τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου σαφῶς οὕτω διὰ τῶν ἐπῶν παριστάς· “πρόσθεν δὲ κί᾿ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἡφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν,” καθὸ δὴ καὶ πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παρασκευαστικὴν
ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει “ἠΰτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν, λάβρος ἐπαιγίζων.” νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ “λάβρος ἐπαιγίζων” βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συνεστραμμένων πνευμάτων καὶ
ἄμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής “ἐν, δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.” Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν· τὴν δὲ τοῦ Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως
ὡσαύτως τῇ κατὰ τοὺς ἀνέμους λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθʼ ἡμᾶς δὲ καταιγίδι. παρασκευαστικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισεισθείη κατὰ τὸ ἐναντίον. ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλάπτεσθαι συμβαίνει,
κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς ἐμποδίζεσθαι, οἷον “καὶ τότε δὴ Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δʼ ἐτίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.” οἰκεῖα γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτᾷ
συνεκπεφώνηται ἐν οἷς φησιν ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην αὐτὸν καλύψαι τοῖς νέφεσιν, ἀστράψαντα δὲ μέγα μὲν ἐπιβροντῆσαι, τινάξαι δὲ ἐκείνην. ὅτε δὲ κατʼ ἐναντίον τοῦτο γίνεται τῶν ταπεινοῦσθαι μελλόντων, σαφὲς ἐκ τούτων “ὄφρα μὲν ἀσπίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέροις βέλεʼ ἥπτετο, αὐτὰρ ἐπεὶ κατένωπα ἰδὼν Δαναῶν ταχυπώλων.” εἶτα ἐπιφέρει “τοῖσι δὲ θυμὸν
ἐνὶ στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.” ποτὲ δὲ διότι μὲν ἐπέσεισε τὴν αἰγίδα τοῖς Ἀχαιοῖς ἀπὸ τῆς Ἴδης ὁ Ζευς οὐ παρέδωκε ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπʼ αὐτῆς ἐσήμαινε διὰ τοῦ συμβάντος συνιστὰς τὸ προηγούμενον. λέγει γὰρ “ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν
ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν.” ἡ γὰρ εἰς εὐθὺ τῶν νηῶν τὸν κονιορτὸν φέρουσα θύελλα δῆλον ὡς ἐξ ἐναντίου προσφέρεται τοῖς Ἀχαιοῖς· διὸ δὴ καὶ ἐπέζευξεν ἄλλως “αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὅπαζε.” τοῦτο δὲ δεῖ νοεῖν συμβαῖνον τῆς αἰγίδος ἐπισεισθείσης· καὶ ἐπʼ
ἀλλήλων δὲ πλειόνων ὁ παραπλήσιος ὑπάρχει τρόπος, ὥστε τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ὁμωνύμους τινὰς ποιεῖν δαίμονας εἰδωλο- ποιουμένους εἰς κατασκευὰς μυθώδεις· ἐφʼ ὧν οὐκ αὐτὸ τὸ ἀποτελού- μενον δεῖ νοεῖν, τὸ δὲ παρασκευαστικὸν τοῦ καθʼ ἡμᾶς ἐνεργουμένου συμπτώματος, οἷον ἔρως ἐπὶ τοῦ πάθους αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ
κατὰ τὸ παρασκευαστικὸν εἶδος λεγομένου, καὶ πάντα τὰ τοιαῦτα, πλοῦτος, ἔρις, ὕβρις, καὶ ὅσα ἄν τις ἀριθμήσειε ῥμδίως. δεῖ γὰρ παραθεωρεῖν τὴν τῶν τοιούτων διαφορὰν, ὡς ὁπόταν εἴπωμεν, ὁ ἔρως ἐνέβαλεν ἔρωτα τῷ δεῖνι ἢ πάλιν ἡ ἔρις ἔριν· τότε γὰρ ὡς θεὸν ἢ δαίμονά τινα δεῖ νοεῖν παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος
