ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παῤ αὐτῷ· “πολυάϊξ γυῖα δʼ ἔθηκεν” (Il. 5, 811) καὶ “πολυάικος πολέμοιο (Il. 1, 165) καὶ “κορυθάϊκι πολεμιστῇ” (Il. 22, 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρον.
χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι, ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη ἐρίκη μυρίκη φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.