ἐξειπεῖν· τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠὰ, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀποθέσθαι, ἀφʼ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δὲ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ 1 τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλ- λαγεῖσα Διὶ τὸ πᾶν ἐκφαίνει· ὁ δὲ κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασί, ἵνα μὴ προσκρούοιμεν ὡς Ὁμη- ρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν τάφον εὐνὰς ἐκάλεσεν.
μιος δὲ τοῖς θεοῖς, ὡς φησιν Ἡσίοδος (Th. 821).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.