ἢ πάθους. καὶ τὸ συμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθος ἢ σύμπτωμα, καθάπερ ὁ ποιητὴς ἐν τούτοις δεικνύει “οἱ δʼ ἴσαν, ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνι᾿ Ἐνυὼ, ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊότητος.” νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶς θεωρούμενον, ἀλλὰ τὸ παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος μυθικῶς εἰδωλοποιού-
μενον. τὸ δʼ αὐτὸ κἀπὶ τούτων νοητέον “Ζεὺς δʼ ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀγραλέην πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.” οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν, ἀλλὰ τὸν πόλεμον ἔχουσα παραγίνεται τὸ παρασκευαστικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου πολέμου. καὶ γάρ ἐστιν ἐκεῖνος ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενος
τοῦ κατὰ τὸ ἐνεργὲς θεωρουμένου πολέμου σημεῖον, ὃ δὴ νῦν προσαγο- ρεύει τέρας. εἴη δʼ ἂν οὗτος κυδοιμὸς μάχης ὡς θεὸς οἷον ἔμπροσθεν θεωρούμενος, ὁπότε λέγομεν “ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊό- τητος.” ὡσαύτως ἐπὶ τούτου πάλιν ὃ δὴ πολέμοιο τέρας φησὶν εἶναι τὸ ἀπαράλλακτον ὑπάρχειν. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ τῆς βροντῆς καὶ ἀστραπῆς καὶ τῶν παραπλησίων· ὥστε δεῖ νοεῖν ἕτερα
μέν τινα κατασκευάσματα παρασκευαστικὰ τῶν ἐν ἡμῖν ἐναργῶς ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθʼ ὁμωνυμίαν δὲ ἐνεργήματα, καθάπερ ὅταν εἴπῃ “βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.” οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέ-
χεσθαι, οἷον τὴν μὲν ἀστραπὴν λαβὼν ὁ Ζεὺς ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, οἷον ἐγκατασκεύασμά τι θεῖον. καὶ τοῦτο εἰκότως ἡμεῖς θεῖον ἐνοήσαμεν, ἀλλʼ ὁπότε τῇ χειρὶ τινάξειεν, οὗ διασεισθέντος ἀπέλαμψε τὸ τοιοῦτον φέγγος. οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν ἀστραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀποτελοῦσαν, τὸ δὲ
ἀποτελούμενον. οὕτως ἐπὶ τῆς αἰγίδος ταὐτὸ δεῖ νοεῖν· ἣν μὲν ὁ Ζεὺς ἐπισείων κατασκεύασμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ τῆς κατʼ ἐνέργειαν ὁμωνυμίας, ἣ τότε μὲν ὁμωνύμως αἰγὶς λέγεται, νῦν δὲ ἐπὶ τῆς ἡμετέρας συνηθείας καταιγίς· διὸ καὶ τὸ τοιοῦτον ἐπίφθεγμα τέταχεν ὁ ποιητὴς ἐπʼ αὐτῆς κατὰ τὸν τοῦ Ἀγαμέμνονος
λόγον· “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πρίαμοιο, Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν.” ὃν τρόπον γὰρ ἐπʼ ἄλλων μερῶν τῆς ποιήσεως τὴν λαίλαπα προσαγορεύων φανερός ἐστιν· ἐρεμνὴν γὰρ αὐτήν φησι διὰ τὸ τοῦ πνεύματος ἀθροῦν καὶ ζοφῶδες, οἷον
ὁπόταν λέγῃ “αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,” τὸν αὐτὸν τρόπον οὐ παρʼ ἄλλο τι δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὲ τὸ τῆς λαίλαπος οἰκεῖον, οἱονεὶ λαιλαπώδη λεγομένην· τοῦτον δὴ τὸν τρόπον ἡ τῆς εἰσηγημένης καθʼ Ὅμηρον αἰγίδος διάθεσις καὶ δύναμις οὕτως ἂν ἄριστα δειχθείη.
ἀλεγεινῇ] φροντίδος ἀξίᾳ. ἤδη δὲ τὸ δειλὸν τῶν Τρώων προανα- κρούεται ὁ ποιητής.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.