησὶ ποτὲ μὲν “Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοί- νικος νέον ἔρνος ἀνερχόμενόν γ᾿ ἐνόησα” (Od. 6, 162), ποτὲ δὲ “οὐδ᾿
ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ” (ΙΙ. 9, 404). οὐδ᾿ ἐπεί φησιν “ἵκετο δ᾿ εἰς Αἰγὰς. ὅθι οἱ κλυτὰ δώματ᾿ ἔασιν” (Od. 5. 381), Αἰγαῖός ποτε εἵρηται ὁ Ποσειδῶν παῤ Ὁμήρῳ. καὶ ἡ Κυθέρεια δὲ καθ᾿ Ὅμορον οὐχ ὅτι “προσέκυρσε Κυθήροις” (Hesiod. T. 198). οἶδε μὲν γὰρ τὰ
Κύθηρα, οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πάσης τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον 22 τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι· διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται. “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς, πάρ- φασις, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονεόντων” (Il. 14, 216). ἐπεί τοι καὶ Ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλλάσσουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους· οὐ γὰρ
πειθόμεθα τοῖς νεωτέροις, οἱ φασιν ἀπὸ Ἀλαλκομενίου τινὸς εἰρῆσθαι, οὐδʼ ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμηροῦ εἰπόντος “Ἑρμείας ἀκά- κητα” (Il. 16, 185), ἤγουν ἀπὸ Ἀκακησίου ὄρους, ἀλλʼ ὁ μηδενὸς κακοῦ μεταδοτικὸς, ἐπεὶ καὶ δοτὴρ ἑάων. πάντʼ οὖν ἀπὸ τῶν παρεπο- μένων τοῖς θεοῖς· καὶ γὰρ ἡ γλαυκῶπις οὐκ ἀπὸ τοῦ “ἡ τʼ ἄκρης
θῖνα Γλαυκώπιον ἵζει,” ἀλλʼ ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. καὶ τἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾶν οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ψυχικῶν ἐνεργειῶν, ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα, ὡς ἡ λευκώλενος Ἥρη καὶ ἀργυρόπεζα Θέτις καὶ Φοῖβος Ἀπόλλων καὶ ἀκερσεκόμης,
καὶ πάλιν ἀπὸ πράξεως, Ἕκατος, Ἑκάτη, ἑκατηβελέτης, ἑκηβόλος· Ἄρτεμις δὲ καὶ ἀγροτέρα καὶ ἰοχέαιρα καὶ πάντα τὰ παραπλήσια. καὶ γὰρ εἰ σπανίως Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος, ὡς ὁ Ἀρίσταρχος βούλεται, ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος — οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης, ἐπεί φησιν “οἱ δέ τοι εἰς Ἑλίκην τε
καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν” (Il. 8, 203)· Ἑλικήϊον γὰρ ἂν εἶπε. συγχωροῦντος τοῦ μέτρου—· δύναται δὲ Ἑλικώνιος λέγεσθαι διὰ τὸ ἕλικας καὶ περιφερεῖς εἶναι τὰς τῆς θαλάσσης δίνας. ἔτι δὲ εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ “βωμός τε θυήεις αὐτῆς (Od. 8, 363), Παφίη ἐλέγετο· ἀλλʼ
οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην ὁ Ὅμηρος, ὡς οἱ νεώτεροι. 23 καὶ γὰρ εἴπερ γε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ, ἀλλ᾿ ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς γὰρ Θεσ- σαλὸς ὤν φησι “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ, τηλόθι ναίων” (Il. 16, 233), καὶ Ἑκτάβη “ἀλλ᾿ εὔχεο σύ γ᾿ ἔπειτα κελαινεφέϊ Κρο- νίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται” (Il. 24, 290)· εἰ
γὰρ ἡ Ἴδη τῆς Τροίας, οἰκείως ἡ Ἑκάβη ἔσχηκε παρονομάσαι τὸν Δία Ἰδαῖον. ὁ δὲ Ὅμηρος οὐκ ἂν εἶπεν ἀπὸ τῆς Κύπρου τὸ ἐπίθε- τον, ἐξ ἰδίου προσώπου λέγων “ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.”
κατεμύξατο καταμύξατό φησι διὰ τοῦ α.
διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου πολλὸν ὀπίσω φησίν (Il. 16, 710)· ὑπ᾿ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται, καὶ τὸν Ἀπόλλωνα δεδοικέν.
κύδαινόν τε] λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρικοῖς παραγ- γέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει. ἄλλως τε καὶ Ἀφροδίτης ἦν υἱὸς καὶ τῶν Τρώων ἄριστος μεθ᾿ Ἕκτορα.
ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως δὲ ὑπὸ ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γενητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν δὲ ἧττόν ἐστι τὸ Αἰνείου εἴδωλον υἱοῦ Ἀφροδίτης καὶ Τρωὸς, ὅ ἐστι 24 τὸ ἐγχώριον κάλλος. πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλλος ἐστὶ, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται προστριβόμεναι. εἴ- δωλον δὲ ποιεῖ, ἵνα φιλοτιμοτέρως μάχωνται Τρῶες, τὸ πτῶμα σῶσαι θέλοντες.
Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος “ὄφῤ εὖ γινώσκοι θεὸν ἠδὲ καὶ ἄνδρα;” ῥητέον δὲ ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων ἐστέρηται.
τὸ πτερόεντα), λαισήϊα δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα μικρὰ ἀσπιδίσκια, ὥς ποτε ἔφη “ὁ δ᾿ ἀριστερὸν ὦμον ἔκαμνεν, ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον” (ΙΙ. 16, 106). πτερόεντα δὲ ὡς κοῦφα· “τῷ δ᾿ εὖτε πτερὰ γίνετο (ΙΙ. 19, 386).
των γεγονότα· οἱ δὲ καὶ λάσια εἶναί φασιν.
στίχας, ἤτοι τάξεις ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυνεν· ἢ οὕτως τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.
25
πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.
δὲ ἂν αὐτὸς ἀμελῶν τοὺς ἄλλους πείσειε προκινδυνεύειν αὐτοῦ;
νειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.
ἀπὸ κοινοῦ δὲ τὸ χρή.
τῶν ἀχύρων ἐπὶ τὴν ἅλω φορὰ, κατ᾿ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ὑποδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ᾿ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. κατ᾿ ὀξεῖαν δὲ τὸ ἀχυρμιαί, Ἰωνι- κώτερον ὂν, ὡς τὸ ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα.
6). ἢ ἑαυτὸν ἐσκέπασεν, ὅπως μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. στιγμὴ δὲ εἰς τὸ μάχῃ.
ἀλλ᾿ ἐπειδήπερ ἐξ ἀνατολῆς χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη πρέπον ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος· ἀεὶ γὰρ ἄσπονδος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων. διὰ τοῦθ᾿ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη καὶ παρὰ
τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου· πρὸς γὰρ Ἀπόλλωνα ποίαν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας;
ληνες· δικαίως οὖν ἀνθίσταται ἡ Ἀθηνᾶ τῷ Ἄρει.
τὸ δὲ ἀτρέμας καὶ τοῖς ἄνω δύναται καὶ τοῖς κάτω συνάπτεσθαι.
τὴν φύσιν.
ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν ἐπὶ προειρημένοις λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις “ἦ καὶ κυανέῃ- σιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων” (ΙΙ. 1, 528) “ἦ καὶ ἐπ᾿ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (ib. 219)· προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι᾿ ἀμφοτέρων ὅλων
τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων, καὶ τούτοις ὑποτάσσεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ αὕτη· τὸ μὲν γὰρ ἦ καθ᾿ ἕνα σχηματισμὸν ἐκφέρεται, καὶ σημαίνει ῥῆμα τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου, δηλωτικὸν ὑπάρ-
χον τρίτου προσώπου· τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττι- κοῖς ἐστί τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον ἦ, σημαίνει δὲ 27 δύο, τὸ μέν τι ταὐτὸ τῷ παῤ Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλη- σίως ἀντὶ τοῦ ἔφη, κατὰ τοῦ τρίτου προσώπου· τὸ δέ τι ταὐτὸ τῷ ὑπῆρχον, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττικῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν. καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ ὁ ποιητὴς ποτὲ
μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος “εἴ ποτε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει” (ΙΙ. 4, 321) καὶ “τοῖος ἔα ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἦεν” (Od. 14, 222)· τούτων τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον “ἀλλ᾿ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης” (Od.
