ποτʼ ἐνὶ Κνωσῷ,” καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵνʼ ᾖ ὁ λόγος, τούτῳ παραπλήσιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴγε μόνον παῤ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο, καὶ τοῦθʼ ὑπὸ Δαιδάλου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια. οὔτε γὰρ ἀπρεπὲς
τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι, μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγμένα. ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλʼ ἀπλῶς ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον,
ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι. Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδε πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ, ὅτι ἐξ ᾐθέων καὶ παρθένων, ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφάνας.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.