τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ᾐθέους καὶ παρθένους (ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια), ἑκόντα οὖν φασὶν αὑτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναί φασιν
ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν καὶ εὐεύρετον αὑτῷ τὴν
ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ᾐθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.