10, 156). ἐν γὰρ τούτοις ταυτόν τι λέγει τῷ ἤμην. τὸ δὲ μονοσύλ- λαβον οὐχ εὑρίσκομεν παῤ αὐτῷ κατὰ τῆς δυνάμεως ταύτης, ἀλλὰ κατὰ τῆς ἑτέρας μόνον. τῶν δὲ Ἀττικῶν ἐστὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ “γυνὴ δ᾿ ἐκείνου πρότερον ἦ, νῦν δ᾿ οὐκέτι,” καὶ παρὰ τῷ Σοφοκλεῖ ἐν τῇ Νιόβῃ (fr. 399) “ἦ γὰρ φίλη ἐγὼ τῶνδε τοῦ
προφερτέρου, καὶ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ( Ο. R. 1123) “ἦ δοῦλος οὐκ ὠνητὸς, ἀλλ᾿ οἰκοτραφής,” καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ (Rep. 1 p. 328 c.) “οὐ γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως.” καὶ ἀκόντισε] καλῶς τοῖς ἑαυτοῦ πρώτως ὑπακούει κελεύσμασιν, τύπον τοῖς ἄλλοις παρεχόμενος.
μοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν.
ἁρπαζόντων τὴν βίαν.
τὴν ἥβην.
Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος.
γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.
ὁμώνυμος εἶναι δύναται· καὶ τὸ “μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” μετωνυμικῶς ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη· καὶ τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην” οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κάτε- 29 λαβον, ὡς ἐπὶ τοῦ “ζωὸν ἕλον· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο” (ΙΙ. 6, 38)· οὐδὲ γὰρ ἀγῶνα αὐτοῦ εἴρηκεν, οἷα εἴωθε λέγειν τοῖς ἀποθανοῦσι. τάχα οὖν αὐτὸ μόνον τέτρωται.
βασιλῆος” (ΙΙ. 13, 643): ἔστιν οὖν ὁμωνυμία· καὶ ὁ μὲν βασι- λεὺς, οὗτος δὲ ἄρχων. διὸ καὶ ἡ πλείων σπουδὴ ἐκεῖσε γίνεται Παφλαγόνων καὶ Ἀλεξάνδρου.*ἀτάλαντον
φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἀρηϊ” (ΙΙ. 13, 295). ὁ δὲ Διόδωρος ὡς φησιν ἐν τῷ περὶ σταθμῶν, τάλαντόν ἐστι μνῶν ξ΄, ἡ δὲ μνᾶ δραχμῶν ρ΄, ἡ δὲ δραχμὴ ὀβολῶν ς΄, ὁ δὲ ὀβολὸς χαλκῶν η΄, ὁ δὲ χαλκοῦς λεπτῶν ζ΄. τὸ τάλαντον δὲ τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδ΄, νῦν δὲ ιβ΄. δύναται δὲ
εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων.
δὲ, ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε- φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι᾿ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.
γέγονε δὲ τοῦτο διὰ τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ κύμβαχον διὰ τούτου ἐπεξηγήσατο.
Ἄρεα μάχης. τὸ δὲ ἄπειρος, ἤγουν τοῦ νήχεσθαι ἄπειρος.
των καὶ τὴν ἀνδρείαν τοῦ βαλλομένου δηλοῖ.
τοῖς νώτοις τῆς κόρης εἰς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· ἀφ᾿ ἧς φασὶ Σαρπηδόνα γενέσθαι.
τὴν συγγένειαν· φησὶ γὰρ ὅτι “ψευδόμενοι δέ σέ φασι Διὸς γόνον” (635).
ἐθέλοντας πρωτεύειν· διὸ καὶ Τληπόλεμον ἀναιρεῖ.
οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πόλεως. Μενε- κλῆς δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν.
ἀδικίαν Λαομέδοντος αἰτίαν εἶναι φήσας τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ, οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸ ἔπος. ἢ ἠθικὸς ὁ λόγος, οἷον ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους ἐστίν.
ζονεύεται.
ἅμα γὰρ νοήματι τὰ πανταχοῦ ζῷα καταλαμβάνει.
κατέκτα” (Il. 2, 662).
ἄκρως δέ ἐστι μιμητὴς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ τῶν χρησί- μων σπεύδοντες παρορῶμεν.
μενα παροξύνεται, πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.
εἰς ὃ παρεγένετο, εἰ καὶ ἐπὶ δρῦν λέγει.
εἶδος. ὁμοίως δ᾿ αὖ “σοὶ δ᾿ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾿ ἕψομαι αὐτός” (Od. 2, 285)· καὶ “ἑγὼ δ᾿ ἀνὰ δῆμον ἑταίρους αἶψ᾿ ἐθελοντῆρας συλλέξομαι” (ib. 292). καὶ μετα- φέρων ἐκ τοῦ ἐῦκνήμιδας Ἀχαιοὺς λέγει “Τηλέμαχ᾿ , ἤδη μέν τοι
ἐϋκνήμιδες ἑταῖροι (ib. 402), καὶ ἐκ τοῦ κομόωντες Ἀχαιοί “εὗρεν ἔπειτ᾿ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους lib. 408). φίλος δὲ υἱὸς, καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων “ἢ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, ἠὲ φίλων ἐν χερσὶν. ἐπεὶ πόλεμον τολύπευσεν” (Od. 1, 237)· οὐκ ἂν, φησὶν, ἐλυπήθην,
εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν αὐτοῦ ἑταίρων ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰ- κείων ἐτελεύτησεν. καταχρώμενος δὲ καὶ τὴν φύξιν ἑταίραν τοῦ φόβου λέγει “φύζα φόβου κρυόεντος ἑταίρη” (Il. 9, 2), καὶ ἄνεμον “ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. 11, 7). καὶ
πάλιν ὅλην τὴν οἰκειότητά φησι δηλῶν “ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε” (Il. 3, 163), τὸν ἄνδρα, τοὺς συγγενεῖς. τοὺς οἰκείους. διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς.
αται” (Od. 4, 608).
οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα, τὴν δὲ φύσιν τοῦ στοιχείου τὸν ποιητὴν ἐκτιθέμενον τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερά τε καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις εἰκάζειν, χαλκῷ τε καὶ σιδήρῳ· καὶ χρυσὸν δὲ μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι· τὰ
δὲ μετεωρότερα, τὸν ῥυμόν φημι, ἀργύρεον λέγει, τὸ δὲ πάντων ἀνω- τέρω καὶ συνημμένον τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τού- τῳ), ἱμάντας δὲ χρυσοῦς καὶ ἀργυροῦς τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμοὺς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαί- ριον.
ξύλον.
καὶ στέφανοι.
ἐξάπτονται.
ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν᾿ ᾖ ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος. τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περι- κεφαλαίᾳ.
ἔχειν ἐν τῇ αἰγίδι, λέγων “βάλετ᾿ αἰγίδα θυσσανόεσσαν,” καὶ ἐπάγει “ἐν δ᾿ ἔρις, ἐν δ᾿ ἀλκὴ, ἐν δὲ κρυόεσσα ἰωκὴ, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου.” φησὶ δ᾿ Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεσσαν ἰωκὴν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνό-
μενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ᾿ ὅτι γεγραμμένον τῇ ἀσπίδι ὥσπερ σημεῖόν 36 τι. ῥητέον δὲ ὅτι οὐδὲ Ὀδυσσεὺς λέγει ὡς ἦν ἐν Ἅίδου ἡ Γοργόνος κεφαλὴ, ἀλλ᾿ ὅτι αὐτὸς ἐφοβήθη μὴ τοιοῦτος δαίμων ἐκπεμφθῇ· φοβηθεὶς οὖν οὐκ ἰδεῖν. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅίδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνος, ἀλλά τινα φοβερὸν δαίμονα, ὡς “τοίην γὰρ κεφαλὴν πόθεον υἷες
Ἀχαιῶν.”
φροντίδα, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. ἐτυμολογεῖται δὲ οὕτως· παράγεται δὲ παρὰ τὸ προσπελάζειν καὶ προσεγγίζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῳ Χ, διὰ τὸ μέγεθος αὐτοῦ, ὅτι εἶδεν ὁ Πρίαμος τὸν Ἀχιλλέα “παμφαίνονθ᾿ ὥστ᾿ ἀστέῤ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τ᾿ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται
πολλοῖσι μετ᾿ ἄστρασι νυκτὸς ἀμολγᾷ, ὅν τε κύν᾿ Ὠρίωνος ἐπίκλησιν καλέουσι· λαμπρότατος μὲν ὅ γ᾿ ἐστὶ, κακὸν δέ τι σῆμα τέτυκται.” λοιπὸν πέλωρ πέλωρος, τὸ οὐδέτερον πέλωρον.
συνήθειαν γινόμενον.
148)· οὐ γὰρ εἰπὼν τὸ μέγεθος αὐτοῦ, ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατ᾿ ἔμφασιν δέδωκε συλλογίζεσθαι πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων.
τόπον.*ἔχον
τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀνα- μένει: ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος, ὡς καὶ Ζεὺς “οὔ τοι, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα” (428).
ἀέρα, μηδενὸς ἀντιπίπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, τοσοῦτον, φησὶν, ἐστὶ τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων. ἠεροειδὲς δὲ τὸ τοῦ ἀέρος εἶδος.*Πορφυρίου
(ΙΙ. 9, 571) ἡ σκοτεινῶς καὶ ὁμιχλωδῶς φοιτῶσα. τὸ οὖν ἠεροειδές ὅσον εἶδε μέχρι τοῦ ἀεροειδοῦς, τουτέστι τοῦ ἀφανοῦς καὶ ἀχλυώδους. ἠερόφωνοι οὖν κήρυκες, ὧν ἡ φωνὴ καὶ μέχρι τοῦ ἀφανοῦς καὶ ἀχ- λυώδους διικνεῖται, ὅπερ ἐν ἄλλοις “φωνὴ δ᾿ αἰθέῤ ἵκανεν” (ΙΙ. 15, 686). ἀφανὴς δὲ οὗτος ἀνθρώποις.
38 δέ κ᾿ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων” (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων” (Il. 6, 4).
τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης. ἢ καὶ διὰ τὸ καθαρὸν, ἢ διὰ τὸ ταχύ.*οὐ
ψυχράν.
τὸν λύθρον. οὐ τὸ ἕλκος δὲ ἔβαλεν, ἀλλὰ βαλῶν εἰργάσατο ἕλκος, ὡς τὸ “νεκρὸν ἄγειν προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς” (Il. 24, 151). πάντως γὰρ ὁ κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα ἀναχωρῆσαι.
παφάσσω, πλεονασμῷ παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω. ἐκπαιφάσσειν δὲ τὸ φανεροῦν ἑαυτὸν, ἀλλ᾿ ἐν ἀγγέλου μᾶλλον εἶναι σχήματι. δύναται δὲ εἰς τὸ ἐκπαιφάσσειν εἶναι στιγμὴ, εἶτα ἀπὸ ἄλλης ἀρχῆς τὸ ὅτ᾿ ἤλυθεν.
ἐπολέμει. ὑπερβολὴ δὲ, εἴ γε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν ὡς ἂν ἄμετρον ἔχων δύναμιν.
τρεπτικὴ ἡ παραίνεσις.
διὰ προστασίας θεοῦ καὶ τοὺς ἀτακτοῦντας κολάζων.·
μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον.
δροῦ. γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ κατὰ τὰς ἐαρινὰς καὶ θερι- νὰς ὥρας, ὅτε νότοι πνέουσιν.
785). οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ τοῦ ὑπὸ νεφῶν καλυπτόμενος καὶ ἀνιὼν εἰς οὐρανόν.
θρῆνος, παρὰ τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν.
καθ᾿ ἡμῶν ἀδεῶς. τὸ δὲ τέκες ἁπλοῖκῶς, ὡς ἐπὶ Ἡφαίστου “ἀλλὰ τοκῆε δύω” (Od. 8, 312).
νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς ἀμενηνός;” εἰ δὲ καὶ τεθνηκὼς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἢ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃ-
σιν” (ΙΙ. 16, 243)· καὶ ὁ λόγος οὕτως, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.
Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει, ἐπεὶ καὶ αὐτὸς γελῶ ὅδ᾿ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας (ΙΙ. 21, 391), ἀλλ᾿ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων.
ἴασιν φθάνων.*ὀπὸς
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.